Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
λβʹ. Τοῦ αὐτοῦ εἰς τὸ «σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα» «Σοί» φησὶν ὁ Δαυίδ «μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα», πρὸς τὸν θεὸν τοὺς ἱλαστηρίους λόγους ποιούμενος, «ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε». ζητεῖ δὲ ὁ λόγος πῶς μόνῳ προσκέκρουκε τῷ θεῷ, καὶ πῶς ἐνώπιον αὐτοῦ τὴν πονηρίαν εἰργάσατο ὁ λάθρα ταύτην διαπραξάμενος καὶ τὸν Ἰσραηλίτην ἀδικήσας Οὐρίαν, οὗ τῇ γυναικὶ πεπλησίακεν. ἔτι δὲ βαθυτέρων θεω ρημάτων ἁπτόμενος καὶ τὸν λόγον τῆς αἰτίας ζητεῖ. ἆρα γὰρ διὰ τοῦτο θεὸς δεδικαίωται, ἐφ' οἷς ἐκεῖνος ἐξήμαρτεν, εἰ δὲ τὸ παρανομῆσαι τοῦτον αἰτιάσεταί τις τοῦ δεδικαιῶσθαι τὸν κύριον, πρὶν παρανομῆσαι ἆρα οὐ δεδικαίωτο; ποία δὲ καὶ δικαίωσις τοῦ θεοῦ ἐφ' οἷς ὁ Δαυὶδ ἐξημάρτηκεν, ἢ τίνες οἱ λόγοι ἐφ' οἷς τὴν νικῶσαν ψῆφον ἀπείληφε· τίς δὲ καὶ ὁ δικαιο δοτήσας καὶ πρὸ τούτου διαιτήσας θεῷ καὶ τῷ προφήτῃ, καὶ τὸν μὲν κατακρίνας, τὸν δὲ δικαιώσας; πῶς δ' ἂν καὶ κριθείη θεός, τίνος κατηγο ροῦντος ἢ ἀντιλέγοντος, ὁ πᾶσιν ἀνάλωτος καὶ αὐτοῦ δὴ τοῦ δεδικαιῶσθαι ὑψηλότερος καὶ σεμνότερος; Τοιαύτας μὲν «ἀντιλαβὰς καὶ ὑποψίας» ὁ λόγος ἐμβαθύνων εὑρίσκει· ἡμεῖς δὲ κατὰ τὴν τάξιν τῶν διαπορηθέντων τὰς λύσεις ἐπενεγκεῖν πειρασόμεθα. καὶ πρῶτόν γε περὶ τοῦ πρώτου· τὸ δὲ ἦν, πῶς δὴ θεῷ μόνῳ ἡμάρτηκεν ὁ καὶ τὸν Ἰσραηλίτην Οὐρίαν ἀπεκτονώς. φημὶ οὖν ὅτι τῶν ἁμαρτανομένων τὰ μὲν αὐτόθεν πρὸς τὸν θεὸν ἔχει τὴν ἀναφοράν, τὰ δὲ δι' ἑτέρων ἐκείνῳ λογίζεται. ὁ μὲν γὰρ περὶ τὴν δόξαν διαμαρτάνων τοῦ θείου, ἢ ὁ τὴν πρώτην ἀθεότητα ὑφιστάνων, ἢ ὁ συνιστῶν τὴν δευτέραν, ἢ ὁ τὴν τρίτην κρατύνων, ὃς δὴ καὶ δεισιδαίμων ἰδίως ὠνόμα σται, ἀμέσως προσκρούει θεῷ, μόνῳ ἐκείνῳ διαμαρτάνων, οὗ δὴ τὴν ἀληθῆ δόξαν καταλύων τὴν πεπλανημένην ὑφίστησιν. ὁ δὲ καταψευδό μενός τινος, ἢ ὁ τῷ πρὸς τὸν πλησίον φθόνῳ τηκόμενος, καὶ ὁ γάμους ἀλλοτρίους ὑπορύττων, καὶ ὁ τὴν δεξιὰν χραίνων φονικοῖς αἵμασιν ἢ εἴ τι ἄλλο τοιουτότροπον ἐργαζόμενος, προσεχῶς μὲν πρὸς αὐτοὺς ἐξαμαρτάνει, οὓς παρανομῶν ἀδικεῖ, διὰ μέσων δὲ τούτων πρὸς αὐτὸν διακυρίττεται τὸν θεόν, τῇ κεφαλῇ μὲν ἀτεχνῶς προσαράσσων τὸν οὐρανόν (πῶς γὰρ ἂν ἀδικηθείη θεός;), ἀλλ' ἡ τῆς προαιρέσεως πονηρία κατὰ τοῦ πρώτου αἰτίου τολμᾷ. ἐπεὶ οὖν πᾶσα πονηρὰ πρᾶξις καὶ πᾶσα προαίρεσις ὑπεύθυ νος πέφυκε μόνῳ τῷ θεῷ, τούτῳ δὴ καὶ μόνῳ ἐξαμαρτάνει, παρ' ᾧ δὴ καὶ τὴν ἀπολογίαν τῶν πεπραγμένων πεποίηται. διὰ ταῦτά φησιν ὁ Δαυίδ, ὅτι «σοὶ μόνῳ ἥμαρτον»· μία γὰρ ἡ τῶν ὄντων αἰτία, ἀφ' ἧς τὰ χρηστὰ πᾶσι καθήκει καὶ δι' ἧς αἱ τῶν ἁμαρτανομένων τίσεις γεγένηνται ἢ γενήσονται. εἰ γὰρ καὶ ἠδίκησα τὸν Οὐρίαν, φησί, τήν τε γυναῖκα ἀφελό μενος κἀκεῖνον ἀπεκτονώς, ἀλλὰ δι' ἐκείνου μέσου πρὸς σὲ τὴν ἁμαρτίαν ἐξειργασάμην. ὁ μὲν γάρ, εἰ καὶ ἠδίκηται παρ' ἐμοῦ, ἀλλ' ἐφ' ἑτέραις ἴσως δίκαις ἁμαρτημάτων τὴν τοῦ θανάτου ψῆφον ἀπείληφεν, ὅθεν τρόπον τινὰ οὐ πρὸς τοῦτον ἡμάρτηκα· ᾧ γὰρ ὁ θάνατος κατὰ τίσιν ἁμαρτημάτων προσῆκται, πῶς ἂν ἀδικοῖτο οὗτος, ὄφλων ἃ κεχρεώστηται; σοὶ γοῦν μόνῳ ἥμαρτον, ᾧ δὴ καὶ τὸ πονηρὸν ἐναντίον πεποίηκα. τὸν μὲν γὰρ διέλαθον καὶ τῷ γάμῳ ἐπιβουλεύσας καὶ τὴν τοῦ θανάτου ψῆφον ἐπενεγκών· οὔτε γὰρ τὴν μοιχείαν διέγνωκε, καὶ τὸ τοῦ θανάτου κόνδυ ἀθρόως καὶ ἀπροσδοκήτως ἐκπέπωκε· σὲ δὲ τὸν ἀλάθητον ὀφθαλμὸν οὐκ ἠδυνήθην λαθεῖν. ἀλλ' εἰ καὶ ἐν νυκτὶ εἴργαστό μοι τὸ παρανόμημα, εἰ καὶ σκότον εἶχον τῆς ἁμαρτίας φύλακα καὶ συμπράκτορα, ἀλλ' ὥσπερ ὑπὸ τοῖς σοῖς ὀφθαλμοῖς δρῶν τὸ ἁμάρτημα, ἐνώπιόν σου ἐδόκουν τοῦτο ποιεῖν. «Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε». ἀλλὰ πρὶν ἢ τὸν λόγον τῆς αἰτίας ἐπενεγκεῖν καὶ τὸ τῆς γραφῆς διερμηνεῦσαι ἰδίωμα, ζητητέον ἡμῖν τοὺς λόγους ἐφ' οἷς ὁ θεὸς δεδικαίω ται. εἰσὶ δ' οὗτοι οὓς ἐν τῷ παραδείσῳ πρὸς τὸν Ἀδὰμ εἰρήκει παραβάντα τὴν ἐντολήν· «γῆ» γὰρ «εἶ», φησί, «καὶ εἰς γῆν ἀπελεύσῃ». οὗτοι δὲ κατὰ μὲν τὴν πρόχειρον ἔννοιαν τὴν τοῦ θανάτου καταδίκην ὑποσημαίνουσι, κατὰ δὲ τὴν ὑψηλοτέραν καὶ κρείττονα τὴν πρὸς «τὰ πάθη τῆς ἀτιμίας» ῥοπήν· οὐρανία μὲν γὰρ ἡ ἀρετή, γεώδης δὲ ἡ κακία. ἐπεὶ οὖν ἐξὸν ἐκείνης ἔχεσθαι, ἀπωλίσθησε γῆ γεγονώς, ἤτοι σὰρξ ἀτεχνῶς πρὸς τὰ τῆς σαρκὸς πάθη κατενεχθείς, «ἥμαρτον», γοῦν φησιν ὁ Δαυίδ, «ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου». δικαίωσις δὲ θεοῦ ἡ ὧν προειρήκει ἔκβασις καὶ τελείωσις. Ἡ δὲ αἰτία τοῦ τῆς γραφῆς πέφυκεν ἰδιώματος· οὐ γὰρ ἵνα δικαιωθῇ θεός, ἡμάρτηκεν ὁ Δαυίδ, ἀλλ' αὐτὸ δὴ τὸ ἐκβεβηκὸς αἰτιολογικῶς εἴωθε λέγεσθαι κατά τι τῆς τῶν Ἑβραίων διαλέκτου ἰδίωμα. καὶ ὁ Παῦλος δὲ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ πολλαχοῦ τοῦτο φαίνεται ποιῶν· «διὰ τοῦτο» γάρ φησι «παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας ποιεῖν τὰ μὴ καθήκοντα». ὁρᾷς ὅπως ἐν αἰτίας λόγῳ αὐτὸ τὸ ἐκβεβηκὸς τέθεικε; κατὰ τὸν τοιοῦτον δὲ χαρακτῆρα καὶ ὁ Δαυὶδ τὴν αἰτίαν ἐνταῦθα προσήνεγκε, τρόπον τινὰ καὶ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης ἐπιδεικνύμενος φύσεως, καὶ ὡς ἀρχῆθεν αὐτῇ συνεζύγη ἡ πρὸς τὰ κάτω ῥοπή, καὶ ὁμοῦ τῇ παραβάσει τῆς ἐντολῆς αἱ τῶν ἁμαρτημάτων ἀφορμαὶ συνεσπάρησαν, ἀφ' ὧν δὴ «ἀκάνθας καὶ τριβόλους», ἅστινας δὴ ταῦτα ὑποληπτέον, οἶμαι δὲ τὰς τῶν παθῶν ἀκμὰς καὶ ὀξύτητας καὶ τοὺς περισκελεῖς περὶ τῆς τοῦ θείου ὑπολήψεως λογισμούς, ἡ τῆς σαρκὸς αὐτῶν ἀνεβλάστησε γῆ· ἥτις δὴ εὐθὺς καταραθεῖσα παρὰ τοῦ θεοῦ, τὴν μὲν τῶν κρειττόνων βλάστην ἀπετμήθη, τὰ δὲ χείρονα ἐξανθεῖ, μόγις που πρὸς τὴν τῶν ἀρετῶν διανισταμένη καρπογονίαν. τί οὖν φησιν; ἡμάρτηκα, ὁπότε σὺ ἐντεῦθεν δεδικαίωσαι, τὰς ἐκβάσεις ὧν προειρήκεις διδούς. Εἰ μὲν οὖν πρὸς τὸ «ἥμαρτον» τὴν τοιαύτην ἀντιλογίαν ἀνοίσεις, ταύτην δώσεις τὴν ἐξήγησιν· εἰ δὲ πρὸς τὸ προσεχές, ἤτοι τὸ κατέναντι τοῦ θεοῦ τὸν προφήτην ἡμαρτηκέναι, ἑτέραν λύσιν ἐπιζητήσεις. «ἐνώπιόν σου» γὰρ τὴν ἁμαρτίαν ἐξειργασάμην, «ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου». λόγους γὰρ ἐνταῦθα νοητέον οὓς πολλαχοῦ Μωυσῆς ἐν τοῖς ἰδίοις βιβλίοις γεγράφηκε, τὸν πάντ' ἐφορῶντα θεὸν καὶ πάντων περιδρασσό μενον ἀνυμνῶν, ἔστι δὲ οὗ καὶ αὐτὸν ἐπάγων ὥσπερ ἐν δραματουργίᾳ τοῖς νομοθετουμένοις περὶ ἑαυτοῦ λέγοντα, καὶ παρὰ προφήτῃ δὲ ἑτέρῳ, «οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ;» οὗ δὲ τῆς οὐσίας ὁ οὐρανὸς πεπλήρωται καὶ ἡ γῆ, πῶς ἂν διαλάθῃ τῶν ἐνταῦθά τι ἢ ἐν οὐρανῷ πραττομένων; δεδικαίωται οὖν ὁ θεὸς ἐφ' οἷς οὐδὲ ὁ Δαυὶδ ἁμαρτήσας λάθρα διέλαθεν. Ἀλλὰ «καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε». τοῦτο δὲ πρῶτον μὲν εἰς τὸ πρῶτον ἀνακτέον, ἔπειτα δὲ καὶ τῷ δευτέρῳ προσαρμοστέον. ὁ δὲ λόγος τῆς κρίσεως διττὰς δέχεται τὰς ἐννοίας· καὶ εἰ βούλεσθε, καὶ βῆμα συγκροτήσω ὑμῖν καὶ τοὺς δικαζομένους εἰσοίσω καὶ δείξω τίς μὲν ὁ δικαιούμενος, τίς δὲ ὁ κατακρινόμενος. τὸ μὲν οὖν βῆμα ὁ τῆς Ἐδὲμ ἔστω χῶρος, οἱ δὲ δικαζόμενοι ἄνθρωπος καὶ θεός, τὸν δὲ δικαστὴν ἔξωθεν ταῖς ἐννοίαις ληψόμεθα· τίς γὰρ ἂν δικάσοι θεῷ; ἀλλ' ὁ λόγος ὡς ἐν ὑποθέσει σχηματιζέσθω. κατήγορον δὲ θετέον ἡμῖν ὃν βουλόμεθα, καὶ ἵνα γε ἐκ περιουσίας φανείη νικῶν ὁ θεός, πρωτολογείσθω ὁ ἄνθρωπος, τοιαῦτα πρὸς τὸν οὐκ ὄντα φθεγγόμενος δικαστὴν καὶ τὴν ἐξούλης γραφόμενος τῷ θεῷ. Ἐγὼ γοῦν, φησίν, ὦ δικαστά, τὸν τῇδε χῶρον κατὰ κλῆρον λαβὼν καὶ βασιλεύειν λαχὼν ὧν ὁρᾷς ζῴων, οἷς δὴ καὶ ὀνόματα τέθεικα, ἀπελήλαμαι νῦν, ἐφ' ᾧ δὴ βραχέος ἀκροδρύου γευσάμενος τὴν φύσιν παρεμυθησάμην. πῶς γὰρ ἂν ἀπεσχόμην, ἃ δὴ καὶ φυτεύειν καὶ γεωργεῖν ἔλαχον; διὰ τί δὲ λέοντες μὲν καὶ παρδάλεις καὶ βόες καὶ κάμηλοι, αἶγές τε καὶ ὄις καὶ τὸ «μηκάζον αἰπόλιον», οἱ μὲν τὴν πόαν νέμονται, οἱ δὲ τὴν τοῦ ληΐου καλάμην ἐσθίουσιν, οἱ δὲ τὸν τοῦ δένδρου φλοιόν, ἃ δὲ καὶ τὰ φύλλα διαμασᾶται, τινὰ δὲ καὶ τῶν καρπῶν ἀπογεύονται, ἐγὼ δὲ τούτου τοῦ δένδρου στερήσο μαι, ὃ δὴ πρὸς ἐξουσίαν τοῖς λόγου μὴ μετασχοῦσιν ἀνεῖται ζῴοις; ἠδικῆσθαι γοῦν φημι, τῆς λαχούσης οὐσίας ἀπελαθεὶς καὶ τῶν πατρῴων ἀκριβῶς ἐκκοπείς. Τοιαύτη μὲν ἡ τοῦ διώκοντος πρωτολογία· σκόπει δὲ οἷα καὶ θεὸς ἀντιτίθησιν. οὔτε πατρῴας ἀπηλάθη γῆς, ὦ δικαστά, ὁ νῦν μου τὴν γραφὴν ταύτην γραφόμενος, οὔτ' εἰ καὶ τοῦτο πέπονθεν, οὐ κατὰ ψῆφον καὶ κρίσιν ὑπέμεινε· μόνος γὰρ οὗτος οὐχ ἕξει πατέρα εἰπεῖν, πρῶτος ὑποστὰς ἀπὸ γῆς. ὁρᾷς ταύτας τὰς χεῖρας; αὗται τοῦτον «διέπλασαν» καὶ ἐμόρφωσαν, «χοῦν» εἰληφυῖαι λεπτόν, καὶ σώματος τούτῳ ὑπέστησαν γένεσιν, καὶ σχῆμα ὄρθιον ἐτεκτήναντο, ἵνα ἄνω νεύοι πρὸς οὐρανὸν καὶ μὴ πρὸς γῆν φέροιτο μηδὲ κάτω ὁρῴη, ἄνω βλέπειν δεδημιουργημένος. ἐπεὶ δὲ καὶ ἔπλασα καὶ ἐμόρφωσα, καὶ ψυχὴν ἐμπνεύσας τῷ σώματι τούτῳ θαυμασίως συνήρμοσα, οὐ τὴν ἄλογον ταύτην καὶ χαμερπῆ οὐδὲ τὴν ὀρεκτικὴν καὶ ζῳώδη, ἀλλὰ τὴν θείαν καὶ νοεράν, εὐθὺς οὖν κίνησίς τε αὐτῷ προσεγένετο καὶ ἡδονὴ ἄρρητος καὶ πρὸς τὸν πλάσαντα καὶ ψυχώ σαντα σύννευσις. ἐπὶ τούτοις καὶ κλῆρον αὐτῷ τὸν εὐώδη τόπον τῆς Ἐδὲμ δέδωκα, καὶ τὰ ζῷα πάντα προσαγαγών, βασιλεύειν τούτων ἐνο μοθέτησα, εἶτα δὴ καὶ τῶν φυτῶν ἐξουσίαν ἐχαρισάμην καὶ ἀπολαύειν τούτων προέτρεψα. ἵνα δὲ μὴ ἄνετος αὐτῷ καὶ ἀδέσποτος ἡ ἐξουσία τυγχάνῃ, ἑνὶ μόνῳ φυτῷ τὴν τούτου δεσποτείαν ἠκρωτηρίασα. βουλόμενος δὲ ἐν πλείονι τοῦτον διάγειν τῇ εὐθυμίᾳ, καὶ ἕτερον αὐτῷ ὁμοειδὲς ζῷον ἐδημιούργησα θαυμαστόν τινα τρόπον· ὑπνοῦντος γὰρ «μίαν τῶν πλευρῶν» ἀφελόμενος, ταύτην μὲν εἰς ἀνθρώπου φύσιν μετεσχημάτισα, τὸ δὲ ἀνεῳγὸς μέρος ἀντεπεισαγωγῇ πλευρᾶς ἑτέρας ἀπέφραξα, ἵν' ἐκ τῶν πλευρῶν τούτου τὸ γενόμενον ὂν ὁμοῦ τε στέργοι καὶ στέργοιτο. δέον οὖν ἐν ἀπαθεῖ βίῳ διάγειν καὶ ζῆν τὴν μακαρίαν ζωὴν καὶ ἀκήρατον, «τοῦ τῆς ζωῆς ξύλου» μεταλαβόντα, ὃ δὴ «ἐν μέσῳ τῷ» χώρῳ πεφύτευτο, ὁ δὲ τοῦ ἀπηγορευμένου προσήψατο φυτοῦ ἀναιδῶς. διττὰς οὖν ἐντεῦθεν τὰς αἰτίας ἐσχηκώς, τῇ ψυχῇ μονοειδὴς κατ' ἀρχὰς γεγονώς, ὅτι καὶ τοιαύτης τὸ ξύλον ἔλαχε φύσεως (γνῶσις γὰρ ἐν αὐτῷ χείρονος καὶ βελτίονος ἐμπεφύτευτο), ἐξῴκισται τοῦ παραδείσου, οὔτε πατρῴου τυγχάνοντος οὔτ' ἄλλως αὐτῷ κατὰ νόμους προσήκοντος, ἀλλὰ διὰ τοῦτον μὲν δημιουρ γηθέντος, τῆς δ' ἐμῆς σοφίας τυγχάνοντος ποίημα. ἐξῴκισται δέ, ἵνα μὴ τοῦ τῆς ζωῆς ξύλου γευσάμενος ἀθάνατον ἔχῃ τὴν πονηρίαν· ἔτι γὰρ τοῦ ἐμοῦ ἔχομαι πλάσματος, καὶ ὃν ὡς ἐχθρὸν τῆς θαυμασίας ἀπήλασα ταύτης διαγωγῆς, τοῦτον ὡς φίλον καὶ ἀπελαθέντα ποθῶ, ὃν δὴ καὶ ἀγαγεῖν βούλομαι, ὁπότε μοι τῆς οἰκονομίας ὁ χρόνος καθήκει καὶ πρὸς τὸ πρῶτον ἐπαναδραμεῖν ἔδαφος. ἆρ' οὐ νικᾷ παρὰ πολὺ κρινόμενος ὁ θεὸς καὶ τὴν λευκὴν ἀποφέρεται ψῆφον; Αὕτη μὲν ἡ πρώτη τῆς κρίσεως ἔννοια. δευτέρα δὲ ἡ καὶ προσήκουσα τῷ Δαυίδ, ὅτι μηδ' ἐκεῖνος μηδ' ἄλλος ἔχῃ ὧν ἐξαμαρτάνει ποιῶν ἀπολο γίαν εὐπρόσωπον· εἰ γὰρ καὶ κατακεκρίμεθα παρὰ θεοῦ καὶ κατήραται ἡμῶν ἡ γῆ «ἀκάνθας καὶ τριβόλους ἐξανατέλλειν», ἀλλ' ἔτι τὰς εἰς τὸ καλὸν ἀφορμὰς ἔχομεν, καὶ βουλομένοις ἀγαθοῖς εἶναι οὐδὲν εἴη ἐμποδών. νικᾷ γοῦν πάλιν κἀν τούτῳ κρινόμενος ὁ θεός, νικᾷ δὲ καὶ αὖθις κρινόμενος ἐφ' οἷς τὸ «πάντ' ἐφορᾶν καὶ πάντ' ἐπακούειν», ἃ δὴ πολλάκις διὰ τοῦ προφήτου εἰρήκει, ἐξ αὐτῶν τῶν ἔργων συνίστησι· «δράττεται» γὰρ «τῶν σοφῶν ἐν τῇ πανουργίᾳ αὐτῶν», καὶ τὸν ἐν μυχοῖς κρυπτόμενον γῆς ἐπίσταται, καὶ οὐδεὶς ἂν διαλάθῃ «τὸν ἐπὶ πάντων θεόν», οὔτε ἐντὸς τοῦ παντὸς πλανώμενος καὶ περιφερόμενος οὔτ' ἔξω γενόμενος. ὡς οὖν ἁπανταχοῦ τυγχάνοντος τοῦ θεοῦ, «εὐσχημόνως περιπατήσωμεν» αὐτοί, καὶ σῶμα σεμνύνοντες καὶ ψυχήν, ἵν' ὁ πάντα βλέπων θεὸς ἐν πᾶσιν ἡμᾶς στεφανώσειεν.