Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 113 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
113.1
Περὶ τῶν ἀλληνάλλως ἐγκειμένων προθέσεων τῇ ἁγίᾳ τριάδι Πολλοῖς τῶν πρὸ ἡμῶν φιλοσόφων ἐζήτηται, ὅ τι ποτὲ αἱ προθέσεις καθαροῖς ὀνόμασιν ἢ ἀντωνυμικοῖς προσκείμεναι δύνανται, καὶ πῶς νῦν μὲν διῃρημένως καὶ ἀποκεκληρωμένως ταῖς θείαις τῆς τριαδικῆς ἑνότητος ὑποστάσεσι παρὰ τῶν θεοκηρύκων πατέρων ἐτάχθησαν, νῦν δὲ συγκεχυμένως καὶ ἀδιαρθρώτως, καὶ πῶς ἡ τῶν Ἑλλήνων φιλοσοφία ταύταις ἐχρήσατο καὶ εἰ ὡμογνωμονήκασι περὶ τὴν χρῆσιν σύμπαντες. Ἐρῶ οὖν ὅπως οἱ περὶ Πλάτωνα καὶ Ἀριστοτέλην περὶ τούτων ζητή σαντες ἀπεφήναντο, ἔπειθ' ὅπως ἡ καθ' ἡμᾶς θεολογία περὶ τούτων διήρθρωσεν. αὐτίκα Πλάτων ὁ θεῖος ἀνὴρ ἓξ τὰ τῶν ὄντων ἀποφηνάμενος αἴτια, τὸ ποιητικόν, τὸ παραδειγματικόν, τὸ ὀργανικόν, τὸ ὑλικὸν καὶ τὸ εἰδικὸν καὶ τὸ τελικόν, τῷ μὲν ποιητικῷ προστίθησι τὸ ἐξ οὗ, τῷ δὲ παραδειγματικῷ τὸ καθ' ὅ, τῷ δὲ ὀργανικῷ τὸ δι' οὗ, τῷ δὲ ὑλικῷ τὸ ἐν ᾧ, τῷ δὲ εἰδικῷ τὸ ὑφ' οὗ, τῷ δὲ τελικῷ τὸ εἰς ὅ. παραδείγματι δέ τινι τῶν αἰσθητῶν τὰ τοιαῦτα διαφωτίσαιμεν· ὑποκείσθω γάρ τις ἀνὴρ ἀγαλ ματοποιὸς πρὸς Σωκράτην ἢ Πλάτωνα διαχαλκεύων ἀνδρείκελον σιδήρῳ τινί, ᾧ δὴ τὸν χαλκὸν ἀποξέων τε καὶ μεταμορφῶν τῷ Σωκράτει τυχὸν ἢ τῷ Πλάτωνι ἀφωμοίου τὸ ἴνδαλμα. ἐνταῦθα γὰρ τὰ ἓξ αἴτια συνδεδρα μήκασι· ποιητικὸν μὲν γὰρ αὐτὸς ὁ ἀγαλματοποιός, παραδειγματικὸν δὲ ὁ Σωκράτης, ὀργανικὸν δὲ ὁ μεταμορφῶν τὸν χαλκὸν σίδηρος, ὑλικὸν δὲ αὐτὸς ὁ χαλκός, εἰδικὸν δὲ τὸ εἶδος αὐτὸ τοῦ ἀγάλματος, καὶ τελικὸν ἡ πρὸς τὸ ἀρχέτυπον ἀναφορά. διό φαμεν ἐκ τοῦ τέκτονος κατεσκευάσθαι τὸ ἄγαλμα κατὰ τὸ παράδειγμα διὰ τοῦ σιδήρου ὡς ὀργάνου ὑπὸ τῆς ἀνδρεικέλου μορφῆς ἐν τῷ χαλκῷ, ἵνα πρὸς τὸ πρωτότυπον ἀφομοιωθῇ. Ὁρᾷς ὅπως ἅπαντά σοι συντέθεικα κατὰ τὴν Πλατωνικὴν περὶ τούτων ὑφήγησιν; ἀλλ' ὁ μὲν Πλάτων οὕτως· ὁ δὲ Ἀριστοτέλης ἐλαττώσας τὰ αἴτια εἰς τὸν τέταρτον ἀριθμόν, μικροῦ δεῖν καὶ ταῖς τῶν προθέσεων προσθήκαις ἐναντίως ἤπερ ὁ Πλάτων ἐχρήσατο. τὸ γὰρ παραδειγματικὸν καὶ τὸ ὀργανικὸν ἀθετήσας τέσσαρα παραδέχεται· ἀλλὰ τῷ μὲν ποιητικῷ τὸ ὑφ' οὗ προστίθησι, τῷ δ' εἰδικῷ τὸ ἐν ᾧ, τῷ δ' ὑλικῷ τὸ ἐξ οὗ, τῷ δὲ τελικῷ τὸ εἰς ὅ, τοῦτο μόνον κατὰ τὸν Πλάτωνα θέμενος· βούλεται γὰρ ὑπὸ τοῦ ζωγράφου τὴν εἰκόνα διαμεμορφῶσθαι ἐκ τῶν χρωμάτων τὸ εἶναι ἔχουσαν ἐν τῷ εἴδει, οὐ μάτην, ἀλλ' ἕνεκά του, ὃ δὴ τελικὸν τίθεται καὶ εἰς ὅ. οὕτως μὲν οὖν οἱ τῶν Ἑλλήνων ἐξοχώτατοι καὶ φιλοσοφώτατοι περὶ τούτων διαταξάμενοι φαίνονται, παρ' οἷς ἄλλο μὲν «τὸ ἀφθεγκτότατον ἕν», ἄλλος δὲ ὁ «πατρικὸς βυθὸς» καὶ ἄλλος ὁ δημιουργός, παράδειγμά τε νοητὸν ἀφανῶς ἑστηκὸς οὐδαμοῦ. Οἱ δὲ καθ' ἡμᾶς θεολόγοι, αὐτόπται τῶν τοιούτων μυστηρίων γεγονό τες καὶ κήρυκες, τὸν αὐτὸν παράγουσι καὶ ποιητικὸν αἴτιον καὶ δημιουργι κὸν καὶ τελικόν, ποτὲ μὲν τῇ ὕλῃ προσχρώμενον εἰς τὴν τῶν ὄντων ἀπο γέννησιν, ποτὲ δὲ ἐξ οὐκ ὄντων τὰ ὄντα παράγοντα. ἐν μὲν γὰρ τῇ πρώτῃ κοσμογενείᾳ τὴν ὕλην μετὰ τῶν εἰδῶν ἀδιαστάτως παρήγαγε, μετὰ δὲ τὴν τῶν ὄντων ἀποτελεύτησιν ἐκ ταύτης τἆλλα ποιῶν φαίνεται. οὕτω τοιγαροῦν ἐξ ἀνθρώπου ἄνθρωπος ἀποτίκτεται καὶ ἐξ ἡμιόνου ἡμίονος, τά τε φυτὰ ἀπὸ γῆς πρόεισι, καὶ ὄμβροι μὲν ἐκ νεφῶν, νέφη δὲ ἐξ ἀτμῶν, ἀτμοὶ δὲ ἐκ πυρώσεως ἡλιακῆς, ἡ δὲ ἐκ παρατρίψεως ἀκτίνων, καὶ αὕτη ἐξ ἡλιακοῦ φωτός, τὸ δὲ ἐκ τοῦ μηδενός· ἀναλύων γὰρ τὰ γινόμενα καὶ ἐφ' ἕτερον ἐξ ἄλλου ἀναποδίζων, εἰς αὐτὸ καταντήσεις τὸ πρῶτον πλάσμα καὶ δημιούργημα, ὃ δὴ ἐξ οὐκ ὄντων γεγένηται. Ἐπεὶ δὲ ταῖς τοιαύταις προθέσεσι καὶ ἡ καθ' ἡμᾶς θεολογία ἐπὶ ταῖς θείαις ὑποστάσεσι κατεχρήσατο, Πλατωνίζοντές τινες τῶν δοκούντων ἀπὸ τῆς ἡμετέρας τυγχάνειν αὐλῆς, ἐπειδή φασι τὰ θεῖα λόγια ἐκ τοῦ πατρὸς γεγενῆσθαι τὰ ὄντα διὰ τοῦ υἱοῦ, διὰ μὲν τῆς «ἐξ» προθέσεως προσκειμένης τῷ πατρὶ ποιητικὸν τοῦτον εἰσάγουσιν αἴτιον, διὰ δὲ τῆς «διὰ» προσκειμένης τῷ υἱῷ εἰς ὀργάνου μοῖραν ἀποκληροῦσι τὸν μονογενῆ λόγον, πέλεκύν τινα τοῦτον (ἀλλ' ἵλεως ἡμῖν εἴης, λόγε θεοῦ) ἢ λαξευτή ριον ἢ ἄλλο τι τῶν χαλκευτικῶν ὀργάνων κατονομάζοντες. εἰσὶ δ' οἳ καὶ ἀναισχυντότερον βλασφημήσαντες τὸν μὲν πατέρα ὕλην εἰρήκασι διὰ τὴν Ἀριστοτελικὴν περὶ τῆς «ἐξ» προθέσεως διάταξιν, τῇ ὕλῃ ταύτην ἀπο κληρώσασαν. Οἱ μὲν οὖν ἔξω θεολόγοι τε καὶ φιλόσοφοι, τὸ πᾶν τῆς θεολογίας ἐν ταῖς λέξεσιν εἶναι τιθέμενοι, οὕτω ταῦτα διεῖλον καὶ διηκρίβωσαν· οἱ δὲ καθ' ἡμᾶς θεοφόροι πατέρες, ἐν τοῖς πράγμασιν ἔχοντες τὴν ἀκρίβειαν, ἧττον τῶν ὀνομάτων φροντίζουσι. διὰ τοῦτο τὴν «ἐξ» πρόθεσιν ποτὲ μὲν ἐπὶ τῆς ὕλης τιθέασιν, ὡς τὸ «ποιήσεις τὴν λυχνίαν ἐκ χρυσίου καθαροῦ», καὶ αὖθις τὴν κιβωτὸν πρὸς τὸν Νῶέ φησιν ὁ θεὸς «ἐκ ξύλων» ἀσήπτων, καὶ «ἐκ πηλοῦ διήρτισαι σύ, ὡς κἀγώ» ἐν τῷ Ἰώβ ἐστι κείμενον, καὶ «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός» (ἁπανταχοῦ γὰρ ἡ πρόθεσις αὕτη τὴν ὕλην δηλοῖ), ποτὲ δὲ τὴν αὐτὴν καὶ ἐπὶ «τοῦ ἐπὶ πάντων» τιθέασι «θεοῦ», ἐκ τοῦ θεοῦ τὰ πάντα γεγενῆσθαι διαταττόμενοι. εἰ μὲν οὖν αἱ προθέσεις αὗται ἀποκληρωτικῶς ταῖς ὑποστάσεσιν ἔκειντο, οὐδ' οὕτω μὲν ἂν εἶχεν αὐτοῖς χώραν τὸ καθ' ἡμῶν δυσσεβές· ἐπεὶ δὲ καὶ αἱ τάξεις ἀμείβονται, ὡς πρῶτον μὲν ἐν τούτῳ κεῖσθαι τὴν «διά», εἶτα τὴν «ἐξ οὗ», ἐν ἄλλοις δὲ τὴν «ἐξ οὗ», εἶτα τὴν «διά», καὶ αἱ προθέσεις ἐπὶ τῶν προσώπων ἐναλ λαττόμεναι φαίνονται, πῶς οὗτοι κυριολογοῦντες τὰ διάφορα ὡς ἀλη θεύοντες δεχήσονται παρ' ἡμῶν; Τὰς μὲν οὖν χρήσεις τῶν τε μεταλήψεων καὶ τῶν ἐναλλαγῶν ἀφθόνως σοι δώσει ὁ μέγας Βασίλειος, εἴ γε ταῖς πρὸς Ἀμφιλόχιον ὁμιλήσαις περὶ τούτων διατυπώσεσιν· ἡμῖν δὲ δεικτέον, ὅπως ἐφ' ἑνὸς προσώπου αἱ διῃρημέναι συνῆλθον προθέσεις. «ἐξ αὐτοῦ» γάρ φησιν ὁ ἀπόστολος «καὶ δι' αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα»· πῶς γὰρ τὸ αὐτὸ πρόσωπον καὶ ποιητικὸν δύναται εἶναι κατὰ Πλάτωνα διὰ τὴν «ἐξ» πρόθεσιν ἢ καὶ ὑλικὸν κατὰ τὸν Ἀριστοτέλην, καὶ ὀργανικὸν διὰ τὴν «διά», καὶ τελικὸν διὰ τὴν «εἰς ὅ»; ἀλλὰ τοῦτο μᾶλλον ἐνδεικτικόν ἐστι τοῦ ἀπὸ τοῦ θεοῦ τὰ πάντα παρῆχθαι καὶ πρὸς τὸν θεὸν ἔχειν τὴν ἐπιστροφήν· πᾶν γὰρ τὸ γεννώμενον, ὡς ἡ πρεσβυτέρα θεολογία φησίν, ἐκεῖθεν ἐπιστρέφει ὅθεν τὴν γένεσιν ἔσχηκε. τὸ μὲν οὖν «ἐξ αὐτοῦ» τὴν ἐκ τοῦ θεοῦ σημαίνει τῶν ὅλων ἀπογέννησιν, τὸ δὲ «εἰς αὐτὸν» τὴν τῶν γεννηθέντων ἐπιστροφήν, τὸ δὲ «δι' αὐτοῦ», μέσον κείμενον, τὴν ποιητικὴν τῶν ὄντων δηλοῖ ἐνέρ γειαν. ἵνα γὰρ μὴ τὴν ὕλην νοήσωμεν διὰ τῆς «ἐξ» προθέσεως, ἥτις ἀπο γεννᾷ μέν, οὐδὲν δὲ παρὰ τὴν γέννησιν ἐνεργεῖ, διὰ τοῦτό φησιν ὁ ἀπόστο λος, «ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ καὶ εἰς αὐτόν», ὅτι τε, φησίν, ἐξ αὐτοῦ τὸ πᾶν προελήλυθε καὶ διὰ τῆς ἐνεργοῦς αὐτοῦ ποιήσεως ἀποτετέλεσται καὶ εἰς αὐτὸν αὖθις ἐπέστραπται. «αὐτῷ ἡ δόξα», κατ' αὐτὸν φάναι τὸν θεῖον ἀπόστολον, «εἰς τοὺς αἰῶνας, ἀμήν».

Intertext edge

Open linked passage

Note