Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
[λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ» Ὅπερ τοῖς ἀποστόλοις ἦν ὁ Θωμᾶς, ἀμφιρρεπὴς τὴν διάνοιαν καὶ κατὰ τοῦτο μᾶλλον «δίδυμος» καὶ ὢν καὶ καλούμενος, τοῦτο δὴ ταῖς περὶ τὴν θεοτόκον γυναιξὶν ἡ Μαγδαληνὴ Μαρία ἐτύγχανεν. οὐ γὰρ ἁπλῶς τοῖς λεγομένοις ἢ γινομένοις ἐπίστευεν, ἀλλ' ἐναργεῖς ἐζήτει τὰς ἀποδείξεις καὶ καθαρὰς τὰς ἐκβάσεις· τά τε γὰρ ἄλλα καὶ περὶ τὴν ἐκ νεκρῶν τοῦ κυρίου ἀνάστασιν πολυπράγμων εὑρίσκεται. Αὕτη γοῦν καὶ τὸν τῆς ἐγέρσεως καιρὸν τοῖς εὐαγγελισταῖς συνέχεεν, οὐ μεῖον ἢ τετράκις κατὰ διαφόρους καιροὺς πρὸς τὸν τοῦ κυρίου τάφον ἀπαντήσασα· «ὄρθρου» τε γὰρ «βαθέος» καὶ «ἡμέρας ἐπιφωσκούσης» καὶ «ἡλίου παρανατείλαντος» καὶ ὀψίας νυκτὸς παλιμπόρευτος παρεγίνετο τῇ σορῷ. ἐντεῦθεν γὰρ καί τινες διηπορήκασιν ὅπως ποτὲ οἱ εὐαγγελισταὶ περὶ τοῦ καιροῦ τῆς ἀναστάσεως ἀλλήλοις ἠναντιώθησαν, οὐ {σιωπῶντες, μᾶλλον δὲ} συνιέντες ὡς οὐχὶ τὸν καιρὸν τῆς ἐγέρσεως διαφόρως ἀποδεδώ κασιν, ἀλλὰ τὰς προσελεύσεις τῶν ἀφικνουμένων τῇ σορῷ γυναικῶν· ὧν δὴ πασῶν ἡ Μαγδαληνὴ μετέχει Μαρία, ἀπιοῦσα, ἐπαπιοῦσα, ὑποστρέ φουσά τε καὶ αὖθις ἐπενδοιάζουσα, καὶ γινομένη παλίμπους καὶ ταῖς ἑτέραις Μαρίαις ἐπισυνάπτουσα ἑαυτήν. τὸν μὲν γὰρ τάφον ἑώρακε καὶ τὸν ἐπιτεθέντα λίθον ἀποκεκυλισμένον τοῦ μνήματος· ἠμφισβήτει δὲ μή πώς τις ἄρα τὸν κύριον ἐκεῖθεν ἀπῆγε κεκλοφώς, εὐμεταχειρίστως μετακυλίσας τὸν λίθον, καὶ τὸ ὑπνώττειν δὲ τοὺς στρατιώτας εἰς ὑποψίαν ἐλάμβανεν, ὡς ἐντεῦθεν εὐκόλου τῆς ἐπιχειρήσεως γενομένης. ἀλλὰ καὶ ἀγγέλων ὀπτασίᾳ ἐντετυχηκυῖα, διαποροῦσα καὶ αὖθις περὶ τοῦ ἀναστάν τος ἦν. τοῖς ὀφθαλμοῖς γὰρ μόνοις τὸ θαῦμα ἐταμιεύετο· οὔπω γὰρ ἦν καθαρῶς πιστεύσασα ὅτι θεὸς ἦν ὁ κατατεθεὶς ἐν τῷ μνήματι, ὃς δὴ τὸν τοῦ σώματος ναὸν τῷ θανάτῳ καταλύσας τῆς φύσεως καινότερον ὁμοῦ καὶ ἀρραγέστερον ἔδειξέ τε καὶ ᾠκονόμησε. διὰ ταῦτα ἀμφίβολος ἦν τοῖς λογισμοῖς καὶ τὴν ψυχὴν διχογνώμων καὶ ὥσπερ ἐπὶ ζυγοῦ ἄνω καὶ κάτω τοῖς ἐνθυμήμασι φερομένη. οὐκ ἔπεισε γὰρ αὐτὴν οὔτε ἥλιος σκοτιζόμενος οὔτε ῥηγνύμενον καταπέτασμα οὔτ' ἄλλο τι τῶν ἐπὶ τοῦ σταυροῦ θαυμα τουργηθέντων, ὅτι θεὸς ἦν ὁ τῷ ξύλῳ προσηλωθείς· ἐζήτει γὰρ πρὸς τὸν πατέρα τοῦτον ὀφθαλμοῖς ἀνιόντα ἰδεῖν καὶ οὕτω δὴ προσμαρτυρῆσαι τούτῳ τὴν φύσιν τὴν κρείττονα. Ἐπεὶ οὖν ὥσπερ ἐν κύμασι τοῖς λογισμοῖς καταβαπτίζεσθαι ἔμελλε, διὰ ταῦτα δὴ ὁ κύριος ὀπτάνεται αὐτῇ, οὐ χεῖρα διδοὺς ὥσπερ πάλαι τῷ Πέτρῳ κυμαινομένῳ, ἀλλὰ γνωρίζων αὐτῇ τὴν μορφὴν καὶ ἐνάγων πρὸς τὴν πίστιν διὰ τοῦ σχήματος. γνωσόμεθα δὲ ὅπως δὴ καὶ ἐθεάθη τὰ πρῶτα τῇ γυναικί, ἑτεροῖος τὸ εἶδος ἢ τὸ πρότερον· ἤδη γὰρ τοῦ προσ λήμματος αὐτῷ μεταβληθέντος εἰς τὸ ἀθάνατον, καινοτέραν γενέσθαι καὶ τὴν μορφήν, οὐ μεταποιηθέντων τῶν χαρακτήρων, ἀλλὰ κάλλους αὐτοῖς ἀμιμήτου προσγενομένου. πρὸς ὃ δὴ ἀτενίσαι ἡ ἀμφίβολος γυνὴ αὕτη μὴ ἐξισχύσασα, ἀνθρώπειον δὲ αὐτὸ ὅμως τὸ εἶδος κατανοοῦσα, ἐπειδὴ ἐγγὺς εἶδε τοῦ μνήματος, παρ' ᾧ δὴ κῆπος πεφύτευται, τὸν ἐκεῖσε προσμένοντα τῷ κήπῳ εἶναι ᾠήθη. διὰ ταῦτα δὴ δακρύοις τοὺς ὀφθαλμοὺς ἐπιτέγξασα, ὡς περὶ νεκροῦ αὖθις τοῦ Ἰησοῦ τὸν ὀφθέντα ἤρετο· «κύριε», γάρ φησι, «εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ τέθεικας, ἵνα τοῦτον ἀρῶ». σφοδρὸς μὲν ὁ πόθος τῆς γυναικός, καὶ ὁ πρὸς τὸν θεὸν ἔρως διάπυρος, ἀτελὴς δὲ ἡ γνώμη, καὶ ἡ ψυχὴ θήλεια ὄντως· οὐ γὰρ ἀρρενωπότερον ἢ ἀνδρικώτερον περὶ τοῦ Ἰησοῦ ἐφαντάζετο, ἀλλ' ἐζήτει νεκρὸν βαστάσαι ταῖς ἰδίαις χερσίν, ᾧ ζῶντι πολλὰ καὶ πολλάκις ὡμίλησε. «ποῦ» φησί «τέθεικας αὐτόν;» ἢ τίς ἄρα τὸν ἀχώρητον τόπος κεχώρηκε; ποίῳ δὲ βραχεῖ γῆς μορίῳ ὁ ἀπερίληπτος περιγέγραπται; ζητῶ δὲ μήποτε καὶ ὁ τόπος ἐναγὴς καὶ ἀνίερος, ἐν ᾧ δὴ «ὁ ἅγιος τοῦ Ἰσραὴλ» κατατέθειται. διὰ ταῦτά φημι· «ποῦ» τέθειται, «ἵνα αὐτὸν ἀρῶ;» οὐ γὰρ φέρω τὸν ἥλιον ὁρᾶν ὑπὸ γῆν κεκρυμμένον, τῷ πηλῷ περιειλημμένον τὸν μαργαρίτην, τὸν λύχνον τῷ μοδίῳ συγκαλυπτόμενον. οἱ μὲν οὖν λόγοι θερμότητος πλήρεις, ἡ δὲ ψυχὴ περὶ τὴν τῆς ἀναστάσεως πίστιν διολισθαίνουσα. Ἀλλ' ἡ μὲν ταῦτα δὴ καὶ τοιαῦτα πρὸς τὸν ὀφθέντα ἀπωλοφύρετο· ὁ δὲ τῷ ὄντι τῆς ζωῆς ἡμῶν φυτουργός, ὁ τοὺς λογισμοὺς ἡμῶν ἀνακαθαίρων συγκεχυμένους τοῖς πάθεσιν, ὁ τὸν Ἰσραὴλ μὲν φυτεύσας, τὸν δὲ ἐξ ἐθνῶν λαὸν ἐν αὐτῷ ἐγκεντρίσας καὶ δένδρον ἓν ἀπεργασάμενος σύνθετον, «Μαρία» φησίν. ἡ δὲ στραφεῖσα τὴν τῷ κυρίῳ πρέπουσαν φωνὴν ἀντ απέδωκεν· ἐγένετο γὰρ αὐτῇ ὁ λόγος οἷα δὴ ἥλιος τὴν τῶν ὀφθαλμῶν ἀχλὺν ἀφελὼν καὶ πρὸς τὸ τοῦ θεοῦ εἶδος τὰς τῶν ὀμμάτων βολὰς ἀνα τείνων. τὸ δὲ «στραφεῖσα» διττάς μοι δίδωσι τὰς ἐννοίας, σωματικὰς ὁμοῦ τε καὶ ψυχικάς· ἢ γὰρ ὅτι, ἐπειδὴ φθεγξαμένου τοῦ ὀφθέντος ἤκουσεν, ἐγνώρισέ τε ὅστις ἦν καί, τὸ ἐνδοιάζειν ἀφεῖσα περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐστράφη τε πρὸς ἑαυτὴν καὶ ἀπλανῶς αὐτῷ τὸ «διδάσκαλε» ἀνταπέδωκεν, ὡς νοεῖσθαι τὴν στροφὴν ἐνταῦθα μετάμειψιν τῶν ἀμφιρρεπῶν λογισμῶν πρὸς μίαν εὐθύτητα· ἢ ὅτι ὁμοῦ τῷ γνωρίσαι αὐτὸν ταύτῃ τὸν κύριον καὶ ἡ ἀγγελικὴ δορυφορία καταφανὴς γέγονε, πρὸς ἣν δὴ ἀρρήτως ἀστράψασαν ἡ Μαρία ἐπιστραφεῖσα καὶ γνοῦσα ὅτι θεὸς ἦν αὐτῇ ὁ προσδιαλεγόμενος, τὸ «διδάσκαλε» ἐπεφθέγξατο. ἐπειδὴ γὰρ πολλάκις ταῖς περὶ αὐτὸν γυναιξὶν ὁ κύριος πρὸ τοῦ πάθους διαλεγό μενος τὰς προφητικὰς φωνὰς διηρμήνευεν, ἐν αἷς δὴ «ἐσταυρῶσθαι τὸν τῆς δόξης» ἐδηλοῦτο «κύριον» καὶ αὖθις ἐκ τῶν νεκρῶν ἐγη γέρθαι, ὥσπερ μαρτυρίαν ἀψευδῆ ὧν ἤκουσε δεξαμένη τὴν θέαν, «διδάσκαλε» φησίν. ὁμοῦ τε, γάρ φησιν, ἐγνώρισε τὸν ὀφθέντα, καὶ τῇ ἀναστάσει πεπίστευκε, καὶ τὴν ψυχὴν ἔστησε πλανωμένην, καὶ πρὸς τὴν ὧν ἤκουσε διδασκαλίαν ἀναπεμφθεῖσα, ἀφ' ὧν δὴ ἐπιστώθη, τὸν διδάξαν τα κύριον ὕμνησεν. ἀλλὰ τὴν μὲν γνώμην ἡδράσθη ἀβέβαιον οὖσαν, ἔτι δὲ γυνὴ ἦν οὐδὲν ἐννοουμένη θειότερον. εὐθὺς γὰρ τὰς χεῖρας ἁπλώσασα ἔμελλε δὴ τῷ θείῳ ἐκείνῳ προσεγγίσαι σώματι καί που δὴ καὶ τὸ πρόσ ωπον τῷ τραχήλῳ περιθεῖναι καὶ δάκρυα κατασπείσασθαι, οἷα δὴ πολλὰ πρὸ τοῦ πάθους ἐποίει. ὁ δὲ ἀσύμμετρον εἰδὼς τὴν ἐπαφὴν τῆς χειρὸς πρὸς τὴν φύσιν τοῦ ἀνεστηκότος σώματος, «μή μου» φησίν «ἅπτου»· οὐ γὰρ τοιοῦτον, φησί, μοι τὸ σῶμα ὁποῖον τὸ πρότερον, ἀλλὰ καὶ τὴν φύσιν τετήρηκε, καὶ πρὸς τὸ ἀθάνατον μετηλλοίωται· ἑνὸς τούτου μόνου, τῆς θείας ἐνέδει φύσεως, τῆς ἀθανασίας, τἆλλα τυγχάνον ὁμόθεον. ἐπεὶ δὲ καὶ ἀπηθανάτισται καὶ θεῖον πῦρ ἀτεχνῶς γέγονεν, ὥρα σοι τὴν χεῖρα ἐπέχειν, μή πως προσαψαμένη κατακαυθῇ. Ἐγὼ δὲ πρὸς τὸ ἐφεξῆς ῥητὸν ἑτέραν προσαρμόζω τῷ ῥήματι ἔννοιαν· «μή μου» γάρ φησιν «ἅπτου, ὅτι μὴ πρὸς τὸν πατέρα μου ἀναβέβηκα». ἆρα δὲ ἀναβάντος ἅψεται; καὶ πῶς; ἢ καὶ πότε; ὅσον οὖν πρὸς τὴν προτέραν ἀπόδειξιν ἄλογος ἡ κατασκευή. τί οὖν ἐστιν ὅπερ αὐτὸς κατα νενόηκα; ἐπονειδίζει τῇ γυναικὶ τὴν ἀπιστίαν ὁ κύριος· οὐ γὰρ ἦν ἠκριβω μένη τὴν πίστιν τῆς ἀναστάσεως, ἀλλ' οὐδὲ διὰ τῶν θαυμάτων τὴν φύσιν τοῦ θαυματουργοῦντος ἐγνώρισεν, οὐδὲ τὴν ἐκ τῶν οὐρανῶν κένωσιν ἐτρανοῦτο δι' ὧν ἐπεδείκνυτο, ἀλλὰ τὴν ἄνοδον ἐπεζήτει καὶ τὴν πρὸς τὸν πατέρα ἄφιξιν, ἵνα διὰ ταύτης καὶ τὴν κάθοδον πιστωθείη καὶ ὅτι εἴη θεός. διὰ ταῦτά φησιν ὁ κύριος· «μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου». τῇ μὲν γὰρ ἀναστάσει, φησίν, ἐξ ὧν τεθέασαι πεπίστευκας· ἀμφίβολος δὲ ἔτι περὶ τῆς ἐξ οὐρανοῦ μοι καθόδου τυγχάνεις, ὅτι μήπω πρὸς τὸν πατέρα ἀναβέβηκα· ὅθεν οὐκ ἀσπάζομαί σου τὴν ἐπαφήν, οὐδὲ τὴν τῆς χειρός σου δέχομαι πρόσψαυσιν· κατὰ γὰρ τὴν σὴν ὑπόνοιαν οὐκέτι σοι πεπίστευμαι ὡς ἐξ οὐρανοῦ καταβέβηκα, διότι μὴ πρὸς τὸν πατέρα ἀναβέβηκα. ἔστιν οὖν ὁ λόγος οἷον ὀνειδιστικὸς καὶ εἰρωνικός, καταμεμφομένου τοῦ κυρίου τὴν ἀνέδραστον γνώμην τῆς γυναικός. Εἰ μὲν οὖν καὶ ἄλλος λόγος βαθύτερος εἴη τοῦ ῥήματος, παρ' ἑτέρων πεύσεσθε σοφωτέρων ἀνδρῶν ἐμοῦ· ὃν δ' ἐγὼ κατείληφα, τοιοῦτός ἐστιν.