Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
λδʹ. Εἰς τὸ θεολογικὸν τὸ «ταῦτα τοῖς αἰνιγματισταῖς παρ' ἡμῶν» Λύσας ἱκανῶς ὁ μέγας οὗτος πατὴρ τὰς τῶν ἐριστικῶν ἀντιθέσεις, ἃς κατὰ τῆς ἐκκλησίας μεμελετήκασι, «ταῦτα» φησί «τοῖς αἰνιγματισταῖς παρ' ἡμῶν», αἰνιγματιστὰς μὲν προσεχῶς τοὺς περὶ τὸν Εὐνόμιον λέγων, καθόλου δὲ πᾶσαν σοφιστικὴν φύσιν καὶ ἀντίθετον· οἱ γὰρ περὶ τὰς ἔριδας διατρίβοντες, ὧν δήπου καὶ Ἰσοκράτης ὁ ῥήτωρ καταγινώσκει, ἑτέραν τῆς εὐθείας τραπόμενοι, πεπλανημένους καὶ σκολιοὺς λόγους συμπλέκοντες κατὰ τῶν προσδιαλεγομένων τεχνάζονται. ὁποῖος δὴ καὶ ὁ Εὐνόμιος ἦν, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενος, καὶ τὴν ἄρρητον θεολογίαν λόγοις ἐκ γῆς ἐκφωνουμένοις ἐκτραγῳδῶν, καὶ τὸ τοῦ λόγου καθαρὸν καὶ ἀκίβδηλον ἐννοίαις ἀσαφέσι καταχωννύμενος καὶ καπηλεύων κομψείᾳ λέξεων. «Ταῦτα» φησί «τοῖς αἰνιγματισταῖς παρ' ἡμῶν». εἶ [τα] δεικνὺς ὡς παρὰ προαίρεσιν τούτου ἡ πρὸς αὐτοὺς συμπλοκὴ καὶ ὡς οὐκ ἦν βουλομένῳ τοιαῦτα λύειν ἐγκλή [ματα] καὶ αἰνίγματα, ἐπήγαγεν «οὐχ ἑκόντων μέν». διὰ τί; ὅτι «μὴ ἡδὺ τοῖς πιστοῖς ἀδολεσχία καὶ λόγων ἀντί [θεσις]»· οἷς γὰρ ὁ συντετελεσμένος καὶ συντετμημένος λόγος σπουδάζεται, τούτοις ὁ περιττὸς καὶ κομψὸς ἀπὸ γνώμης ἐστί. σοφισταὶ μὲν γὰρ λόγους ἐκ λόγων συνείροντες ἑαυτούς τε διαχέουσι καὶ διατιθέασιν ἐν ἡδονῇ τὰ μειράκια, οἱ δὲ τῆς ἐκκλησίας τρόφιμοι βραχέσι λέξεσι πλείστας ἐννοίας συγκλείσαντες τάς τε ψυχὰς τῶν παιδαγωγουμένων ὤνησαν καὶ τὸ ἄριστον μέτρον τῷ λόγῳ τεθείκασι. διὰ τοῦτο «οὐχ ἡδὺ τοῖς πιστοῖς» τὸ ἀδολεσχεῖν, «ἀδο λεσχία» δέ ἐστι τὸ πολλάκις περὶ αὐτῶν λέγειν καί, ὡς ἂν εἴπῃ τις, ἡ παλιλλογία. ἣν σοφισταὶ μὲν διαφερόντως τετιμήκασι· βραχεῖαν γὰρ παραλαβόντες ἔννοιαν διαφόροις πλατύνουσι λέξεσιν· «ἑστώς» γάρ φησιν ὁ Πηλοπλάτων «καὶ τὸ ὕδωρ νοσεῖ», καὶ αὖθις μεταβαλλόμενος τὸ αὐτὸ ἑτέρως ἡρμήνευσε, φήσας· «καὶ ὑδάτων ἡδίω τὰ πλανώμενα». ἀνὴρ δὲ σπουδάζων οὐχ ὅ τι πολλάκις εἴποι φροντίζει, ἀλλ' ὅπως αὐτὸ σὺν ἐλάττοσι λέξεσιν ἐξαγγείλειεν. «οὐχ ἡδὺ» τοίνυν «τοῖς πιστοῖς ἀδολεσχία καὶ λόγων ἀντίθεσις», ὥσπερ οὐδὲ τοῖς εὐθυποροῦσιν ὁδοὶ πλάνοι καὶ παρεγκλίσεις καὶ καμπαὶ μυριόστροφοι εἰς τὸ αὐτὸ στρέφουσαι, κἂν παρὰ τὸν Ἰλισσὸν ἐξάγωνται, ἔνθα τὸ παραρρέον ὑδάτιον καὶ «τὸ πάγκαλον {καὶ} τοῦ ἄγνου σύσκιον», κἂν παρὰ «τὴν χρυσῆν πλάτανον». «Ἀρκεῖ γάρ» φησί «καὶ εἷς ἀντικείμενος», ἀντικείμενον τὸν αἰνισσόμενον αἰνιξάμενος, οὐκ, οἶμαι, παρὰ τὸν λόγον τῆς ἀντιθέσεως, ἀλλὰ παρὰ τὸ τοῦ ἀντικειμένου σύνηθες· ἀντικείμενον γὰρ ἡ γραφὴ τὸν ἀποστάτην καλεῖ ἀπολύτως. κατηγόρησε δὲ εὐφυῶς τουτὶ τὸ ὄνομα ὁ πατὴρ τοῦ ἀντιθέτως πρὸς τὸν ὀρθὸν λόγον ἔχοντος· «ἀρκεῖ» τοίνυν, φησί, «τοῖς πιστοῖς καὶ εἷς ἀντικείμενος». ἐγὼ δὲ καὶ ἕτερόν τι νοῶ, κομψότερον μέν, οὐ πάνυ δὲ τῆς ἀληθείας ἐκτός. τί γὰρ δεῖ, φησί, τοῖς πιστοῖς πολλῶν αἰνιγματιστῶν ἀντιβαινόντων τῷ λόγῳ τῆς πίστεως; ἀρκεῖ γὰρ αὐτοῖς εἰς ἀντίθεσιν καὶ εἰς ἀντίστασιν ὁ πρώτως καὶ κυρίως, ὡς ἂν εἴπῃ τις, ἀντικείμενος. τοῦτο δὲ ἐγγύς που τείνει τοῦ «ἀρκετὸν γὰρ τῷ σώματι ἡ κακία, τί δὲ δεῖ τῇ φλογὶ πλείονος τῆς ὕλης;» «Ταῦτα» φησί «τοῖς αἰνιγματισταῖς παρ' ἡμῶν, οὐχ ἑκόντων μέν». καὶ τίς ὁ τυραννήσας; οἱ ἐμπίπτοντες. φησὶ γάρ· «πλὴν ἀναγκαίως διὰ τοὺς ἐμπίπτοντας». τοῦτο δὲ οἶμαι ἀπὸ τῶν παρὰ Ῥωμαίοις νόμων εἰληφέ ναι τὸν ἅγιον, εἰ καὶ τοὺς πολλοὺς λανθάνει λογοειδῶς κείμενον· ἐν γὰρ τοῖς κυρίοις ἡμῶν νόμοις καὶ οὗτος ἀναγέγραπται, τὸν ἐπιόντα διαχρησόμενόν τινα ἀπωθεῖν καὶ ἀντιβιάζεσθαι. ἔστ' ἂν μὲν γὰρ τὴν γλῶτταν θήγῃ καθ' οὗ τὴν ὕβριν ἐπάγει, οὐ δεῖ τὸν ὑβριζόμενον τὴν ὕβριν ἐπάγειν· εἰ δὲ ῥοπάλῳ ἢ καὶ ξίφει κατ' αὐτοῦ χρήσαιτο καὶ κατὰ τοὺς μαινομένους ἄφνω ἐμπέσοι, ἀναγκαῖον τὸ ἀντιβιάζεσθαι καὶ ὅλῃ τῇ δυνάμει ἀποτροπιάζεσθαι τὸν ἐμπεπαικότα. τοῦτο γοῦν αὐτό φησι, «πλὴν ἀναγκαίως διὰ τοὺς ἐμπίπτοντας»· οὐκ ἐβουλόμην, γάρ φησιν, ἀντιτιθέναι καὶ ἀδολεσχεῖν καὶ λύειν τοῖς αἰνιγματισταῖς τὰ ὀνείρατα, ἐπεὶ δὲ ἄφνω μοι ἐμπεπτώκασιν οἷα δὴ φρενόληπτοι καὶ παρακεκινημένοι τὸν νοῦν, ἀναγκαίως ἀντεπεξῆλθον καὶ διηγωνισάμην ὡς ἐνῆν πρὸς αὐτούς, «ἵν' εἰδῶσι μὴ πάντα ὄντες σοφοὶ μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα τὸ εὐαγγέλιον». διὰ τοῦτο, φησίν, ἀντεπεξηνέχθην αὐτοῖς, καὶ τὰ μὲν ἔλυσα τῶν προβαλλομένων, τὰ δὲ προὐβαλλόμην, ὡς τὸ πότερον «ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;» τἆλλά τε καὶ τὰ παρὰ τὸ πῇ καὶ ἁπλῶς σοφίσματα, «ἵνα» γνῶσι «μὴ πάντα ὄντες σοφοί», διαλυομένων αὐτοῖς ῥᾷστα τῶν προβλημάτων, «μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα τὸ εὐαγγέλιον»· τῶν γὰρ ἀπορουμένων αὐτοῖς διαλυομένων, πῶς ἂν οὗτοι λογισθεῖεν ἀήττητοι; «Κενοῦντα» δέ φησι «τὸ εὐαγγέλιον» πάντα σοφιστικὰ καὶ προχωροῦντα πάντα ταῖς λογικαῖς ἀποδείξεσι. κεῖται δὲ ἡ λέξις αὕτη παρὰ τῷ ἀποστόλῳ ἰδιαζόντως· κένωσιν γὰρ ἐκεῖνος εὐαγγελίου τὴν διὰ τῶν ἐπιχειρημάτων μέθοδόν φησιν. ὥσπερ γὰρ εἴ τις, ἡλίου μεσημβρινὰ λάμποντος, ἐπιχειροίη δεικνύειν ὅτι ταῖς ἀκτῖσι καταφωτίζει τὴν γῆν, ὅτι τὸ χρῶμα λαμπρός, ὅτι διὰ τοῦ ἀέρος ἡμῖν τοῦ φωτὸς ἡ μετάδοσις γίνεται, κενοῖ τρόπον τινὰ τὴν ἡλιακὴν φρυκτωρίαν, τὸ ἀμέσως ὁρώμενον ἀποδείξεσι βιαζόμενος, οὕτως ὁ περὶ τὸ ἱερὸν κήρυγμα σοφιζόμενος «κενοῖ» τὸν λόγον τῆς «πί στεως», τὸ δι' οὗ τἆλλα φωτίζεται λογικαῖς ἐννοίαις καταφωτίζειν ἐπιχειρῶν. κενοῦται δὲ καὶ ἄλλως τὸ εὐαγγέλιον, ὅταν συλλογιστικαῖς ἐφόδοις τοῦτο πιστώμεθα, ἐπειδὴ δοκεῖ τοῖς πολλοῖς ὕποπτος ἡ ἀλήθεια διὰ τὴν τοῦ λέγοντος δύναμιν. «Ὅταν γὰρ τὸ τοῦ λόγου δυνατὸν προβαλλώμεθα, τὸ πιστεύειν ἀφέντες, καὶ τὸ τοῦ πνεύματος ἀξιόπιστον ταῖς ζητήσεσι λύσωμεν, εἶτα ἡττηθῇ τοῦ μεγέθους τῶν πραγμάτων ὁ λόγος, ἡττηθήσεται δὲ πάντως, ἀπὸ ἀσθενοῦς ὀργάνου τῆς ἡμετέρας διανοίας ὁρμώμενος, τί γίνεται; τὸ ἀσθενὲς τοῦ λόγου τοῦ μυστηρίου φαίνεται. καὶ οὕτω κένωσις τοῦ σταυροῦ τὸ τοῦ λόγου κομψὸν ἀναδείκνυται, ὡς καὶ Παύλῳ δοκεῖ· ἡ γὰρ πίστις τοῦ καθ' ἡμᾶς λόγου πλήρωσις.» ὢ τί πρῶτον τοῦ ἀνδρὸς τούτου θαυμάσομαι; τὴν συντομίαν τῆς φράσεως, τὴν συνθήκην τῆς λέξεως, τῆς ἀπαγγελίας τὴν χάριν, τὸ κάλλος τῆς ἀρχαίας Ἀτθίδος, τὸ κατεστιλβωμένον καὶ λεῖον τῆς ἑρμηνείας, τοὺς σεμνοτάτους ῥυθμούς, τὴν ἐν πνεύματι περίοδον, τὴν ἀρίστην τοῦ προτεθέντος κατασκευήν; πάντα γάρ μοι ἐν κύκλοις φαίνεται, καὶ ἕτερον ἀφ' ἑτέρου καλεῖ. ὅθεν μὴ ἔχων τίνι τὰ πρωτεῖα χαρίσαιμι διὰ τὴν πρὸς πάντα τιμήν, τὴν ἐν ἅπασιν ὁμοτιμίαν ἐνδείκνυμαι. ἐμοὶ δὲ ὁ λόγος πρὸς τὴν ἐξ ἀρχῆς ἀκολουθίαν ἴτω. Εἰπὼν ἀνωτέρω ὁ ἅγιος, «ἵν' εἰδῶσι μὴ πάντα ὄντες σοφοί, μηδὲ ἀήττητοι τὰ περιττὰ καὶ κενοῦντα τὸ εὐαγγέλιον», ἐντρεχῶς πάνυ κατασκευάζει πῶς εἴωθε κενοῦν ταῦτα τὸ εὐαγγέλιον. φησὶ γοῦν ὅτι ἀρκεῖ πρὸς ἀπόδειξιν τοῦ ἡμετέρου κηρύγματος ἡ διὰ τῶν ἔργων πληρο φορία, ἀφ' ἧς ἡ ἀπερίεργος πίστις καὶ ἀπλανὴς πρόεισιν· «ἐν ὀνόματι» φησίν «Ἰησοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει», καὶ τῷ λόγῳ τὸ ἔργον κατηκολούθησε. τί ταύτης τῆς ἀποδείξεως δυνατώτερον; τίς οὕτω λόγος περιττῶς συντεθεὶς καὶ δυνάμει λόγου κατασκευασθεὶς τὸν ἐσταυρωμένον ἀποδεῖξαι ἂν ἠδυνήθη υἱὸν τοῦ θεοῦ, ὡς ὁ τέως παρειμένος καὶ τὴν φύσιν ἐξηρθρωμένος τῇ ἐπικλήσει τοῦ Ναζωραίου Ἰησοῦ ἄφνω τὰ ὀστᾶ συμπαγεὶς καὶ ῥωσθεὶς πρὸς τὴν κίνησιν; εἰ γοῦν «ἀφέντες τὸ» διὰ τῶν ἔργων «πιστόν», δυνάμει λόγου θαρρήσομεν καὶ πρὸς ἀποδείξεις χωρήσομεν ἢ τῆς πρώτης θεολογίας ἢ τῆς δευτέρας οἰκονομίας, καὶ τὸ τοῦ πνεύματος ἀξιόπιστον ταῖς ζητήσεσι διαλύσομεν· αὐτόθεν γὰρ τὸ πνεῦμα ἑαυτῷ μαρτυρούμενον ἀξιόπιστόν ἐστιν εἰς τὴν οἰκείαν ἀπόδειξιν. συλλογιστικῶς δὲ ἐπιχειροῦντες αὐτὸ συστῆσαι, ἀφανίζομεν αὐτοῦ τὸ ἀξιόπιστον· τοῦτο γάρ ἐστι τὸ «λύομεν». Ὅταν οὖν διὰ τῶν λογικῶν μεθόδων ὁ λόγος ἡμῶν προχωρῇ, εἶτα ἡττηθῇ τοῦ μεγέθους τῶν πραγμάτων– οἷον βουλόμενοι δεῖξαι πῶς τρία καὶ ἓν τὸ σέβας ἡμῶν, εἰς εἰκόνα λαμπάδων τριῶν ἐρχώμεθα εἰς ταὐτὸ συνιουσῶν καὶ ἓν φῶς ἀποτελουσῶν· ἀλλ' ὁρᾷς ὅτι οὐ πάντῃ ἔοικε τὸ παράδειγμα τῷ πρωτοτύπῳ· κἂν ὀφθαλμὸν εἴπῃς κἂν ποταμὸν κἂν ἀκτῖνα κραδαινομένην κἂν εἴ τι ἄλλο τῷ λόγῳ προσμαρτυρήσῃς, οὐδὲν εἴρηκας ὅσον ἄξιον, ἡττᾶται γὰρ τοῦ μεγέθους τῶν πραγμάτων ὁ λόγος ἀπὸ ἀσθενοῦς ὀργάνου ὁρμώμενος, ὅπερ ἐστὶν ἡ ἡμετέρα διάνοια– ὅταν οὖν ἐντεῦθεν εἰς τὴν ἀπόδειξιν τῆς ἡμετέρας χωρήσωμεν πίστεως, τί γίνεται; τὸ ἀσθενὲς τοῦ λόγου ἀσθένεια τοῦ μυστηρίου φαίνεται, ὥς που δὴ πολλοὶ τῶν καθ' ἡμᾶς φιλοσόφων τὴν τριαδικὴν θεολογίαν τῷ καθ' ἡμᾶς νῷ καὶ λόγῳ καὶ πνεύματι ἐξεικόνισαν. τῶν παρ' ἡμῖν γὰρ ὁ μὲν νοῦς τὸν λόγον γεννᾷ, τῷ δὲ λόγῳ τὸ πνεῦμα ἕπεται, ἀλλ' ὅ τε παρ' ἡμῖν {ὁ} λόγος ἐκφωνηθεὶς τῷ ἀέρι συνδιαλύεται, καὶ τὸ πνεῦμα τῷ ἐκφωνουμένῳ σὺν τῷ λόγῳ, ἐκεῖ δὲ καὶ ὁ λόγος καὶ τὸ πνεῦμα ὑποστάσεις εἰσὶν ἀκριβεῖς. οἴονται οὖν τινες ἐντεῦθεν μὴ τοῦ λόγου εἶναι τοῦτο ἀσθένειαν, μὴ δυναμένου τὰ ἄρρητά τε καὶ ὑπερούσια τρανοῦν καὶ παραδειγματίζειν τοῖς ἀνθρωπικοῖς παραδείγμασιν, ἀλλ' ὅτι τοιοῦτόν ἐστιν ἡμῶν καὶ τὸ μυστήριον, καὶ γίνεται τὸ τοῦ λόγου κομψὸν «κένωσις τοῦ σταυροῦ», τουτέστι ταπείνωσις τοῦ κηρύγματος. «ἡ γὰρ πίστις τοῦ καθ' ἡμᾶς λόγου πλήρωσις», τουτέστιν οὐδὲν ἕτερον συμπληροῖ τὸν τοῦ κηρύγματος ἡμῶν λόγον ὡς τὸ πιστεύειν ἁπλῶς. «Ὁ δὲ ἀναγγέλλων συνδέσμους καὶ λύων κρατούμενα». ταῦτα δὲ προσ μαρτύρεται τῷ Δανιήλ· οὗτος γὰρ καὶ «τὰ κρατούμενα ἔλυε καὶ τοὺς συνδέσμους ἀνήγγελλε». σύνδεσμοι δέ εἰσι καὶ κρατούμενα λόγοι συνε στραμμένοι καὶ χρησμοῖς ἐοικότες καὶ οἷον συνδέοντες τὴν ἀλήθειαν καὶ κρατοῦντες ἐν ἑαυτοῖς καὶ συσφίγγοντες τὴν τοῦ λόγου διάνοιαν. συνδέ σμοις ἐοίκασι τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα, αἱ τέσσαρες βασιλεῖαι διὰ τῶν τεσσάρων ζῴων δηλούμεναι καὶ διὰ τοῦ ποικίλου τῆς εἰκόνος ὑπαινισσόμεναι· σύνδεσμοι, ἅπερ παρὰ τὸν τοῖχον ἡ ἀπὸ τοῦ ἀστραγάλου χεὶρ ἐπὶ τοῦ Βαλτάσαρ κατέγραψεν. ἀλλ' ὁ Δανιὴλ ταῦτα ἀνήγγειλε καὶ διελύσατο τὰ κρατούμενα. Εἰς δέον δὲ τούτων ἐμνημόνευσεν ὁ πατήρ, εὐχῇ κατακλείσας τὸν λόγον, ὅτι «ὁ ἀναγγέλλων συνδέσμους καὶ λύων κρατούμενα, ὁ καὶ ἡμῖν ἐπὶ νοῦν ἀγαγὼν διαλῦσαι στραγγαλιὰς βιαίων δογμάτων»– ἵνα γὰρ μή τις εἴπῃ ὅτι ἀνθρωπικώτερον ἐπελύσω τὰ τῶν ἐριζόντων προβλήματα, ἃ δὴ «συνδέσμους» καλεῖ καὶ «κρατούμενα», ἐπάγει ὅτι μὴ παρ' ἡμῶν ἡ ἐπίλυσις, ἀλλὰ παρὰ τοῦ θεοῦ, ἐκεῖνος γὰρ ἐπὶ νοῦν ἡμῶν ἤγαγε διαλῦσαι στραγ γαλιὰς βιαίων δογμάτων– ὁ γοῦν τοῦτο ποιήσας «καὶ τούτους μεταβαλὼν ποιήσειε πιστοὺς ἀντὶ τεχνολόγων καὶ Χριστιανοὺς ἀνθ' ὧν νῦν ὀνομάζον ται». ὅρα μετὰ τῆς ἐπιεικείας καὶ τὴν τέχνην τούτου τοῦ μεγάλου καὶ φιλοσόφου καὶ ῥήτορος. τὸ μὲν γὰρ τὸ τοῦ τεχνολόγου ὄνομα ὡς ἀδιάβλη τον τέθεικε, τὸ δὲ τῆς ἀπιστίας καὶ τῆς αἱρέσεως ἀφῆκεν ἄρρητον (ποιήσειε, γάρ φησι, Χριστιανοὺς ἀνθ' ὧν νῦν ὀνομάζονται), δύο ταῦτα τεχνιτευ [όμεν] ος· ἐκείνων τε φεισάμενος τῇ τῶν λόγων αἰδοῖ καὶ τὴν ἑαυτοῦ γλῶτταν οἷον μὴ καταμιάνα [ς τοῖς ἀ] τοπωτάτοις ὀνόμασιν.