Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
ληʹ. Εἰς τὸ θεολογικὸν ῥητὸν τὸ «δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρ [ποῦσθαι]» Κἀμὲ πολλάκις ἐτάραττε τὸ θεολογικὸν τοῦτο ῥητόν, περὶ οὗ συνετῶς ἠρ [ώτη] σας, ὅ [...... «καὶ λιμώξεις] ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότη τος, δέον τὰ ἐναντία τῷ ἐναντίῳ [καρποῦ] σθαι, τ [ῷ ἀόκνῳ τὸν ἀμητὸν καὶ] τῇ πηγῇ τὴν ἀνάψυξιν». πάνυ γάρ μοι ἐδόκει τὴν πρώτην [... 30...] ἔννοιαν· τῷ γὰρ ὁμοίῳ, φασὶν ἐπιστημονικοὶ λόγοι, κ [... 35...] κείμενον. πῶς γὰρ ἄν τις καταλάβοι σώματι μὲν [τὸ ἀσώματον ἢ] λόγῳ τὸ ἄλ [ογον.....]; πῶς δ' ἄν τις γνοίη τῷ μέλανι μὲν τὸ λε [υκόν,... 30...; ἐντεῦ θεν] γὰρ καὶ Πλάτων ὁρμηθεὶς τὴν ὕλην ἀ [... 25... «λο] γισμῷ»· [... 15...] τοιοῦτον, οἷον ἐκείνη ἐστίν, ἵνα ἐν τούτῳ ἐκείνην γνοίημεν· εἰδοπεποιημένῃ γὰρ οὐσίᾳ πῶς ἀνείδεον αἶσχος καθοραθείη; «νόθῳ» δὲ καταλαμβάνεται «λογισμῷ», ὅτι δι' ὧν ἔχει τὸ ἀντικείμενον αὐτῇ εἶδος, ἃ μὴ ἐκείνη ἔχοι συντεκμαιρόμεθα. πῶς οὖν ὁ μέγας οὗτος πατήρ φησιν ὡς δύναιτό τις «καρποῦσθαι τῷ ἐναντίῳ τὰ ἐναντία»; παραδειγματίζων δὲ καὶ τὸν οἰκεῖον λόγον πάνυ ἀνοικείως εἰκόνισε· ποῦ γὰρ ἐναντίον τὸ ἄοκνον καὶ ὁ ἀμητός, πηγὴ καὶ ἀνάψυξις; τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐναντία τυγχάνειν, ὅτι καὶ «φίλα» πέφυκε «καὶ προσήγορα». τὰ μὲν γὰρ ἐναντία ἀλλήλων τῇ φύσει κατὰ διάμετρον διεστήκατον· πηγὴ δὲ καὶ ἀνάψυξις οὐ μόνον οὐ διέσχισται ἀπ' ἀλλήλων, ἀλλὰ καὶ ἐν ταὐτῷ σύνεισι. Τούτοις ἐγὼ πρότερον τοῖς λογισμοῖς ὠβέλιζον τὸ ῥητόν, ὁ δὲ ὄβελος σύμβολόν ἐστιν ἀθετήσεως, πλαγίᾳ γραμμῇ χαρακτηριζόμενος. εἶθ' ὕστε ρον τοῖς ἀντιγράφοις πεισθεὶς ὁμοίως ἔχουσιν, ἐζήτουν ὅπῃ ποτὲ τῷ μεγάλῳ πατρὶ τουτὶ τὸ ῥητὸν ἐσχεδίασται. καὶ κατὰ μικρὸν ἐμαυτὸν προσβιβάζων τῷ τῆς ἐννοίας εἴδει, εὗρον τὸ κλέμμα τῆς διανοίας· οὐ γὰρ φιλοσόφως, ἀλλὰ ῥητορικῶς ἄγαν τὰ μὲν περικέκρικε τῶν ῥητῶν, τὰ δὲ τέθεικεν· ἀλλ' ἡ μὲν σύμφρασις τεχνική, ὁ δὲ νοῦς ἐπιστημονικὸς καὶ φιλόσοφος. «καὶ λιμώξεις» φησίν «ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότητος, δέον τῷ ἐναντίῳ τὰ ἐναντία καρποῦσθαι, τῷ ἀόκνῳ τὸν ἀμητὸν καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν». συμβαίνει γὰρ κατὰ λόγον αὐτῷ τὸ νόημα. αὐτὰ μὲν γὰρ τὰ ἐναντία, ᾗ τε διεστήκατον καὶ ἐξ ἀλλήλων γεννῷτο, ἤ, κυριώτερον εἰπεῖν, μετ' ἄλληλα, τοῦ ἐναντία εἶναι οὐκ ἀποβέβηκεν, ᾗ δὲ προφέρεται, τῶν πρός τι τυγχάνει· τὸ γὰρ ἐναντίον ἐναντίῳ ἐναντίον ἐστίν. εἰπὼν οὖν ὁ πατὴρ ὅτι «δέον τῷ ἐναντίῳ τὰ ἐναντία καρποῦσθαι», τὴν κατὰ τὸ πρός τι ἐναντίωσιν παρῃνίξατο, οἷον ὡς ἐπὶ παραδείγματος ἀρετὴ κακίᾳ ἐναντίον καὶ αὖθις κόλασις καὶ ἀπόλαυσις. τῇ μὲν οὖν ἀρετῇ ἐναντίᾳ οὔσῃ τῇ κακίᾳ καρπούμεθα τὴν ἀπόλαυσιν, ἐναντίαν οὖσαν τῇ κολάσει· ὥσπερ δὴ καὶ τῷ ἀόκνῳ, ἐναντίῳ τῷ ὄκνῳ τυγχάνοντι, καρπούμεθα τὸν ἀμητόν, ᾧ ἐναντία ἡ ἀκαρπία, καὶ τῇ πηγῇ, ἐναντιουμένῃ πρὸς τὴν ξηρότητα, καρπούμεθα τὴν ἀνάψυξιν, ᾗ τὸ ἀποκαμεῖν ἐναντίον. Ὁ δὲ λόγος οὐκ ἀκριβολογεῖται νῦν περὶ τὴν φύσιν τῶν ἐναντίων, διορίζων ὅπως τῶν λοιπῶν κεχώρισται ἀντιθέσεων ἀκριβῶς (πολὺς γὰρ οὗτος καὶ μεγάλης πραγματείας δεόμενος), ἀλλ' ὅσον βοηθεῖν οἴεται τὸ παράδειγμα προσλαμβάνων, ἐν ἄλλοις ἀναβάλλεται τὴν ἀκρίβειαν. αὐτίκα γὰρ οὐκ ἠγνόηκα ὅτι τὴν κακίαν στέρησιν οἱ πλεῖστοι τιθέασιν, ἀνυπαρξίαν ταύτης καταγινώσκοντες. ἀλλὰ καὶ Πλάτων καὶ Ἀριστοτέλης, οἱ τοῦθ' οὕτως ἔχειν διοριζόμενοι, ἐν μοίρᾳ τῇ τῶν ἐναντίων πολλάκις ταύτην παραλαμβάνουσι. καὶ τὸ μὴ «λιμῶξαι» δὲ παρεγγυᾶν «ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότητος» τῆς τοιαύτης ἐννοίας ἐμφαντικὸν πέφυκεν. ὁρᾶτε οἷος πλοῦτος τοῖς βραχέσι τούτοις ῥητοῖς ἐντεθησαύριστο; τοιοῦτός ἐστιν ὁ μέγας οὗτος ἀνήρ· τῶν γὰρ ἄλλων ἢ φιλοσόφως γραψάντων, οὐ μέντοι γε δὲ μετὰ χάριτος, ἢ τεχνικοὺς λόγους συνθέντων, φιλοσόφου δὲ ἄτερ ἐννοίας, οὗτος οὕτω θαυμασίως ἀμφότερα συνεκέρασεν, ὡς μὴ θάτερον λυμαίνεσθαι παρὰ θάτερον, ἀλλ' ἑκάτερον παρ' ἑκατέρου τὴν ἐνοῦσαν ἑκάστῳ ἔχειν ὠφέλειαν· τῷ μὲν γὰρ ἡδεῖ τῆς φράσεως ἡ βαθύτης [γλυ] καίνεται τοῦ νοήματος, τῷ δὲ μεγαλοπρεπεῖ τῶν ἐνθυμημάτων τὸ κομμωτικὸν κοσμεῖται τῆς [λέξε] ως. ἔοικεν οὖν ὁ λόγος αὐτῷ οὐ τῇ Καλάμιδος ἀγαλματοποιίᾳ, ἀλλὰ τῇ Δαιδάλου καὶ Πολυκλείτου· [ὁ μὲν] γὰρ ταῖς ἐπιτυχούσαις ὕλαις τὴν τέχνην ἐναπεμάττετο, οἱ δὲ οὐκ ἠξίουν ἐν ἄλλῳ γένει [.......] ἤπερ ἐξ Ἀθηνῶν τὸ ἀκριβὲς τῶν μορφῶν ἐπιδείκνυσθαι. τοιοῦτον οὖν καὶ τὸ τοῦ πατρὸς ἄγαλμα· [ἥ] τε γὰρ ὕλη μάλα λαμπρὰ καὶ διαφανὴς καὶ τῆς Ἀττικῆς στιλπνότητος ἀποστίλβουσα, ἁβραί τε γὰρ λέξεις καὶ ἀξιωματικὴ σεμνολογία· καὶ πάντα ἡρωικά, τό τε εἶδος, ὅπερ ἐστὶν ὁ φιλόσοφος νοῦς, ὅτῳ προσηνῶς τῇ ὕλῃ προσήρμοσται, καὶ οὕτως τὴν ἐμψυχίαν ἐμπνεῖ, ὡς ἐοικέναι ζῆν αὐτὸ καὶ μιμεῖσθαι τό, ἵν' οὕτως εἴπω, θεοείκελον ἄγαλμα. μᾶλλον δὲ τὰ μὲν τοῦ Δαιδάλου ἐδόκει κινεῖσθαι, ὁ [δὲ] μᾶλλον τὸν Δία οὐ συμβεβηκότα τὼ πόδε εἰργά σατο, ἀλλὰ θατέρῳ ποδὶ παραλλάσσοντα, αἱ δὲ τοῦ πατρὸς εἰκόνες τῶν λόγων αὐταὶ μὲν οὐ κεκίνηνται, τὸν δὲ θεωρὸν κινεῖσθαι καταναγ κάζουσιν. Ἔγωγ' οὖν αὐτὸς πολλάκις ἢ μεγέθει νοήματος ἐντυγχάνων ἢ κάλλει λέξεως ἢ συνθήκῃ ἀρίστῃ τῶν τοῦ λόγου μορίων ἢ τῷ ῥυθμῷ καὶ τῷ πρέποντι ἢ ὥρᾳ μὲν καὶ χάριτι μετὰ τοῦ ἀκριβοῦς, ἀξιώματι δὲ μετὰ τοῦ σαφοῦς, ἐνθουσιῶ κατὰ τοὺς κατόχους καὶ ἐμπίπλαμαι θεοφορήτου κινήσεως. ἢν δέ μοί τις τότε πλησιάζων τύχοι, ὥσπερ «μαντικοῦ πιὼν πνεύματος» καὶ χρησμοὺς ἀναπνέω καὶ θεσπιῳδεῖν ἄρχομαι ἐκ τοῦ θεολογικοῦ τούτου τρίποδος. καὶ «ἡ» μὲν «προφῆτις τῷ στομίῳ περικαθί σασα» καί τινος ἐξ ἀφανοῦς πλησθεῖσα πνεύματος ἢ τοὺς ὀφθαλμοὺς ἐδίνευεν ἢ τοὺς βοστρύχους ἐσόβει ἢ μετεκίνει τὴν κεφαλήν, ἐγὼ δὲ τῆς αἰθερώδους καὶ καθαρᾶς ἐννοίας ἐκείνου ὑποπιμπλάμενος, τὴν θείαν ἀλλοιοῦμαι ἀλλοίωσιν, καὶ ἀνθ' οὗ νῦν εἰμι, καλλίων τὴν φύσιν γίγνομαι. Καὶ ἤν μοι μέτρον ταμιευθείη ζωῆς καὶ τὴν ῥητορικὴν ὡς βούλομαι ἐξεργάσωμαι, οὔπω κατ' ἐμὴν γνώμην τελεωθεῖσαν, τὸν Ἑρμογένην ἐν τούτῳ μόνῳ μιμήσομαι, τῷ πρὸς παράδειγμα ἓν τὴν τῆς τέχνης συμβι βάζειν δύναμιν· Πλάτωνος δὲ καὶ Δημοσθένους ἀφέμενος δι' ἑνὸς τούτου τὴν τέχνην ἐξακριβώσομαι, δεικνὺς ὡς ὁ μὲν Δημοσθένης τοὺς πολιτικοὺς μόνους λόγους ἠκρίβωσε, καὶ οὐδὲ τούτους εἰς ἄκρον (ἀπολέλειπται γὰρ τοῦ πανηγυρικοῦ τοσοῦτον, ὅσον τοῖς ἄλλοις προβέβηκεν εἴδεσι), Πλάτων δὲ περὶ τοὺς διαλόγους πραγματευσάμενος καὶ τούτους κατορθώσας εἰς δύναμιν, ὑπόψυχρός ἐστιν, οὐ φιλοσοφῶν μόνον, ἀλλὰ καὶ ῥητορικῶς ἐφοδεύων τὸ νόημα. ὁ δὲ μέγας οὗτος πατὴρ τῷ μὲν πολιτικῷ τὸν Δημο σθένην, τῷ δὲ φιλοσόφῳ τὸν Πλάτωνα, μᾶλλον δὲ ταῖς μὲν ἐννοίαις τὸν Δημοσθένην, τῇ δὲ λέξει τὸν Πλάτωνα ὑπερβεβηκώς, ἐν οἷς ἄμφω κεκράτηκε τὰ κατὰ πάντων ἀπηνέγκατο νικητήρια.