Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
λʹ. Εἰς τὸ «ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ τρόπῳ τῆς ἀντιδόσεως ἡ φύσις ἡ ἑνωθεῖσά μοι· Χριστὸν ἕνα διό με γνῶτε, τὰ ἐξ ὧν ἐν οἷς ἅπερ πέφυκα σῴζοντα». Πρὸ τῆς κατὰ μέρος τοῦ «ὡς ἄνθρωπος ὑπάρχω» ζητήσεώς τε καὶ ἐξηγήσεως τοῦτο διερευνήσασθαι χρή, τίς ἐστιν ὁ τοῦτο φθεγγόμενος, ὃν δὴ ὁ μελῳδὸς ὑποκρίνεται. ἆρά γε ὁ κυριακὸς ἄνθρωπος, τουτέστι τὸ πρόσλημμα, ἢ ὁ τὴν ἡμετέραν μορφὴν ὑποδύς, τὸ υἱικὸν τῆς μακαρίας τριάδος πρόσωπον, ἢ ἡ ἐξ ἀμφοτέρων τῶν δύο φύσεων ὑπόστασις καὶ ἐν ἀμφοτέραις ταῖς φύσεσιν; ἔμοιγε γὰρ δοκεῖ ὅτι ἐπίσης ἁμαρτάνουσιν οἵ τε τῷ ψιλῷ ἀνθρώπῳ τοὺς λόγους περιτιθέμενοι καὶ οἱ τῷ ἀσωμάτῳ θεῷ. πῶς γὰρ ἂν εἴπῃ σαρκίνη φύσις «ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ», ἢ πῶς ἡ θεία φύσις τὸ αὐτὸ τοῦτο φθέγξεται; δῆλον οὖν ὡς τῆς συνθέτου ὑποστάσεώς ἐστιν ἡ φωνή. ἓν γὰρ καὶ μετὰ τὴν ἕνωσιν μεμένηκε πρόσωπον, σῷζον τὰς συνεληλυθυίας φύσεις καθαρὰς καὶ ἀσυγχύτους ἐν τοῖς ἰδίοις ἰδιώμασιν. οὐδὲ γὰρ ἐκ δύο μὲν φύσεων ἡ τοῦ θεοῦ σάρκωσις, μία δὲ μετὰ τὴν ἕνωσιν γέγονε κατὰ τὴν Νεστοριακὴν λύτταν, ἀλλ' αἱ διάφοροι συνεληλυθυῖαι φύσεις καὶ μίαν ὑπόστασιν ἐργασάμεναι οὐ συνεχύθησαν ἐν τῇ πρὸς ἀλλήλας ἀνακράσει, οὐδέ τι ἕτερον κοινὸν ἐκ τοῦ μίγματος γέγονε. τὰ μὲν γὰρ σώματα, ἐκ τῶν τεσσάρων στοιχείων εἰληχότα τὴν κρᾶσιν, ἄλλο τι παρ' ἐκεῖνα τυγχάνει· οὔτε γὰρ ὁ λίθος οὔθ' ὁ σίδηρος οὔτε τὸ ἡμέτερον σῶμα ἢ πῦρ ἐστι καθαρῶς ἢ ἀὴρ ἤ τι τῶν ἄλλων στοιχείων, ἀλλ' ἐξ ἐκείνων μὲν συνεκράθη, ἄλλο δέ τι μετὰ τὴν σύγκρασιν γέγονε. τῆς θείας δὲ μορφῆς ἤτοι φύσεως ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων τῇ ἀνθρωπίνῃ οὐσίᾳ ἀτομωθείσῃ συνελη λυθυίας, οὐκ ἄλλο τι γέγονεν ἀπὸ τῆς ἀρρήτου ταύτης μίξεώς τε καὶ κράσεως, ἀλλὰ καὶ μετὰ τὴν ἕνωσιν αἱ φύσεις τὸ ἀσύγχυτον ἔχουσιν. Ἵνα δὲ καὶ πρὸς παράδειγμα βλέπωμεν, ὁ καθ' ἕκαστον ὑποκείσθω ἄνθρωπος, εἰς οὗτινος ὑπόστασιν σῶμα συνελήλυθε καὶ ψυχή, ἀλλ' οὐκ ἄλλο τι παρὰ ταῦτα ὁ μερικὸς ἄνθρωπος. πλὴν μέχρι τούτου στήτω ἡμῖν τὸ παράδειγμα· προσωτέρω γὰρ χωρῶν πολλὴν εὑρήσεις διαφοράν. ἐπὶ μὲν γὰρ τοῦ μερικοῦ ἀνθρώπου ἰδιαζόντως τὸ σῶμα καὶ ἡ ψυχὴ λέγεται, καὶ οὔτε ἡ ψυχὴ σῶμα ἂν κληθείη ποτὲ οὔτε τὸ σῶμα ψυχὴ προσαγορευθείη· ἐπὶ δὲ τῆς τοῦ θεοῦ καθ' ἡμᾶς ὑποστάσεως καὶ τὸν θεὸν θαρρούντως ἂν εἴπῃ τις ἄνθρωπον καὶ τὸν ἄνθρωπον θεόν, μεταχω ρούντων ἀλλήλοις τῶν ὀνομάτων καὶ ἀντιδιδομένων κατὰ τὴν ἄρρητον συμφυΐαν καὶ σύγκρασιν. καὶ τῶν μὲν μερικῶν ἀνθρώπων ἔστι τι κοινὸν εἶδος, διὸ ἀπαράλλακτα κατὰ τοῦτο τὰ μερικὰ λέγονται· οἱ γὰρ κατὰ μέρος ἄνθρωποι τοῖς χαρακτῆρσι διεστηκότες τὴν ἀπαραλλαξίαν κατὰ τὸ εἶδος ἔχουσι. τῆς δὲ θείας ἐκείνης τῶν φύσεων ὑποστάσεως οὐκ ἔστι τι κοινὸν ὄνομα Χριστὸς ὀνομαζόμενον, ὥσπερ ἐφ' ἡμῶν ἄνθρωπος, ὅτι μηδὲ πολλοὶ οὕτως Χριστοί, ἀλλ' εἷς, «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος», τῇ θεότητι μίξας τὴν ἀνθρωπότητα. Εἰ δέ τις τὰ τοῦ Νεστορίου φρονῶν ἀπαντήσει πρὸς ἡμᾶς ὡς, εἰ ἐκ δύο φύσεων ὁ ἄνθρωπος σύγκειται, τοῦτον δὲ ὁ θεὸς προσελάβετο, ἑτέρα παρὰ τοῦτον φύσις τυγχάνων, διὰ τί μὴ ἐκ τριῶν φύσεων δοξάζετε τὸν Χριστόν, δύο μὲν τῶν τοῦ ἀνθρώπου, ψυχῆς φημι καὶ σώματος, μιᾶς δὲ τῆς οἰκείας; ἐκεῖνο πρὸς αὐτὸν λέγετε· ὦ λῷστε, τὰ ἑνούμενα ἐκ τῶν προσεχῶν ἑνοῦσθαι λέγεται, ἀλλ' οὐχὶ τῶν πόρρω. διὰ τί γὰρ καὶ αὐτὸς μὴ τὸν ἄνθρωπον ἐκ πέντε λέγεις συγκεῖσθαι καί, τό γε ἀληθέστερον, ἐξ ἑπτά, μιᾶς μὲν τῆς ψυχῆς, τεσσάρων δὲ τῶν στοιχείων τοῦ σώματος, καὶ ἔτι ὕλης καὶ εἴδους τῶν πορρωτέρω; καὶ ἡμεῖς μὲν τὸν Χριστὸν ἐκ δύο φύσεων δογματίζοντες, ὡς μίαν φύσιν τὸν ἄνθρωπον προσλαμβάνομεν, πρὸς τὸ προσεχὲς ἀφορῶντες καὶ οὐ πρὸς τὰς φύσεις, ἐξ ὧν ἐκεῖνος συνέστηκεν. εἰ δὲ καὶ πρὸς ταύτην λυττᾷ τὴν ἐπίλυσιν, καὶ ἑτέραν προσ θείη, ὡς ὁ ἄνθρωπος ἢ μερικός ἐστιν ἢ καθόλου, ἡμεῖς δέ φαμεν τὸν καθόλου ἄνθρωπον ἀνειληφέναι τὸν κύριον, ὃς δὴ καὶ ἀσύνθετός ἐστι καὶ διὰ τοῦτο μία φύσις λεγόμενος. Ἐπεὶ οὖν ἄρρητος ἡ ἕνωσις γέγονε καὶ ἀρρητοτέρα ἡ τῶν φύσεων μεταχώρησις, τὴν τοιαύτην ἀπορρήτως μετάβασιν ἀντίδοσιν ὁ μελῳδὸς ὀνομάσας, ὡς ἐκ προσώπου τοῦ καθ' ἡμᾶς ὑποστάντος θεοῦ, τοῦ ἑνὸς προσώπου φημί, τὴν θαυμασίαν ταύτην ᾠδὴν ἀναβάλλεται, «ὡς ἄνθρωπος ὑπάρχω οὐσίᾳ, οὐ φαντασίᾳ, οὕτω θεὸς τῷ τρόπῳ τῆς ἀντιδόσεως ἡ φύσις ἡ ἑνωθεῖσά μοι», τὰς Νεστορίου καὶ Εὐτυχοῦς δόξας εὐθὺς ἀναιρῶν. ὁ μὲν γὰρ Νεστόριος, τὴν ὑπόστασιν δεχόμενος τῆς σαρκός, φαντασιοῦσθαι ἐν αὐτῇ τὸν θεὸν ἔλεγεν· Εὐτυχὴς δέ, τὸν θεὸν φάσκων ἀληθῶς γεγενῆ σθαι, φαντάσαι τὴν σάρκα δυσσεβῶς ἐδογμάτιζεν. Ἀλλ' ἐπειδὴ πάντῃ ἄτοπος ἡ τοῦ Εὐτυχοῦς αἵρεσις (πῶς γὰρ σῶμα παχυμερές τε καὶ διεστηκός, ὕπνῳ τε δουλεῦον καὶ πάθεσι τοῖς ἀδιαβλή τοις, ἱδρῶτί τε ῥαινόμενον καὶ ποτὲ μὲν ἐμβριμώμενον, ποτὲ δὲ εἰς ἱλαρότητα διαχεόμενον, ἐν φαντασίᾳ ἂν λογισθείη καὶ οὐκ ἀληθείᾳ καὶ ὑποστάσει;), ἐντεῦθεν ὁ μελῳδὸς τὸν ὕμνον ποιούμενος, φησίν, αὐτῷ δὴ τῷ θεῷ τοὺς λόγους περιτιθέμενος, ὅτι ὥσπερ δὴ θεὸς ὢν κατ' οὐσίαν ἄνθρωπος γέγονα τέλειος «οὐσίᾳ, οὐ φαντασίᾳ», τουτέστιν ὑπάρξει (οὕτω γὰρ ἐνταῦθα τὴν οὐσίαν ἀκουστέον καὶ οὐ κατὰ ψιλὴν ἔλλαμψιν, ἵνα μὴ σχετικὴ νομισθείη ἡ ἕνωσις), οὕτω δὴ καὶ ἡ ἑνωθεῖσά μοι σὰρξ θεὸς γέγονε τέλειος κατὰ τὸν τρόπον τῆς ἀντιδόσεως. ἀντίδοσις δέ ἐστιν ἡ τῶν φύσεων πρὸς ἀλλήλας ἀντιπεριχώρησις καί, ὡς ἄν τις εἴπῃ, ἀμοιβή τις καὶ μετάδοσις· ὥσπερ γὰρ ἄνθρωπος, φησί, γέγονα τέλειος, μείνας θεὸς ὅπερ ἦν, οὕτω δὴ καὶ ἡ ἑνωθεῖσά μοι φύσις θεὸς γέγονε τέλειος, μείνασα σὰρξ ὅπερ ἦν. τοιοῦτον γὰρ τὸ καθ' ἡμᾶς δόγμα· αὐτόν τε γὰρ τὸν θεὸν θαρρούντως ἄνθρωπον ὀνομάζομεν καὶ τὸν ἄνθρωπον θεόν. διὰ τοῦτο κἀν τοῖς πράγμασιν ὡς βουλόμεθα χρώμεθα τοῖς ὀνόμασι, καὶ τὸν μὲν θεὸς διατετρῆσθαι λέγομεν ἐπὶ τοῦ σταυροῦ, τὸν δὲ ἄνθρωπον ἀναστῆσαι τὸν Λάζαρον· καίτοι γε ἐκεῖ μὲν ἄνθρωπος ἦν ὁ διατρηθείς, ἐνταῦθα δὲ θεὸς ὁ τὴν θαυματουργίαν πεποιηκώς. ἐπειδὴ γὰρ γέγονεν ἡ τῶν φύσεων ἀντιπεριχώρησις ἀκριβὴς καὶ τελεία, διὰ τοῦτο καὶ τοῖς ὀνόμασιν ἀντιπερι κεχωρηκότως χρώμεθα, τουτέστιν ἀντιτετυπωμένως. «Χριστὸν» γοῦν «ἕνα διό με γνῶτε, τὰ ἐξ ὧν ἐν οἷς ἅπερ πέφυκα σῴζοντα»· ἐπεὶ γὰρ τὸ τοῦ Χριστοῦ ὄνομα τὸ συναμφότερον δηλοῖ τῶν φύσεων, κἄν τινες ἄλλως παραβιάζωνται, διὰ τὸ «Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε» ἐπὶ γυμνοῦ τοῦ θεοῦ τοῦτο κατηγοροῦντες, ἓν δὲ πρόσωπον καὶ μετὰ τὴν ἕνωσιν γέγονεν ὁ θεός, ὃ δὴ καὶ θεός ἐστι καὶ ἄνθρωπος τέλειος διὰ τὴν θαυμασίαν ταύτην ἀντίδοσιν, «Χριστὸν ἕνα» φησί «διό με γνῶτε». διὰ γὰρ τὸ ἀντίδοσιν γενέσθαι τῶν φύσεων ἕνα με γνῶτε Χριστόν, οὐ τὰς φύσεις παραχαράξαντα, ἀλλὰ «τὰ ἐξ ὧν ἐν οἷς ἅπερ πέφυκα σῴζοντα»· ἔκ τε γὰρ δύο ὑφέστηκα φύσεων καὶ ἐν ταύταις ταῖς φύσεσι πέφυκα, μᾶλλον δὲ οὐδὲν ἕτερον παρὰ ταύτας τὰς φύσεις εἰμί, ἀλλὰ τοῦτο αὐτό εἰμι, δύο φύσεις, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος. οὐ γὰρ εἴ τι ἐξ ὧν ἐστι, τοῦτο δὴ αὐτὰ ἐκεῖνα τυγχάνει τὰ ἐξ ὧν· «ἐκ πυρὸς» γὰρ «καὶ γῆς» ὁ οὐρανὸς κατὰ Πλάτωνα, ἀλλ' οὐχ ἅπερ ἐκεῖνα ὁ οὐρανὸς πέφυκεν. ὁ δὲ Χριστὸς ἐξ ὧν πέφυκεν ἢ συνέστηκεν ἐκεῖνα τυγχάνει, οὐκ ἄλλο τι ποιησάσης τῆς μίξεως. ἐκ δύο γοῦν φύσεων ὁ Χριστὸς καὶ ἐν ταύταις ταῖς φύσεσιν. ἀλλ' ἐπειδὴ τὸ ἔν τινι ἄλλο τι πέφυκε παρὰ τὸ ἐν ᾧ ἐστιν (οὕτω γὰρ ἐν τῇ τοῦ ἔν τινι ἑνδεκαχῇ ὁμωνυμίᾳ μεμαθήκατε), ἵνα μή τις οἰηθείη ὡς, εἰ ἐν ταῖς φύσεσιν ὁ Χριστὸς ἐξ ὧν συνέστηκεν, ὡς συμβεβηκός ἐστιν ἐν ἐκείναις καὶ ἄλλο τι παρὰ ταύτας, τὸ «ἅπερ πέφυκα» προσῆψεν ὁ μελῳδός, ἐξ ἑτέρου θεολόγου τὴν τοιαύτην θεηγορίαν ἐρανισάμενος, μᾶλλον δὲ συνημμένως ὅλην λαβὼν τὴν περίοδον, ὡς ἴστε, καὶ μεταλλάξας μικρὸν τὰ ὀνόματα διὰ τὴν πρὸς τὴν ἁρμονίαν ἠχώ. Καὶ ταῦτα μὲν ἐκεῖνος συντετμημένως, ἐγὼ δὲ τὴν τῆς ᾠδῆς θεωρίαν ἀναπτυξάμενος, ἅπερ ἐκεῖνος συνεσπειραμένως εἴρηκεν ἀποτάδην διηρμή νευκα. δεδόσθω γοῦν ἐκείνῳ μὲν ὁ νοερὸς χαρακτήρ, ἐμοὶ δὲ ἡ τῆς διανοίας διέξοδος· ὁ μὲν γὰρ νοῦς εἰς ἑαυτὸν ἀνελιττόμενος βραχύς ἐστι τὴν προφοράν, ἡ δὲ διάνοια τὸν νοῦν ὑποβᾶσα διεξοδικωτέρα ἐστί. καὶ ἀφάνταστα μὲν ἄμφω κατὰ τὸν μέγαν Πορφύριον καὶ πρὸ αὐτοῦ τὸν Ἀρίστωνος, ἀλλ' ὁ μὲν νοῦς ἀκινήτως οἶδεν ὅπερ ἐπίσταται, ἡ δὲ διάνοια, κατ' αὐτὸ δὴ τὸ ὄνομα ὁδὸν διά τι διανύουσα, ἐν κινήσει τὴν τῶν πραγ μάτων ἔχει ἀντίληψιν.