Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
λϛʹ Τρία ταῦτα εἰώθασιν ὁ πολὺς ὅμιλος ἐρωτᾶν· τίς ὁ «ἐπενδύτης», ὃν ὁ κορυφαῖος περιζωσάμενος Πέτρος «ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν», καὶ τίνες αἱ «ἀκρίδες» καὶ τὸ «ἄγριον μέλι», ὅπερ ἡ πρόδρομος τοῦ λόγου φωνή, ὁ τῆς ἐρημίας μετάρσιος ἄνθρωπος, ἀποχρῶσαν ἐκέκτητο δίαιταν, καὶ τίς «ὁ ἐπικείμενος ἄρτος τῇ ἀνθρακιᾷ»· ἄλογον γὰρ τοῦτο οἴονται. Περὶ δὲ τούτων πυνθάνονται οὐ μαθεῖν τι τῶν δεόντων προῃρημένοι, ἀλλ' ἢ μόνον τοὺς διδάσκειν τεταγμένους ἐπαπορεῖν, καί τινων ἐγὼ πολλάκις ἀμαθεστάτων ἀνθρώπων ἠκροασάμην, ὡς ταῦτα δὴ μόνα ἀπορώτατα τῶν γραφικῶν ζητημάτων ἐστίν. εἶτα δὴ πολλὰ περὶ τούτων αὐτοῖς εἰρηκὼς καὶ τὰ μὲν ἱστορήσας, τὰ δὲ θεωρήσας, μεταβαλεῖν αὐτοῖς τὸ τῆς ἀμαθίας εἶδος οὐ πάνυ τι προσευπόρησα. τοὺς μὲν οὖν ἀφῆκα «παίζειν ἐν οὐ παικτοῖς», σοῦ δ' ἂν εἰκότως καθαψαίμην τῆς ἱερᾶς κεφαλῆς, εἰ ἐξὸν καὶ ἱστορικώτερον ταῦτα καὶ θεωρητικώτερον δέχεσθαι, ἔπειτα τῷ πολλῷ ἐγκαταμέμιξαι συρφετῷ. Ὅ τε γὰρ ἐπενδύτης, ὃν ὁ Πέτρος περιεζώσατο, σύνηθές ἐστι θέαμα τοῖς περὶ τὴν τῶν ἰχθύων ἄγραν ἐσπουδακόσι· καὶ τὸ τούτοις χιτώνιον ἄχρι γονάτων καθειμένον καὶ ἐς ὤμους ἀναβεβλημένον ζώνης ἄτερ ἀμπίσχεται, ὅπως ἂν εὔλυτοι εἶεν τοῖν ποδοῖν ἅμα καὶ ταῖν χεροῖν· κᾆτα δέον εἰς θάλασσαν καταβῆναι ἀπὸ τῆς νεὼς περιζώννυνται τοῦτο, ἵν' εὐκό λως πρὸς τοὺς αἰγιαλοὺς ἀπονήχωνται, μὴ χωροῦντος ἐν τοῖς κόλποις τοῦ ὕδατος διὰ τὴν τῆς ζώνης περιβολήν. τοῦτον οὖν τὸν ἐπενδύτην καὶ ὁ Πέτρος ἁλιεύων ἠμφιεσμένος, ἐπειδὴ ἔδει διὰ τῆς θαλάσσης πρὸς τὸν Ἰησοῦν ἀνανήξασθαι, «περιζωσάμενος ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν». Καὶ τὸν Ἰωάννην οὐδὲν ἀπεικὸς «ἀκρίδας» ἐσθίειν «καὶ μέλι ἄγριον», οὐκ ἀπηγορευμένου τοῦ ζῴου εἰς βρῶσιν τοῖς ἐκ περιτομῆς Ἰουδαίοις. τί γάρ, εἰ νῦν τὸ πτηνὸν βδελυττόμεθα, τηνικαῦτα συνηριθμημένον τοῖς καθαροῖς; ὁ δὲ αὐτὸς καὶ μέλιτος ἀγρίου κατὰ τὸ ἀκόλουθον ἀπεγεύετο, μελισσῶν μὲν μὴ διαιτωμένων τῇ ἐρημίᾳ, κηφήνων δὲ ταῖς κοιλότησιν ἐμπετομένων τῶν δένδρων καὶ τοὺς σίμβλους ἐργαζομένων τοῦ μέλιτος. Καὶ ὁ ἄρτος δὲ εἰ διαιρετέος σοι τῇ στιγμῇ γένοιτο, οὐκ ἂν ἀπορίαν σοι παρέξοι, πῶς μὴ σὺν τῷ ὀψαρίῳ τῷ πυρὶ κατεφλέγετο. τὸ μὲν γὰρ ὄψον ἐπέκειτο τῇ ἀνθρακιᾷ, ὁ δέ γε ἄρτος ἰδιαζόντως ἐτίθετο. Καὶ ἡ ἀναγωγὴ δὲ τούτων πρὸς τὴν ἱστορίαν εὐσύντακτος· ὁ γὰρ πρὸς τὸν Χριστὸν ἀφικνεῖσθαι μέλλων διὰ τῆς πικρᾶς ἅλμης τοῦ ὕδατος, φημὶ δὴ τῶν ἐν τῷ βίῳ πραγμάτων, οὐκ ἂν ἄλλως πρὸς τοὺς τῆς ἀναπαύσεως αἰγιαλοὺς ἀπονήξηται μὴ διὰ τῆς πρακτικῆς ἀρετῆς περιζωσάμενος τὴν ὀσφύν. καὶ ὁ τοῦ λόγου δὲ πρόδρομος μέσος ἑστηκὼς τῶν δύο διαθηκῶν χαμαιπετέσι νοήμασι τὴν ψυχὴν ἔτρεφεν, ὁποῖόν ἐστιν ἡ ἀκρίς, σκέλεσι μετεωριζόμενον ὄρνεον καὶ πρόσγεια πτερυσσόμενον. καὶ μέλιτος μὲν ἀπεγεύετο, φημὶ δὴ τοῦ νομικοῦ γλυκασμοῦ, ἀγρίου δὲ διὰ τὸ μήπω κεκηρῦχθαι τὸ εὐαγγέλιον μηδὲ τὴν χάριν ἕδραν λαβεῖν. καὶ οἱ πρὸς τὰς ἀκτὰς δὲ τῆς θείας ἀποκολυμβήσαντες ἀναπαύσεως ἕτοιμον μὲν εὑρίσκουσι τὴν ἀνθρακιὰν ἤτοι τὸ θεῖον τῶν θεωριῶν πῦρ καὶ τὸ ἱερὸν ὄψον τὸ τρέφον τὸν νοῦν ἐπικείμενον τῷ πυρί, «τὸν» δὲ «τῆς ζωῆς ἄρτον» οὐκ ἐν τῇ ἀνθρακιᾷ ὁρῶσι κείμενον, ἀλλ' ἰδίᾳ καὶ κεχωρισμένον· ὑπέρκειται γὰρ πάσης θεωρίας τε καὶ ἐλλάμψεως «ὁ ἐπὶ πάντων θεός». Ἡ δὲ διπλῆ τῶν ῥητῶν τούτων ἐξήγησις αὐτάρκης ἐστὶν ἐν διῃρημένοις σκοποῖς, ἰδιώταις τε καὶ σοφοῖς, ὧν ὅποι τις ἑαυτὸν τάξει, κατάλληλον εὑρήσει τῷ συντάγματι τὴν ἐξήγησιν. οὐδὲν δὲ ἀπεικός, εἰ καὶ παντάπασιν ὁ Πέτρος γυμνὸς ἐπὶ τῆς νεὼς ἐκάθητο. ἀλλ' εἰ μὲν βούλει, εἰς τὴν συνήθειαν τοῦτο τῆς ἁλιευτικῆς τέχνης δεξάμενος τῆς ἀναισχύντου περὶ τὸν Πέτρον ὑπολήψεως πέπαυσο· εἰ δ' οὔ, εἰς ὑπερβάλλον ἐγκώμιον καὶ τοῦτο τοῦ κορυφαίου τῶν μαθητῶν δέδεξο, ὅτι τοσοῦτον αὐτῷ τὸ περιὸν τῆς καθάρσεως, ὅτι μηδὲ τῆς τοῦ σώματος γυμνώσεως διῃσθάνετο, ἀλλ' εἰκόνιζε τῷ καθ' ἑαυτὸν ὑποδείγματι τὴν τῶν προπατόρων ζωήν· κἀκεῖνοι γὰρ ἐν τῷ παραδείσῳ γυμνοὶ διαιτώμενοι τὸ ἐκ τῆς γυμνώσεως οὐκ ἀπηνέγκαντο ὄνειδος, καὶ ἡμῖν δὲ οὕτως ἔσται εἰς τὴν αἰωνίαν ἀποκαταστᾶσι ζωήν· τὰ γάρ τοι ἄμφια τοῦ μετὰ τὴν ἁμαρτίαν βίου καλύμματα.