Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 112 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
112.1
Περὶ τῶν μετὰ θεὸν καὶ περὶ θεὸν τεταγμένων διακόσμων καὶ τάξεων. Οὐδὲν προοιμιασάμενος διὰ τὸ πολλὰ δεῖν ἐν ὀλίγοις εἰπεῖν, εὐθὺς αὐτόθεν περὶ ὧν ἠρωτήκεις ἐρῶ. Πάσας ἡ θεολογία τὰς οὐρανίους οὐσίας ἐννέα κέκληκεν, ἃς ὁ θεῖος ἱεροτελεστὴς Ἱερόθεος εἰς τρεῖς διακοσμήσεις ἀφορίζει τριαδικάς. καὶ πρώτην μὲν εἶναί φησι καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνωμένην θεῷ τούς τε ἁγιωτάτους θρόνους καὶ τὰ πολυόμματα καὶ πολυπτέρυγα τάγματα, χερουβὶμ Ἑβραίων φωνῇ καὶ σεραφὶμ διωνομασμένα, δευτέραν δέ φησι τὴν τῶν ἐξουσιῶν καὶ κυριοτήτων καὶ δυνάμεων, καὶ τρίτην τὴν τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων διακόσμησιν. Ἡ τοίνυν πρώτη σύνταξις τῶν τριῶν τάξεων θερμαίνοντες ὀνομάζονται καὶ θρόνοι καὶ χύσις σοφίας ἐκφαντορικῷ τῶν θεοειδῶν αὐτῶν τάξεων ὀνόματι· καὶ τὸ μὲν τῶν θρόνων ὄνομα συμβολικόν ἐστι τοῦ πρὸς τὰ κάτω καὶ τὰς περιπεζίους ὑφέσεις ὑψηλοῦ αὐτῶν καὶ μετεώρου, ἡ δὲ τῶν σε ραφὶμ ἐπωνυμία ἐκφαντορικῶς διδάσκει τὴν ἀπερικάλυπτον καὶ ἄσβεστον ὡσαύτως ἔχουσαν φωτοειδῆ καὶ φωτιστικὴν αὐτῶν ἰδιότητα, ἡ δὲ τῶν χερουβὶμ τὸ γνωστικὸν αὐτῶν καὶ θεοπτικὸν καὶ τῆς ὑπερτάτης φωτο δοσίας δεκτικόν. ταῦτα δὲ τὰ τρία τάγματα οὐκ ἐν εἰκόσιν ἱεροπλάστοις μορφωτικῶς ἀποτυποῦσι τὴν θεουργικὴν ὁμοίωσιν, ἀλλ' ὡς ἀληθῶς τῷ θεῷ πλησιάζοντα ἐν πρώτῃ μετουσίᾳ τῆς γνώσεώς εἰσι τῶν θεουργικῶν αὐτοῦ ἐλλάμψεων· αἱ μὲν γὰρ ὑφειμέναι τῶν οὐρανίων οὐσιῶν διακοσμή σεις παρὰ τῶν ὑψηλοτέρων διδάσκονται τὰς θεουργικὰς ἐπιστήμας, αἱ δὲ πασῶν ὑψηλότεραι ὑπ' αὐτῆς τῆς θεαρχίας ὡς θεμιτὸν τὰς μυήσεις ἐλλάμπονται. ἡ δὲ τῆς θεαρχικῆς ἐπιστήμης μετάληψις κάθαρσίς ἐστι καὶ φωτισμὸς καὶ τελείωσις. Μετὰ δὲ τὰς εἰρημένας τῶν τριῶν ταγμάτων διακοσμήσεις αἱ κυριότη τές εἰσι καὶ αἱ δυνάμεις καὶ αἱ ἐξουσίαι· δηλοῖ δὲ ἡ μὲν κυριότης τὸ ἐλευθεροπρεπὲς καὶ ἀμείλικτον καὶ ἐξῃρημένον ἀπὸ πάσης ἀνομοιό τητος, ἡ δὲ δύναμις τὸ ἀρρενωπὸν καὶ ἀκατάσειστον καὶ τὸ πρὸς μηδε μίαν ὑποδοχὴν τῶν ἐνδιδομένων αὐτῇ θεαρχικῶν ἐλλάμψεων ἐξασθενεῖν ἢ ἐξυπτιάζειν, ἀλλ' ἀρρεπῶς ἀφορᾶν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν· ἡ δὲ τῶν ἁγίων ἐξουσιῶν ἐπωνυμία τὸ τεταγμένον δηλοῖ τῆς ὑπερκοσμίου καὶ νοερᾶς ἐξουσιότητος. ταύτας οὖν ἔχουσα τὰς θεοειδεῖς ἰδιότητας ἡ μέση τῶν οὐρανίων νόων διακόσμησις, καθαίρεται καὶ φωτίζεται καὶ τελεσιουργεῖται ὑπὸ τῶν θεαρχικῶν ἐλλάμψεων, ἐνδιδομέ νων αὐτῇ δευτέρως διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως καὶ διὰ μέσης ἐκείνης δευτεροφανῶς διαπορθμευομένων. τὴν γοῦν δι' ἄλλου λεγομένην φοιτᾶν εἰς ἄλλον ἄγγελον ἀκοὴν σύμβολον ποιούμεθα τῆς πόρ ρωθεν ἐπιτελουμένης καὶ διὰ τὴν πρόοδον ἀμυδρουμένης εἰς δευτέρωσιν τελειώσεως. Τοιαύτη μὲν οὖν ἐστι καὶ ἡ μέση διάταξις· μεθ' ἣν αἱ ἀρχαί εἰσι καὶ οἱ ἀρχάγγελοι καὶ οἱ ἄγγελοι. δηλοῖ δὲ τὸ μὲν τῶν ἀρχῶν ὄνομα τὸ θεοειδῶς αὐτῶν ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ τάξεως ἱερᾶς. ἡ δὲ τῶν ἁγίων ἀρχαγγέλων τάξις κοινωνικῶς τῇ ἱεραρχικῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβάνεται· ταῖς τε γὰρ ἁγιωτάταις ἀρχαῖς κοινωνεῖ καὶ τοῖς ἁγίοις ἀγγέλοις, ταῖς μὲν ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται καὶ πρὸς αὐτὴν ὡς ἐφικτὸν ἀποτυποῦται, τοῖς δὲ ὅτι τὰς θεαρχικὰς ἐλ λάμψεις ἀγαθοειδῶς διαγγέλλει αὐτοῖς. οἱ δὲ ἄγγελοι συμπληρωτικῶς ἀποπερατοῦσι τὰς ὅλας τῶν οὐρανίων νόων διακοσμήσεις κατὰ τὸ τε λευταῖον ὡς ἐν οὐρανίαις οὐσίαις, ἔχοντες τὴν ἀγγελικὴν ἰδιότητα καὶ μᾶλλον πρὸς ἡμῶν ἐκφαντορικοὶ ἄγγελοι τῶν προτέρων οἰκειότερον ὀνομαζόμενοι. Ἡ μὲν γὰρ ὑπερτάτη διακόσμησις ὡς τῷ κρυφίῳ πρωτοταγῶς πλησιά ζουσα κρυφιοειδῶς ἱεραρχεῖ τῆς δευτέρας· ἡ δὲ μέση σύνταξις τῆς τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἱεραρχίας ἡγεῖται, τῆς πρώτης μὲν ἱεραρχίας ἐμφανέστερον, τῆς δὲ μετ' αὐτὴν κρυφιοειδέστερον· ἡ δὲ τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων ἐκφαντορικὴ διακόσμησις ταῖς ἀν θρωπίναις ἱεραρχίαις δι' ἀλλήλων ἐπιστατεῖ, ἵν' ᾖ κατὰ τάξιν ἡ πρὸς θεὸν ἀναγωγὴ καὶ ἐπιστροφὴ καὶ κοινωνία καὶ ἕνωσις. ἔνθεν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν ἀγγέλοις ἀπονενέμηκεν, ἄρχοντα τοῦ Ἰουδαίων λαοῦ τὸν Μιχαὴλ ὀνομάζουσα καὶ ἄλλους ἐθνῶν ἑτέρων. Ἁπάσας δὲ τὰς ἀγγελικὰς οὐσίας δυνάμεις οὐρανίους καλεῖν εἰώθαμεν, οὐ σύγχυσίν τινα τῶν ἑκάστης διακοσμήσεως ἰδιοτήτων εἰσάγοντες, ἀλλ' ἐπειδὴ εἰς τρία διῄρηνται τῷ κατ' αὐτοὺς ὑπερκοσμίῳ λόγῳ πάντες οἱ θεῖοι νόες, εἰς οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν, ὅταν ἅπαντας ἢ τινὰς αὐτῶν ἀπαρατηρήτως οὐρανίας οὐσίας ἢ οὐρανίας δυνάμεις ἀποκαλοῦμεν, αὐτοὺς περιφραστικῶς τοὺς περὶ ὧν ὁ λόγος ἐμφαίνειν ἡμᾶς οἰητέον ἐκ τῆς καθ' ἕκαστον αὐτῶν οὐσίας ἢ δυνάμεως. Εἰ δὲ ὁ καθ' ἡμᾶς ἱεράρχης «ἄγγελος κυρίου παντοκράτορος» ὑπὸ τῶν λογίων ὠνόμασται, καὶ ἔστι ζητούμενον πῶς τοῦτο λέγεται, εἰ ἀμέθεκτα τῶν ὑπερτέρων ὁλοτήτων εἰσὶ τὰ τελευταῖα, φαμὲν ὅτι τῆς μὲν ὁλικῆς καὶ ὑπερκειμένης τῶν πρεσβυτέρων διακόσμων δυνάμεως ἀποδέουσιν οἱ τελευταῖοι, τῆς δὲ μερικῆς καὶ ἀναλόγου μετέχουσι κατὰ τὴν μίαν ἁπάν των ἐναρμόνιον καὶ συνδετικὴν κοινωνίαν. εὑρήσεις δὲ ὅτι καὶ θεοὺς ἡ θεολογία καλεῖ τάς τε οὐρανίας καὶ ὑπὲρ ἡμᾶς οὐσίας καὶ τοὺς παρ' ἡμῖν φιλοθεωτάτους καὶ ἱεροὺς ἄνδρας. εἰ δὲ ἀπορεῖς διὰ τί μὴ ἄγγελος πρὸς τὸν Ἡσαΐαν, ἀλλὰ σεραφεὶμ ἀποστέλλεται, τοσοῦτον ἐπιλύσομέν σοι τὸ ἀπόρημα, ὡς ὁ τὴν ὅρασιν διαπλάσας ἄγγελος εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεολόγον ἐπὶ τὴν πρωτουργὸν ἱεραρχίαν τὴν τοιαύτην ἀνέθηκε κάθαρσιν· ἢ ὅτι, ὥσπερ πᾶσα τάξις, οὕτω καὶ ἕκαστος τῶν ἐπὶ τῆς τάξεως τῷ ὑπερ κειμένῳ καλεῖται πολλάκις ὀνόματι. εἰ δὲ καὶ τῆς ἀγγελικῆς ὀνομασίας τὰς ὅλας δυνάμεις ὁ λόγος ἀξιοῖ, οὐδὲ τοῦτο ἄπορον· πᾶσαι γὰρ ἐξάγγελοί εἰσι τῶν ὑπερκειμένων ἐλλάμψεων. Σὺ δὲ μηδὲ τοῦτο θαυμάσῃς, εἰ ἐνταῦθα μόνον ἐνήλλακταί μοι τοῦ λόγου ὁ χαρακτήρ· αὐτὰς γάρ σοι σχεδὸν πάσας τὰς τοῦ Ἀρεοπαγίτου Διονυ σίου συγγραφικὰς ῥήσεις σποράδην συλλεξάμενος παρατέθεικα. μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.

Intertext edge

Open linked passage

Note