Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
κθʹ. Εἰς τὸ τροπάριον τοῦ κανόνος τῆς Μεταμορφώσεως ἐκ τῆς πέμπτης ᾠδῆσ «Τὸ ἀρχέτυπόν σου», φησὶ τὸ τῆς Δαμασκοῦ κάλλιστον θρέμμα, Ἰωάννης ὁ μελῳδός, ὡς πρὸς τὸν θεὸν τοὺς λόγους ποιούμενος, «ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας», καὶ προστίθησιν· «οὐχ ὡς ἐν εἰκόνι, ἀλλ' ὡς αὐτὸς ὢν κατ' οὐσίαν», καὶ τὸ τοῦ μέλους ἀκροτελεύτιον· «ὁ θεὸς χρηματίσας καὶ ἄνθρωπος». Kαὶ ζητεῖται εἰκότως τί τὸ ἀρχέτυπον κάλλος, ὅπως δὲ τοῦτο ἐμφαίνεται ἐν τοῖς πλάσμασι, νῦν μὲν εἰκονιζόμενον, νῦν δὲ κατ' οὐσίαν δεικνύμενον, καὶ πῶς ἐνταῦθα ἐν τῇ εἰκόνι γενόμενον τὸ παράδειγμα οὐ κατὰ τὴν τῆς εἰκόνος ἐμφαίνεται ὕπαρξιν, ἀλλὰ κατὰ τὴν τῆς οἰκείας φύσεως ἰδιότητα δείκνυται. Καὶ ἵνα μὴ ἀμελῶς τοῦ λόγου ἁψώμεθα, τὰ σοφὰ δὲ σοφῶς ἑρμηνεύσω μεν, ἐπὶ τοὺς τῆς φιλοσοφίας κανόνας ἀνακτέον τὸν λόγον κἀκεῖθεν τοῖς ζητήμασι τὴν λύσιν ἐρανιστέον· φιλοσοφίας δέ φημι οὐ ταύτης δὴ τῆς περὶ τὴν φύσιν εἱλουμένης, ᾗ δὴ τόπος καὶ χρόνος καὶ σῶμα καὶ κίνησις παρ υφίσταται, οὔτε αὖ ἐκείνης, ἥτις ἀκίνητα μὲν ἔχει τὰ εἴδη, ἐν ἐπινοίᾳ δὲ κείμενα, ἣν δὴ μαθηματικὴν ὀνομάζουσιν, ἀλλὰ τῆς ὑπερκειμένης ταύτην, τῆς ἀρχοειδοῦς καὶ ἀνυποθέτου, τῆς ἐν καθαροῖς εἴδεσι καὶ ἀκινήτοις καὶ ἀδιαστάτοις· πρὸς ἣν δεῖ γεωμετρήσαντας ἡμᾶς ἰέναι κατὰ τὸ θεῖον γράμμα τοῦ Πλάτωνος. ἀλλ' οὗτος μὲν διὰ τῶν μαθημάτων ἐπὶ ταύτην παραπέμπει τὸν θεολογήσοντα, ὁ δέ γε τὰ ἐκείνου διαδεξάμενος Πρόκλος καὶ αὐτὴν τὴν μαθηματικὴν ὑπερβάς, ἑτέραν Στοιχείωσιν πρὸς θεολογίαν συντίθησι. λέγει γοῦν που τῶν κεφαλαίων αὐτοῦ ὡς καὶ τὰ ὑπέρτερα ἔνεισι τοῖς ὑφειμένοις καὶ τὰ ὑφειμένα τοῖς ὑπερτέροις· ἀλλὰ πάλιν ἐν οἷς Χαλδαΐζει ἄλλον τρόπον φησί, περὶ τῶν αὐτῶν λέγων, ὡς τὰ μὲν οὐράνια ἐν γῇ χθονίως εἰσί, τὰ [δὲ] ὑψηλότερα παραδειγματικῶς ἐν τοῖς καταδεεστέροις, τὰ δὲ ταπεινότερα εἰκονικῶς ἐν τοῖς ὑπ [ερτέροις, τὰ δὲ] χθόνια ἐν οὐρανῷ οὐρανίως. τούτοις γοῦν τοῖς δυσὶ κανόσιν ἑπόμενοι δείξομεν ὅπως τὰ παραδείγματα ἐν ταῖς εἰκόσι γινόμενα πῇ μὲν πρὸς τὴν ἐκείνων φύσιν τὰς ἐμφάσεις ἑαυτῶν δεικνύουσι, πῇ δὲ κατὰ τὴν ἰδίαν οὐσίαν ὑφίστανται. Ὁ θεός, ἀγαθὸς ὢν καὶ φθόνου παντὸς ὑψηλότερος, ἅπαντα δὴ τὰ δημιουργήματα τῆς ἰδίας ἀγαθότητος πεποίηκε μέτοχα· οὐδὲν γάρ ἐστι τῶν ὄντων ὃ μὴ μετέχει θεοῦ· θεὸς δὲ καὶ τὸ ἀγαθὸν ταὐτόν. κἂν γοῦν αὐτὴν εἴπῃς τὴν ὕλην, οὐδ' αὕτη τοῦ ἀγαθοῦ ἀπεστέρηται, οὐσιωμένη ἐν τῷ ἐπιτηδείως ἔχειν πρὸς τὴν καταδοχὴν τῶν εἰδῶν. ἐπεὶ οὖν τὰ πάντα ἐπιτηδείως ἔχει πρὸς τὴν παραδοχὴν τῶν θείων ἐμφάσεων, οὐκ ἐπίσης τὴν ἐπιτηδειότητα κέκτηται· ἀλλ' ὅσα μὲν ἐγγίζει τῷ θεῷ, ταῦτα δὴ καὶ καθαρωτέρας τοῦ θείου τὰς ἐμφάσεις ἐμφαίνει, ὥσπερ δὴ τὰ καθ' ἡμᾶς χερουβὶμ καὶ ἡ σύμπασα τῶν ἀγγέλων τάξις, ὅσα δὲ ἀπῴκισται, ἐν τούτοις ἀμυδροτέροις εἴδεσι τὸ θεῖον ἐξεικονίζεται. αἱ γὰρ ἀπὸ τοῦ ἑνὸς ἐλλάμψεις πεμπόμεναι, εἰκόνες τῆς ἐκείνου οὐσίας τυγχάνουσαι, ἄλλως μὲν ταῖς ὑπερτέραις {οὐσίαις} ἰνδάλλονται τάξεσιν, ἄλλως δὲ ταῖς ὑφειμέναις. ἐν πάσαις γοῦν ταύταις οὐ κατ' οὐσίαν ὁρᾶται τὸ θεῖον, ἀλλ' ἐν εἰκόσι τισὶ καὶ ἐν [......] μασι καὶ λεπτοτάτοις καὶ ἀμυδροῖς ἴχνεσιν, ἐπεὶ μηδ' ἔστι τις γεννητὴ φύσις οὐσίαν χωρῆσαι δυναμένη θεοῦ. διὰ ταῦτα πρὸς τὴν ἐπιτηδειότητα τοῦ δεχομένου καὶ ἡ ἔλλαμψις γίνεται. ἄγγελοι μὲν οὖν θεοῦ φαντασίαν ἐνοπτριζόμενοι κατὰ τὸ ὑπερβε βηκὸς τῆς φύσεως φαντασίαν ὑποδέχονται, φῶτα ἴσως δεχόμενοι καθαρὰ καὶ ἀρρήτους αἴγλας καὶ ἀκηράτους λαμπρότητας· ἄνθρωποι δὲ τὴν φύσιν ὑπερβάντες ἄλλοι ἄλλως περὶ ἑαυτοὺς τὰς θεοφανείας κατεκερμάτι σαν, ὅθεν οἱ μὲν ἐν εἰκόνι τροχοῦ τὸν θεὸν ἑωράκασιν, οἱ δ' ὡς ἠλέκτρινον αὐτὸν τεθέανται, οἱ δὲ «ὡς εἶδος τοῦ βεζέκ», τουτέστι τῆς ἀστραπῆς, καὶ ἄλλοι ὡς γνόφον καὶ θύελλαν, ἕτεροι δὲ κατόπιν αὐτοῦ παρερχομένου γεγονότες τοῖς ὀπισθίοις μόνοις ἐνητένισαν. Τί οὖν; εἴπωμεν ὅτι ἠλέκτρινος τὴν οὐσίαν ὁ θεὸς ἢ κεραύνιος τὴν φύσιν ἐστίν, ἢ κατὰ τὸν γνόφον οὐσίωται, ἢ πολυμερής ἐστι τὴν ὑπόστα σιν, ὡς ἐμπροσθίοις καὶ ὀπισθίοις οὐσιοῦσθαι τοῖς μέρεσιν; ἄπαγε τοῦ λόγου. ἀλλ' ἐπειδήπερ ἡ τῶν θεωμένων φύσις χωρεῖν τοῦ θείου τὴν οὐσίαν ἀδύνατος ἦν, ἐν ἐκείνοις τοῖς εἴδεσιν αὐτοῖς ἐμφαντάζεται ἃ δὴ καὶ ἰδεῖν δεδύνηνται· οὐ γὰρ παρὰ τὴν τοῦ θείου φύσιν ἡ τῶν εἰκόνων ἐλάττωσις, ἀλλὰ παρὰ τὴν τῶν ὁρώντων ἀσθένειαν. ὁρᾷ δὲ ἄλλος ἄλλως καὶ ὡς ἕκαστος ἔλαχεν ἢ φύσεως ἢ ἐπιτηδείας ἕξεως. ὥσπερ γὰρ ὁ ἐμφανὴς οὗτος ἥλιος, ὁ αὐτὸς ἐν πᾶσιν ὢν ἀναλλοίωτος καὶ πᾶσιν ὁμοτίμως τὰς ἀκτῖνας ἐπαφιείς, παρ' ἄλλοις ἄλλως ὁρᾶται φαινόμενος, καὶ ἴ γε καθ' ὑπόθεσιν ἀγχοῦ που τῆς ἐκείνου σφαίρας γῆν ὑποθείημεν, εἶτ' αὖθις ὑπὸ ταύτην ἑτέραν καὶ αὖθις ἄλλην καὶ ἄλλην ἄχρι τῆς καθ' ἡμᾶς οἰκουμένης, ἀναλογίαν ἐν τῇ ὑφέσει τῶν διαστάσεων σῳζουσῶν, οἱ μὲν ἐν τῇ πρώτῃ γῇ ἀπειροπλασίῳ μεγέθει τοῦτον ἂν ἐθεῶντο τὴν γῆν ὑπερβάλλοντα, οἱ δ' ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ καὶ ἐφεξῆς ταῖς λοιπαῖς ἐν ἐλάττονι τῶν ὑπερτέρων, ἡμεῖς δὲ τοῦτον καὶ πολλῷ τῆς γῆς ἐλάττονα θεώμεθα, τὸ δ' αἴτιον ἡ ἀπόστασις, ὁρῶμεν δὲ καὶ ἀμυδροτέροις τοῖς φέγγεσι λάμποντα, ὁπότε δὴ νεφέλη περικαλύπτει τὸν οὐρανόν· ταῦτα δὲ πάντα γίνεται οὔτε τοῦ ἡλίου σμικρυνομένου ταῖς ἀποστάσεσιν οὔτε τῶν φώτων αὐτοῦ ἠλαττωμένων τῇ τῆς ἀχλύος ὑποδρομῇ, ἀλλ' ἡμῶν ἀσθε νούντων ἢ ὅλον αὐτοῦ χωρῆσαι τὸ σῶμα ἢ καθαρὰς τὰς ἀκτῖνας ἰδεῖν– ἐπεὶ οὖν μὴ ὡς ἔχει φύσεως ὁρῶμεν, ἐν εἰκόνι τοῦτον καὶ σκιαῖς φανταζό μεθα· τὸν δὲ θεὸν καὶ μᾶλλον εἰκονιζόμεθα, ὅτι μὴ σεσωμάτωται, ἵν' ὅλοις τοῖς ὀφθαλμοῖς ἡμῶν ὑποπέσῃ, ἀλλ' ὅλος ἐστὶν ἀπερίληπτος καὶ ἀόρατος. Ἀλλὰ πάλαι μὲν ἐν εἰκόσιν ἡμῖν ἐδείκνυτο ὁ θεός, «ὅτε δ' ἦλθε τοῦ χρόνου τὸ πλήρωμα» καὶ «εἰς τὰ τέλη τῶν αἰώνων κατηντήκαμεν» κατὰ τὸν ἀπόστολον, τότε δὴ αὐτὸς «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος», ἡ μία ὑπόστασις τῆς τριαδικῆς ἐλλάμψεως, ἐπὶ τὴν ἰδίαν εἰκόνα οὐσιωδῶς κεχώρηκεν, οὐκ ἐλλάμψας ἡμῖν τὴν αὐτοῦ θεοφάνειαν, ἀλλὰ τῷ ἑαυτοῦ προσώπῳ οὐσιωδῶς τὴν ἡμετέραν φύσιν ὑποστησάμενος. τέως μὲν οὖν ἐκρύπτετο τὸ ἀκήρατον κάλλος ὑπὸ τὸ πρόσλημμα, ἐπεὶ δὲ ἔδει ποτὲ οἷον ἀπό τινος δίσκου ἐναυγάσαι τοῦτο τῷ πλάσματι, ὄρος μὲν αὐτῷ πρὸς τοῦτο ἡτοίμαστο τὸ Θαβώριον, ἐξελέγησάν τε καὶ τῶν μαθητῶν οἱ μᾶλλον ἔκκριτοι, οἳ δὴ καὶ τῷ Ἰησοῦ συνανέβησαν. εἶτα τί; Μωυσῆς αὐτῷ καὶ Ἠλίας ἐμ [φ] αίνονται, οἱ μᾶλλον τῶν προφητῶν δοκιμώτεροι καὶ τὴν τούτου κάθοδον εἰκονικῶς προτυπώσαντες, ἵν' ὃν ἐν σκιαῖς [εἶδον], τοῦτον καὶ ἀληθῶς θεάσωνται λάμποντα· μετὰ ταῦτα δὲ ἀλλοίωσις τῆς μορφῆς καὶ αἴγλη περὶ τὸ πρόσωπον [.......] τος λαμπρότητες ἀποστίλβουσαι. Ἐπὶ τούτοις γοῦν τὸ μέλος συντέθειται καὶ θαυμασίως τεθεολόγηται. [..........] οἰηθῇ ἐξ ἡλιακῆς τοῦτον περιλαμφθῆναι φαιδρότητος, «τὸ ἀρχέτυπόν σου» φησίν «ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας». ἀρχέτυπον δὲ κάλλος ἡ τῆς τοῦ υἱοῦ ὑποστάσεως ἀκήρατος τῷ ὄντι μαρμαρυγή. εἶτα, ἐπειδὴ καὶ πολλοῖς ἄλλοις θεῖαι λαμπρότητες ἐνεφάνησαν, ὥσπερ δὴ καὶ Μωυσῆς ὁμοῦ τε «εἶδε» τὴν «θείαν λαμπρότητα καὶ πεπόνθει» ταύτην κατὰ τὸ πρόσωπον, οὐχ οὕτω, φησί, κατήστραψας ἣν προσείληφας φύσιν, ὡς εἰκονικὴν καὶ ἀμυδρὰν εἶναι τὴν ἔλλαμψιν, «ἀλλ' ὡς αὐτὸς ὢν» ὁ ἐλλάμψας καὶ ἐλλαμφθείς· μία γὰρ ὑπόστασις καὶ αὖθις μεμένηκας, ὁ ἀεὶ ὢν καὶ ἀιδίως συνὼν τῷ πατρί, ὁ αὐτὸ «χρηματίσας καὶ ἄνθρωπος». Σὺ δέ μοι ὅρα τοῦ Ἰησοῦ τὸ φιλάνθρωπον καὶ τὴν ἄπειρον συγκατάβασιν, ὅτι δεῆσαν κατιέναι οὐκ ἐξ ὑπογύου ταῖς ὑπερτέραις συνῆπται δυνάμεσιν, «οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραάμ», φησί, καὶ «ἐκένωσεν ἑαυτὸν ἄχρι δούλου μορφῆς». καὶ ἀγγέλοις μὲν εἰκόνας τινὰς καὶ σκιὰς τῆς ἑαυτοῦ δίδωσιν ὑποστάσεως, καὶ ἡμῖν ὅλον ἑαυτὸν ἐμπαρ έσχε, καὶ οὐδὲ τὴν ἐσχατιὰν τοῦ σώματος ἡμῶν ἀπηξίωσεν, ἀλλὰ διὰ μέσης ψυχῆς ὅλος ὅλῳ μοι συνήφθη, «ὅλην τῇ θεότητι μίξας τὴν ἀνθρω πότητα». αἱ μὲν γὰρ ὑποστάσεις μεμερισμέναι πεφύκασι τῆς τριαδικῆς ἐλλάμψεως, καὶ ἑκάστη μετὰ τῆς συμφύτου γνωρίζεται ἰδιότητος· πατὴρ γὰρ καὶ υἱὸς καὶ πνεῦμα, καὶ αἱ ἰδιότητες ἀγεννησία καὶ γέννησις καὶ ἐκπόρευσις, ἡ δὲ θεότης μία· ἥ τε γὰρ ἐν τῷ πατρί, αὕτη καὶ ἐν υἱῷ καὶ ἐν τῷ πνεύματι, καὶ ἡ ἐν τῷ υἱῷ αὖθις καὶ ἐν τοῖς δυσί, καὶ ἡ ἐν τῷ πνεύματι ἡ αὐτὴ ἥτις καὶ ἐν τῷ πατρὶ καὶ ἐν τῷ υἱῷ. ὅλην γοῦν ἔχων τὴν θεότητα τὴν ἐν τῷ πατρὶ καὶ ἐν τῷ πνεύματι κατελήλυθεν ὁ υἱός, καὶ τῇ αὐτοῦ ὑποστάσει τῇ υἱικῇ ὅλην τὴν ἡμετέραν φύσιν διὰ τοῦ κυριακοῦ ὑποστησάμενος σώματος, κατέμιξε τῇ θεότητι καὶ συνῆψε τὰ διεστῶτα, ἀνθρωπότητά φημι καὶ θεότητα, διὰ τῆς μιᾶς αὐτοῦ ὑποστά σεως. ἐπεὶ γὰρ μία τυγχάνων ὑπόστασις ὁ υἱός, ἀμερίστως ἐν ταύτῃ τήν τε πατρικὴν εἶχε θεότητα καὶ τὴν τοῦ πνεύματος, ἥνωσε δὲ καὶ τῇ ἑαυτοῦ ὑποστάσει τὸν ἄνθρωπον, οὐ τόνδε ἢ τόνδε, ἀλλὰ τὴν ὅλην φύσιν, πάντως δήπου καὶ τῇ θεότητι τοῦτον συνήνωσε. Δυνατὸν μὲν οὖν καὶ οὕτως τὸ μέλος ἀναγινώσκεσθαι. ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ὅλῃ τῇ θεότητι τὴν ἀνθρωπότητα ἥνωσε. κάλλιον δὲ τοῦτο δὴ τὸ τῆς ὁλότητος ὄνομα κατ' αἰτιατικὴν πτῶσιν ἀναγινώσκεσθαι· τὸ γὰρ ὅλον τοῦ συνεχοῦς τυγχάνον ποσοῦ, ὥσπερ τὸ πᾶν ἐκ διῃρημένου, ἐκ μερῶν τήν τε προσηγορίαν καὶ τὴν ὕπαρξιν ἐκληρώσατο. διὰ τοῦτο οὐδὲ ὅλον φαμὲν τὸν ἄνθρωπον τὸν παρ' ἕνα τυγχάνοντα δάκτυλον. ἐπεὶ οὖν τὸ ὅλον μερῶν ἐστιν ὅλον, κατ' αὐτὸν φάναι τὸν Πορφύριον, τοῖς μεριστοῖς δήπου ἁρμόσει τὸ ὄνομα, ἀμερίστῳ δὲ οὐδ' ᾡτινιοῦν προσάψεις. δύο τοίνυν φύσεων ἐν τῇ τοῦ Χριστοῦ συνελθουσῶν ὑποστάσει, ἡ μὲν ἀμέριστος ἦν, φημὶ δὴ τὴν θεότητα, ἡ δὲ μεριστή, ἥτις ἡ ἀνθρωπότης ἐστί. διὰ τοῦτο καὶ ὁ μελῳδὸς τὸ τῆς ὁλότητος ὄνομα τῇ ἀνθρωπότητι συνήρμοσεν, ἥτις δὴ καὶ ὅλον ἐστίν, ὅτι ἐκ μερῶν· ὁ δὲ θεὸς οὐχ ὅλον, ἀλλ' ἁπλῶς θεός. πλὴν ταῦτά φημι, οὐκ ἀγνοῶν ὅτι καὶ τῷ τοῦ ὅλου ὀνόματι ἐπὶ θεοῦ τινες κατεχρήσαντο («ὅλος» γάρ φησι «θεὸς καὶ ὅλος ἄνθρωπος»), ἀλλ' ὅτι ταῦτα μὲν κυριολεκτούντων, ἐκεῖνα δὲ καταχρωμένων.