Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
λζʹ. Εἰς τὸ «ἐπλήγη ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου» Εἴ φαμεν τρέφεσθαι τὴν ψυχὴν καὶ αὐξάνειν καὶ θεωριῶν κρειττόνων ἐμπίπλασθαι, ἄρτος ἐστὶ δήπου πάντως ὁ στηρίζων τὴν ταύτης οὐσίαν καὶ τῆς πνευματικῆς ἀξιῶν ἡλικίας. ὁ μὲν οὖν τὸν τοιοῦτον ἄρτον ζητῶν, ὅς ἐστιν «ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς», ὃς δὴ καὶ τοῖς ἀγγέλοις τὴν ἀνάλογον τροφὴν πορίζεται κατὰ τὸ εἰρημένον λόγιον, ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος», καὶ διηνεκῶς τῇ φύσει τῆς ψυχῆς τοῦτον ἐπεισάγων, οὗτος δήπου τὴν ἀνάλογον τῇ ψυχῇ τροφὴν ἔχει πρὸς σύστασιν καὶ πιότητα. καὶ θάλλει μὲν αὐτῷ ἡ πνευματικὴ καρδία ὥσπερ χόρτος ἀγροῦ καὶ ταῖς τοῦ πνεύματος αὔραις τὸ τῆς ψυχῆς αὐτῷ κυμαίνει λήιον· ὁ δὲ «ἐπιλαθόμενος» κατὰ τὸν τοῦ Δαυὶδ λόγον «τοῦ φαγεῖν τὸν» τοιοῦτον «ἄρτον» ἀσθενὴς ὡς εἰκός ἐστι καὶ λεπτός, καὶ ἡ χλοάζουσα αὐτῷ τῆς ψυχῆς πόα οὔτε πληγὴν ψύχους ὑφίσταται οὔτε καύσωνος, ἀλλὰ τοῦ πυρώδους ἡλίου, ὅστις ποτὲ οὗτός ἐστι, προσβαλόντος αὐτῇ πλήττεταί τε ὁμοῦ καὶ ξηραίνεται. Ὁποῖον δὴ καὶ ἡ ἐν τῷ Ἄισματι ἐπεπόνθει νύμφη· κἀκείνη γάρ, λευκὴ τὸ πρότερον οὖσα καὶ διαυγής, ἐπειδὴ ὁ καύσων ταύτην παρέβλεψεν ἥλιος, «μέλαινά» τε εὐθὺς ἐγεγόνει, καὶ τὸ πρότερον κάλλος ἀφῄρηται. «μὴ βλέψητε γάρ με», φησίν, «ὅτι εἰμὶ μεμελανωμένη», καὶ τὴν αἰτίαν εὐθὺς τῆς μελανώσεως τίθησιν, «ὅτι παρέβλεψέ με ὁ ἥλιος». ἐπεὶ δὲ οὐχ ὁ ἀρχέκακος μόνον δαίμων τὴν κοινὴν φύσιν λυμαίνεται, ἀλλὰ καὶ αἱ συναποστατήσασαι τούτῳ δυνάμεις καὶ τῆς ἀγγελικῆς ἐκπεπτωκυῖαι ἀξίας καὶ τάξεως, «υἱοί», φησί, «μητρός μου ἐμαχέσαντό με»· μία γάρ ἐστιν ἡ δημιουργικὴ πάντων δύναμις, ἥτις δὴ καὶ μητρὸς λόγον ἐπέχει πρὸς τὰ γεννήματα, καὶ οἱ ἐκεῖθεν ἀποτεχθέντες ἀδελφοὶ πρὸς ἀλλήλους ἐσμέν, εἰ καὶ ἡ γνώμη τὴν φύσιν διέσχισε, καὶ τὸ τῶν δαιμόνων γένος εἰς τὴν ἀντίπαλον ἡμῖν μοῖραν ἀπέκλινεν. Ἡ μὲν οὖν ἁπλῆ τῶν τοῦ Δαυὶδ ῥημάτων ἐξήγησις αὕτη. εἰ δὲ ζητοίης ἀναλογίαν καρδίας πνευματικῆς καὶ πληγὴν νοητὴν καὶ λήθην ἐκ προ αιρέσεως, δογμάτων ἀπαιτοίης κατάλογον, μᾶλλον δὲ θεωρημάτων ἀκριβεστέραν ἀνάπτυξιν, ὧν ἕκαστον ποικίλως ἀνερευνώμενον εἰς ἄπειρον προχωρήσει ὑψηλοτέρων νοημάτων βυθόν.