Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
λαʹ. Τοῦ αὐτοῦ εἰς τὸ «κύριε, ἐλέησον» Δοκεῖ τισιν ἁπλοῦν εἶναι καὶ ταῖς προχείροις ἡμῶν ἐννοίαις τὸ «κύριε ἐλέησον» ἐγκείμενον, ὅτι δὴ καὶ καθωμίληται καὶ πάντες ἐξ αὐτομάτου γλώττης τὸ τοιοῦτον ῥητὸν ἀναπνέουσιν· ἐμοὶ δὲ καὶ λίαν δυσκατανόητον φαίνεται καὶ ἀμφίβολός εἰμι τοῖς λογισμοῖς. πρῶτον μὲν διὰ τί, πολλῶν προσαρμοζουσῶν προσηγοριῶν τῷ κρείττονι, ἡ τοῦ «κύριος» φωνὴ ἐνταῦθα προκέκριται; ἔπειτα δέ, πολλῶν αὐτῷ οὐσῶν τῶν δυνάμεων, δικαιοσύνης, φημί, ἀνεξικακίας καὶ φιλανθρωπίας, διὰ τί ἡ τοῦ ἐλεεῖν προσηγορία συνῆπται τῷ «κύριε»; ζητῶ δὲ καὶ τί ἑκάτερα δύναται, καὶ πότερον «τῷ ἐπὶ πάντων θεῷ», τῷ πατρὶ «τοῦ μονογενοῦς υἱοῦ», κυριολογεῖται τὸ «κύριε» ἢ τῷ υἱῷ ἢ τῷ συντεταγμένῳ τούτοις πνεύματι. πρὸς τίνα δὲ ἡμεῖς ποτνιώμενοι τοῦτο προσάγομεν τὸ ῥητόν; ἆρα ἑνὶ τῶν τριῶν προσώπων, ἢ τῷ κοινῷ ὀνόματι τῆς θεότητος; καὶ εἰ ἑνί, πάντως ἀφωρισμένῳ τινί, καὶ διὰ τί τούτῳ μέν, ἐκείνῳ δ' οὔ; εἰ δὲ τῷ κοινῷ, ζητῶ ποῖα μὲν τῶν ὀνομάτων δεικνύει τὴν ἕνωσιν, ποῖα δὲ τὴν διάκρισιν. αὐτὸ δὲ τὸ «ἐλέησον» τίνα ἔχει τὴν δύναμιν; ἆρα τὴν αὐτὴν τῷ «δικαίωσον»; καὶ μὴν πρὸς τοῦτο αὐτομάτως ἀνάγεται. ἀλλ' ἄλλο τι παρὰ τοῦτο; πᾶν δὲ τὸ μὴ τῷ τοῦ δικαίου κανόνι στοιχοῦν, τοῦτο διεφθαρμένον καὶ παρατεθραυσμένον ἐστίν. ἆρα γοῦν ὁ ἱεροσυλῶν, ἐν ᾧ δὴ τὰ τῶν κρειττόνων συλᾷ, ἐπιβοώμενος τὸ «κύριε, ἐλέησον» ἐξιλεώσεται ἑαυτὸν τῷ θεῷ; εἰ δὲ μετὰ τὸ κακοποιῆσαι τὸν τῆς μεταμελείας στεναγμὸν ἀναπέμπων ἐξιλεοῖ ἑαυτῷ τὸν θεόν, οὐκ ἐλεοῦντα τοῦτον, ἀλλὰ δικαιοῦντα προσάγεται. ὁ γὰρ κατὰ λόγον τῶν τε ἡμαρτημένων τῶν τε μετεγνωκότων ἐπάγων ἢ τὰς τιμωρίας ἢ τὰς ἀφέσεις δικαιοῖ δήπουθεν, ἀλλ' οὐκ ἐλεεῖ. οὐκ ἀφίησι δὲ ἡμῖν ὁ θεὸς τὰ παραπτώματα μὴ ἑτέροις ἀφεικόσιν αὐτά· ὥστε οὐκ ἐλεεῖ, ἀλλὰ δικαιοῖ. πῶς οὖν φαμεν «κύριε, ἐλέησον»; Τὰ μὲν οὖν ἠπορημένα ταῦτα καὶ τούτων πλείω, εἴ γε βούλοιτό τις κατὰ λεπτὸν τὰς ἐγκειμένας δυνάμεις τῶν λέξεων πολυπραγμονεῖν· ἐγὼ δὲ πρὸς τὸ πρῶτον ἄνειμι. καὶ πρῶτόν γε δεῖ τοῦτο πάντας ἡμᾶς ἐπίστασθαι, ὅτι μηδεμία τις λέξις αὐτῆς. ἅπτεται τῆς θείας οὐσίας, ἀλλ' ὥσπερ οὐδεμίαν καταληπτικὴν ἔννοιαν ἔχομεν τοῦ πρώτου ἀγαθοῦ, οὕτως οὐδ' ἐκφωνούμενόν τινα λόγον τοῦ κρείττονος παραστατικόν. ἀλλ' ἐπειδὴ τὸ θεῖον πάντα ἴσμεν ὂν τὰ ὅσα πεποίηκε κατὰ τὴν οἰκείαν ἑνιαίαν δύναμιν καὶ πάσας ἀύλως καὶ ἀσωμάτως ἐν ἑαυτῷ περιέχον τὰς εἰς τὰ προνοούμενα προχεομένας δυνάμεις, διὰ τοῦτο, ἀφ' ὧν ἡμῶν προνοεῖ, τούτοις κατονομάζομεν. Kαὶ ὅτε μὲν τὴν κατὰ πάντων ἀρχὴν αὐτῷ προσμαρτυρῆσαι βουλόμεθα, τῷ τοῦ κυρίου τιμῶμεν ὀνόματι· ὅτε δὲ τὸ δημιουργικὸν ἐμφῆναι βουλόμεθα, ποιητὴν αὐτὸν τῶν ὄντων ἀποκαλοῦμεν, καὶ τὰ λοιπὰ τῶν ὀνομάτων ὡσαύτως αὐτῷ ἀπομεριζόμεθα. τούτων δὲ τὰ μὲν κοινὰ τοῖς τρισὶ προσώποις, τὰ δὲ ἑκάστῳ μεμερισμένως προσ αφορίζεται. ἀλλ' ἴδια μὲν ἑκάστῳ, τῷ μὲν ἡ πατρότης καὶ τὸ ἀγέννητον καὶ τὸ μὴ ἐξ αἰτίου, τῷ δὲ τὸ υἱῷ εἶναι καὶ γεγεννῆσθαι καὶ ἐξ αἰτίου προεληλυθέναι, τῷ δὲ πνεύματι τὸ αἴτιον ἔχειν τὸν πατέρα καὶ τὸ ἐκπε πορεῦσθαι. τὰ δ' ἄλλα πάντα κοινά· ἀγαθὸν γὰρ εἰπόντες τὸν θεὸν ἢ σοφὸν ἢ προνοητικὸν ἢ κύριον, τοῖς τρισὶν ὁμοτίμως ταῦτα προσάπτομεν. ὁ γοῦν τὸ «κύριε, ἐλέησον» λέγων οὐκ ἰδικῶς πρὸς ἕνα τὸν λόγον ποιεῖται, ἀλλὰ πρὸς πᾶσαν ἁπλῶς τὴν τριαδικὴν ἕνωσιν· κοινὸν γὰρ πᾶσιν ὥσπερ τὸ δικαιοῦν, οὕτω καὶ τὸ ἐλεεῖν. Δύναμιν δὲ ἔχει τὸ «κύριε» τὴν ἀρχικὴν ἀοράτου καὶ ὁρατῆς κτίσεως· τὸ δ' ἄρχειν οὐ τοῦτό ἐστι, τὸ ἁπλῶς προκαθῆσθαί τινων, ἀλλὰ καὶ τὸ μεταποιεῖν ὡς ἂν ἐθέλῃ ταῦτα, ὧν δὴ καὶ προΐσταται. κύριος οὖν ἡλίου, ὅτι μὴ μόνον κατάρχει τῆς τούτου κινήσεως, ἀλλὰ καὶ ἀναλύει ταύτην, ὅταν βούληται. διὸ δὴ καὶ φαίνεται πολλάκις τοῦτο πεποιηκώς· «τήν» τε γὰρ «σελήνην» ἅπαξ ποτὲ «ἔστησε κατὰ φάραγγα», καὶ «τὸν ἥλιον» ἐπέδησέ τε «κατὰ Γαβαώθ», καὶ αὖθις ἀνέλυσεν. οὐ μάτην δέ μοι ταῦτα προσείλη πται, ἀλλὰ διὰ τὸ «ἐλέησον» δοκεῖ γὰρ ὁ ἐλεῶν ὑπερβαίνειν τὸ δίκαιον. διὰ τοῦτο οὖν τὸ «ἐλέησον» προσῆπται τῷ «κύριε»· καινοτομοῦντος γάρ ἐστιν ὁ ἔλεος, κυρίου δὲ τὸ καινοτομεῖν διὰ τοῦτο ὡς πάντα δυνάμενον τὸν θεὸν ἐνεργεῖν ἐλεῆσαι καταδυσωποῦμεν ἡμᾶς, «κύριε», φάσκοντες, «ἐλέησον», τουτέστιν, οὐ νόμοις ἀκολουθεῖς, ὦ δέσποτα, οὐδ' ἔστι σοι ἀνάγκη τις ἀπαραίτητος, ἣν οὐχ ὑπερβήσῃ ἐλεεῖν ἐθέλων. ἀλλ' ἐπειδὴ ὡς ἂν ἐθέλῃς τὰ σὰ διακυβερνᾷς ποιήματα, εἰ καὶ πολλάκις αὐτὸς μετενόησα, καὶ κατὰ τὸν Μανασσῆν ἐπὶ πεντήκοντα ἔτεσι τὴν παρανομίαν ἐξέτεινα, καὶ οὐκ ἀνάλογος τοῖς πλημμελήμασιν ἡ μετάνοια, ἀλλὰ σύ, ὡς κύριος καὶ δυνάμενος ὅσα βούλει ποιεῖν καὶ νόμῳ μὴ ὑποκείμενος, τὴν δικαιοσύνην ἐλέῳ μοι κατακέρασον καὶ ἐλέησον, «κύριε, ἐλέησον». Ἔστι τις καὶ ἄλλη φύσις ἐλέους, ἥτις δὴ ἐπιγίνεται ἐλεεινολογουμέναις φωναῖς καὶ σχήμασι ταπεινοῖς· ἀτεχνῶς γὰρ καὶ θηριώδεις ψυχαὶ τῷ ἐλέῳ καταμαλάττονται, ὅταν τις διαρρήξῃ μὲν τὴν ἐσθῆτα, κόνιν δὲ καταχέῃ τῆς κεφαλῆς καὶ ἐλεεινὰ μέλη σοφίσηται, τὸ μὲν ἐκτραγῳδῶν τὰς ἑαυτοῦ συμφοράς, τὸ δὲ διεστραμμένα δεικνὺς τὰ μέρη τοῦ σώματος. ὥσπερ οὖν οὗτοι καὶ τὴν λίθου σκληροτέραν ψυχὴν πρὸς ἔλεον ἐπισπῶνται, οὕτως ἐπικάμπτομεν πρὸς ἡμᾶς τὸν θεόν, θρηνώδεις καὶ αὐτοὶ φωνὰς ἀναπέμποντες καὶ γοερῶς ἐφ' οἷς ἡμάρτομεν ἀπολοφυρόμενοι, «κύριε, ἐλέησον», οὐχὶ δικαίως, οὐδὲ κατὰ τὰ πεπραγμένα καὶ τὴν κρίσιν ἐπάγαγε. κἂν γάρ τις ἀπὸ σπαργάνων αὐτῶν μέχρι τελευταίας ἀναπνοῆς τὸν ἀσκητικὸν ἑλόμενος βίον ζήσῃ κατὰ θεόν, οὐδ' οὗτος «ἀπὸ ῥύπου» πέφυκε «καθαρός», ἀλλ' οὐδὲ πρὸς ἃ εὐηργέτηταί τις παρὰ τοῦ θεοῦ κατ' ἰσομοι ρίαν ἀνταπέδωκεν. ὡς οὖν ἐλλείπων ἔτι πρὸς ἀντισήκωσιν, εἰκότως βοᾷ· «κύριε, ἐλέησον». Ἔστι τις καὶ ἑτέρα βαθυτέρα καὶ μείζων ἔννοια. οὐδὲν ἀφ' ἑαυτοῦ προσάγει τῷ κρείττονι ἄνθρωπος, οὐδὲ γὰρ ὃ οὐκ ἔλαβε. κἂν γοῦν πάσας κατορθώσῃ τὰς ἰδέας τῶν ἀρετῶν, αὐτὰ δὴ προσάγει θεῷ, ὧν ἐκεῖθεν ἔσχε τὰς ἀφορμάς. ἐπεὶ οὖν οὐδὲν ἀποδιδοῦμεν τῷ θεῷ, ἀλλὰ τὸ πολλα πλάσιον ὧν εἰλήφαμεν ἀποδιδόαμεν, ὑπὲρ τοῦ ἐλλελειμμένου βοῶμεν· «κύριε, ἐλέησον», ὅτι μὴ τὸ χρέος σοι πᾶν ἀποδεδώκαμεν, μὴ πᾶσαν τὴν ψυχὴν ἀπεκαθήραμεν, μὴ τὸν νοῦν οἷον εἰλήφαμεν προσηγάγομεν· «κύριε, ἐλέησον». Ὢ πόσων δογμάτων τουτὶ πεπλήρωται τὸ ῥητόν. «ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, κύριε, τίς ὑποστήσεται;» εἰ λογισμῷ λογισμὸν πλήξεις, εἰ πράξει πρᾶξιν εὐθύνῃς, τίς τὴν μέλαιναν ὑπερπηδήσει ἀπόφασιν; διὰ τοῦτο «κύριε, ἐλέησον», τουτέστι καὶ τῷ κολαζομένῳ ὕφελέ τι τοῦ μέτρου τῆς τιμωρίας, καὶ τῷ τιμωμένῳ πολλαπλασίασον τὴν τιμήν. οὕτω γὰρ πείθομαι, φησὶν ὁ μέγας πατήρ, κολάζειν θεόν, ὥστε κἀνταῦθα κἀν τῷ μέλλοντι αἰῶνι ἐλέους αὐτῷ ἡ τιμωρία πεπλήρωται. «κύριε, ἐλέησον», τουτέστι καὶ τιμωρεῖν μέλλων μὴ κατὰ τὸ μέτρον τῆς ἀδικίας καὶ τὰς κολάσεις ἐπάγαγε, καὶ ἀγαθῦναι σπεύδων μὴ πρὸς τὸ τῆς καθάρσεως εἶδος τὴν ἀγαθότητα πάρασχε, ἀλλ' ἐπίτεινον ταύτην κατὰ τὴν ἀναλογίαν τῆς σῆς εὐεργέτιδος φύσεως. καὶ ἵνα τὰ πολλὰ συνελὼν εἴπω, οὐκ ἔστιν ὃ ποιεῖ θεὸς μὴ ἐλεῶν, ἀλλὰ καὶ καταπιμπρῶν καὶ καταθραύων καρδίαν καὶ σφακέλους ἐπάγων περὶ τὴν μήνιγγα καὶ τἆλλα πάντα ποιῶν ἐλεῶν δρᾷ· οὐ γὰρ ἵνα κακώσῃ, ἀλλ' ἵνα σώσῃ καὶ ὑγιάσῃ, ὥσπερ δή τις ἰατρὸς τῷ καθαρτηρίῳ φαρμάκῳ, καὶ καστόριον ἐπιβάλλει καὶ «πόλιον, ἃ δὴ ῥίγιστον ὄδωδε». Τὰ μὲν οὖν ἄλλα τῶν ὀνομάτων μεμερισμένως καὶ ἰδικῶς προσάγεται τῷ θεῷ, ἡ δὲ τοῦ ἐλέους προσηγορία συλληπτική ἐστι πασῶν αὐτοῦ τῶν δυνάμεων· διὰ τοῦτο ἀντὶ τῶν ἄλλων φωνῶν τοῦτο ἐξείλεκται καὶ κοινῷ στόματι παρὰ πάντων τῷ θεῷ ἀναπέμπεται.