Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 111 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
111.1
Περὶ δογματικῶν ὀνομάτων Σὺ μὲν περὶ τῆς σημασίας τοῦ ἐνυποστάτου ἐζήτησας, ἐν τοῖς δογμα τικοῖς ἡμῶν βιβλίοις εὑρηκὼς τὸ ὄνομα κείμενον· ἐγὼ δέ σοι καὶ τὰ λοιπὰ τῶν ὀνομάτων διερμηνεύσω, ὅσα τε περὶ τὴν καθ' ἡμᾶς θεολογίαν λέγεται καὶ ὅσα περὶ τὴν τοῦ θείου λόγου οἰκονομίαν. Αὐτίκα τὸ «ἐνυπόστατον», περὶ οὗ ἠρώτησας, τῶν ὁμωνύμων ἐστὶ φωνῶν. λέγεται γὰρ ἐνυπόστατον καὶ τὸ ἁπλῶς ὑφεστηκὸς καὶ μάλιστα τὸ οὐσιῶδες· λέγεται αὖθις ἐνυπόστατον καὶ τὸ συμβεβηκός, ὡς ἐν τῇ ὑποστάσει ἤγουν τῇ ἀτόμῳ οὐσίᾳ ἔχον τὴν ὕπαρξιν· λέγεται ἐνυπόστατον καὶ τὸ εἶδος, οὐ τὸ ἄυλον οὐδὲ τὸ χωριστὸν τῶν σωμάτων, ἀλλὰ τὸ ἐν τοῖς ὑπ' αὐτὸ ἀτόμοις πραγματικῶς ὑφιστάμενον· ἰδιαζόντως δὲ τῷ καθ' ἡμᾶς δόγματι ἐνυπόστατον λέγεται τὸ ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ἑνὸς σύστασιν προσώπου καὶ μιᾶς γένεσιν ὑποστάσεως συγκεί μενόν τε καὶ συνυφιστάμενον καὶ οὐδαμῶς καθ' αὑτὸ γνωριζόμενον. «Ὑπόστασις» δέ ἐστι τὸ ἐφ' ἑαυτοῦ τὴν περιγραφήν, ἀλλ' οὐκ ἐν πλείοσι τὴν κατηγορίαν φυσικῶς κεκτημένον. ὥστε τὸ κυριακὸν σῶμα ὑπόστασις μὲν οὐκ ἂν λεχθείη (οὐ γὰρ καθ' ἑαυτὸ χωρὶς τῆς πρὸς τὸν λόγον ἑνώσεως ὑφέστηκέ ποτε), ἐνυπόστατον δέ ἐστιν ὡς τῇ τοῦ λόγου ὑποστάσει συν τελέσαν εἰς γένεσιν μιᾶς ὑποστάσεως, συνθέτου μέντοι γε. καὶ «ὑπόστα σις» μὲν καὶ «πρόσωπον» ταὐτόν, ἄμφω γὰρ μερικά τε καὶ ἴδια· ὑπόστασις δὲ καὶ ἐνυπόστατον ἕτερα. αὖθις δὲ «οὐσία» καὶ «φύσις» ταὐτόν· ἄμφω γὰρ κοινὰ καὶ καθόλου, ὡς κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ κατ ηγορούμενα. «Ἐνούσιον» δέ ἐστι τὸ μὴ μόνον ἐνθεωρούμενον ἔχον ἐφ' ἑαυτοῦ τὸ τῶν ἰδιωμάτων ἄθροισμα, καθ' ὃ ἄλλο ἀπ' ἄλλου γνωρίζεται, ἀλλὰ καὶ τὸ κοινὸν τῆς οὐσίας πραγματικῶς κεκτημένον. «Ὁμοούσιον» δέ ἐστι τὸ τῆς αὐτῆς οὐσίας ἄλλῳ τυγχάνον, διάφορον δὲ πρὸς τὸ αὐτὸ κατὰ τὴν ὑπόστασιν. εἴ τι οὖν ἄλλῳ ταὐτὸν ὑπάρχει κατὰ τὴν οὐσίαν, οὐ ταὐτὸν ὑπάρχει τὸ αὐτὸ καὶ κατὰ τὴν ὑπόστασιν, καὶ εἴ τι ἓν καὶ ἡνωμένον ἄλλῳ τυγχάνει κατὰ τὴν οὐσίαν, οὐχ ἓν οὔτε ἡνωμένον τῷ αὐτῷ τυγχάνει κατὰ τὴν ὑπόστασιν, καὶ εἴ τι διαφορὰν ἔχει πρὸς ἄλλο κατὰ τὴν ὑπόστασιν, τοῦτο ἕνωσιν ἔχει πρὸς τὸ αὐτὸ κατὰ τὴν οὐσίαν. Ἔστι δὲ «οὐσιώδης ἕνωσις» ἡ τὰς διαφόρους κατ' ἀριθμὸν καὶ πολλὰς ὑποστάσεις εἰς μίαν καὶ τὴν αὐτὴν οὐσίαν συνάγουσα· «οὐσιώδης» δὲ «διαφορά» ἐστι λόγος καθ' ὃν ἡ οὐσία ἤγουν φύσις ἀμείωτος καὶ ἀσύγχυ τος διαμένει, τὴν πρὸς ἄλλο κατ' εἶδος ἕτερον εἰς μίαν ὑπόστασιν ποιουμένη σύνοδον. «ὑποστατικὴ» μέν ἐστιν «ἕνωσις» ἡ τὰς διαφόρους οὐσίας ἤγουν φύσεις εἰς ἓν πρόσωπον καὶ μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν συνάγουσα καὶ συνδέουσα· «ὑποστατικὴ» δὲ «διαφορὰ» τυγχάνει λόγος καθ' ὃν ἡ κατὰ τὸ ἄθροισμα τῶν ἐνθεωρουμένων ἰδιωμάτων τῷ κοινῷ τῆς οὐσίας ἑτερότης, τέμνουσα κατ' ἀριθμὸν ἄλλον ἀπ' ἄλλου {δέ}, τὴν τῶν ἀτόμων ποιεῖται πληθύν. καὶ «σχετικὴ» μὲν «ἕνωσίς» ἐστιν ἡ τὰς διαφόρους γνώμας εἰς ἓν συνάγουσα θέλημα, «σχετικὴ» δὲ «διαφορὰ» γνώμης ἑτερότης. «συγ χυτικὴ» δέ ἐστιν «ἕνωσις» ἡ ἐξ ὑποστάσεων εἰς ὅλου τινὸς γένεσιν κατὰ σύν οδον γενομένη σύνθεσις πεφυρμένη καὶ ἄγνωστος. «Ἐνουσίου» δὲ ἴδιον τὸ πραγματικῶς ὑφίστασθαι καὶ φέρειν ἁπάντων ἐφ' ἑαυτοῦ τῶν προσωπικῶν ἰδιωμάτων τοὺς ἀληθεῖς χαρακτῆρας. Διττὸν δὲ τὸ «θέλημα», τὸ μὲν «φυσικόν», τὸ δὲ «γνωμικόν»· καὶ φυσικὸν μέν ἐστιν οὐσιώδης τῶν κατὰ τὴν φύσιν συστατικῶν ἔφεσις, γνωμικὸν δὲ ἡ εἰς ἑκάτερα τοῦ λογισμοῦ αὐθαίρετος ὁρμή τε καὶ κίνησις. «ἐνέργεια» δέ ἐστι δυνάμεως φυσικῆς ἀποτέλεσμα. Ἰστέον δέ σοι καὶ ταῦτα, ὡς ὁ μὲν Ἄρειος τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖ, τὴν δὲ μονάδα ἀρνεῖται καὶ οὐ λέγει ὁμοούσιον τὴν ἁγίαν τριάδα, ὁ δὲ Σαβέλλιος τὴν μονάδα ὁμολογεῖ, ἀλλὰ τὴν τριάδα ἀρνεῖται, τὸν γὰρ αὐτὸν λέγει πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. ἐπὶ δὲ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος Νεστόριος τὴν φυσικὴν διαφορὰν λέγει, τὴν δὲ ἕνωσιν οὐχ ὁμολογεῖ, οὐ γὰρ λέγει ταύτην καθ' ὑπόστασιν γεγονέναι, ὁ δὲ Εὐτυχὴς τὴν μὲν ἕνωσιν ὁμολογεῖ, τὴν δὲ κατ' οὐσίαν διαφορὰν ἀρνεῖται καὶ σύγχυσιν εἰσάγει τῶν φύσεων. Καὶ ἐπὶ μὲν τῆς ἁγίας τριάδος ταὐτότης μέν ἐστιν οὐσίας, ἑτερότης δὲ προσώπων· ἐπὶ δὲ τοῦ ἀνθρώπου ταὐτότης μὲν προσώπου, ἑτερότης δὲ οὐσιῶν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δεσπότου Χριστοῦ· ἑνὸς γὰρ ὄντος προσ ώπου ἤτοι ὑποστάσεως, ἑτέρας οὐσίας ἐστὶν ἡ θεότης καὶ ἑτέρας ἡ ἀνθρω πότης. τὴν μέντοι γε καθ' ὑπόστασιν διαφορὰν ἐπὶ τῆς ἁγίας τριάδος καὶ τὴν φυσικὴν διαφορὰν ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος οὐκ ἐν αἰσθήσει χρὴ λέγειν, ἀλλὰ νοῆσαι τοῖς τῆς διανοίας ὄμμασιν. Ὥσπερ δὲ διὰ τὸ ὁμοούσιον τῆς ἁγίας τριάδος μίαν οὐσίαν κηρύττομεν, οὕτω διὰ τὸ ἑτεροϋπόστατον τρεῖς ὑποστάσεις λέγομεν· καὶ ὥσπερ διὰ τὸ ἑτεροούσιον τοῦ λόγου καὶ τῆς σαρκὸς δύο οὐσίας φαμέν, οὕτω διὰ τὸ μὴ ἰδιοϋπόστατον μίαν ὑπόστασιν δογματίζομεν. Καὶ ὁ μὴ λέγων ἐπὶ Χριστοῦ διὰ τὴν τῶν φύσεων διαφορὰν τὴν καθ' ὑπόστασιν ἕνωσιν Νεστοριανός ἐστιν, ὁ δὲ λέγων καὶ διαφορὰν καὶ ἕνωσιν ἐπὶ Χριστοῦ οὔτε τὴν διαφορὰν ἀναιρεῖ οὔτε τὴν ἕνωσιν συγχέει. καὶ ὥσπερ Σαβέλλιον ἀναθεματίζομεν οὐχὶ μὴ κηρύττοντα ἐπὶ τῆς ἁγίας τριάδος τὴν φυσικὴν ἕνωσιν, ἀλλὰ μὴ λέγοντα τὴν καθ' ὑπόστασιν διαφοράν, οὕτως τὸν Εὐτυχῆ ἀναθεματίζομεν τὴν φυσικὴν μὲν διαφορὰν ἐπὶ Χριστοῦ γνωρίζοντα, μὴ λέγοντα δὲ τὴν καθ' ὑπόστασιν ἕνωσιν. ἡ γὰρ ἐκκλησία ἐπὶ τοῦ σαρκω θέντος λόγου καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν διὰ τὸ ἀδιαίρετον καὶ τὴν κατ' οὐσίαν διαφορὰν διὰ τὸ ἀσύγχυτον πρεσβεύει, καὶ Κύριλλος δὲ ἀναθεματίζει τοὺς διὰ τὴν διαφορὰν ἀναιροῦντας τὴν καθ' ὑπόστασιν ἕνωσιν καὶ τοὺς διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν τὴν φυσικὴν ἀθετοῦντας διαφορὰν ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος. Ταῦτά σοι προληπτέον τῆς ὅλης θεολογίας, ἵν' ἔχοις τὰς τῶν ὀνομάτων σημασίας ἠκριβωμένας καὶ τὴν τῶν ὁμωνύμων διαίρεσιν, καὶ ἑκάστῳ τῶν ὀνομάτων ἐν τοῖς δογματικοῖς ἡμῶν ἐντυγχάνων βιβλίοις ἄπταιστον ἔχῃς τοῦ ὑποκειμένου τὴν γνῶσιν, προλαβὼν τὴν ἑκάστου οὐσίαν καὶ ἰδιότητα.

Intertext edge

Open linked passage

Note