Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
λθʹ. Ἐκ τοῦ Περὶ υἱοῦ. Οὐκ ἀποκρύψομαι πρὸς ὑμᾶς, ὦ φίλτατοι παῖδες, οὓς διὰ τῆς φιλοσο φίας ὠδίνησα, ὅ τι ποτὲ πέπονθα τῷ πατρὶ περὶ τουτὶ τὸ ῥητὸν τὸ «διὰ τοῦτο μονὰς ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη». οὐκ ἐπῄνεσα τοῦτον ἐν ἀρχῇ τῆς ἐνταῦθα θεολογίας, οὐδὲ συνᾷδον ἐφάνη μοι τὸ δόγμα τοῖς ἀληθέσι περὶ θεοῦ δόγμασι. πρῶτα μὲν γὰρ ἡ αἰτιολογία ἐπὶ τῆς τριαδικῆς κειμένη ὑπάρξεως ἄτοπός μοι ἔδοξεν εἶναι· εἰ μὲν γὰρ ποιητική, καὶ προκείσεται τῆς ὁλοτελοῦς θεότητος, εἰ δὲ τελική, διὰ ταύτην εἴη ὑποστᾶσα ἡ τριαδικὴ φύσις. ἀλλ' οὐδὲ τὸ «ἀπ' ἀρχῆς» ἀρέσκον μοι λίαν ἐφαίνετο, χρονικὴν εἰσάγον τὴν ἔμφασιν καὶ πρὸς ἄλλο λεγόμενον· ἡ γὰρ ἀρχὴ οὐκ ἀπόλυτον ὄνομα, ἀλλὰ τῶν πρὸς ἄλλο πως ἐχόντων ἐστί, τοῦτο δ' ἔστι τὸ ἀρχόμενον· τὰ δὲ πρός τι ἅμα τῇ φύσει, ὥσθ' ἅμα ἀρχή τε καὶ τὰ ἀρχόμενα, ὡς ἐντεῦθεν συλλογίσαιτ' ἄν τις συναΐδια τῷ θεῷ τὰ ποιήματα. τὸ δὲ «κινηθεῖσα» καὶ τὸ «εἰς δυάδα», εἶτα «εἰς τριάδα» καὶ τὸ «ἔστη» κατὰ πάντα μοι ἐφάνη τῇ θείᾳ φύσει ἐναντιούμενα. τὸ γὰρ κινηθὲν πάντως δήπου καὶ κεκίνηται, τὸ δὲ κινούμενον ἀτελές· πᾶσα γὰρ κίνησις ἀτελής, ὣς δὲ καὶ τὸ κατὰ ταύτην κινούμενον· τό τε γὰρ γεννώ μενον ἀτελές, ὅτι μὴ καὶ γεγέννηται, καὶ τὸ φθειρόμενον, ὅτι μὴ ἔφθαρται, καὶ τὸ ἀλλοιούμενον, ὅτι μὴ καὶ ἠλλοίωται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δ' ἐκινεῖτο θεός, ἵνα κινηθῇ, πρὸ τοῦ κινηθῆναι κινούμενον ὁμοῦ καὶ ἀτελὲς ἦν. εἰς δὲ δυάδα πῶς ἐκινήθη; ἵνα ἐπ' αὐτῇ σταίη, ἢ ὑπερβήσεσθαι ἔμελλεν, ἵνα ἔλθοι πρὸς τὴν τριάδα; εἰ μὲν οὖν ἵνα σταίη, τί μὴ καὶ ἔστη; εἰ δ' ἵν' ὑπερβῇ, διὰ τί διὰ ταύτης ἐκινήθη πρὸς ὃ ἐβούλετο; καὶ ἵνα τὸ πᾶν τῶν ἀπορηθέντων ἐμοὶ συγκεφαλαιώσωμαι, πόσῳ κάλλιον, ἔφασκον, οὕτως εἰπεῖν τὸν πατέρα, ὅτι θεὸς ἀεὶ ἑνὰς ἦν καὶ τριάς, ἢ οὕτως ὡς αὐτὸς ἐξεφώνησεν. Ὅτε γοῦν ταῦτα διηπόρουν πρὸς ἐμαυτόν, ἐῴκειν, ὡς ὕστερον ἔγνωκα, τοῖς πόρρωθεν ὁρῶσι τὸν ἥλιον καὶ τὸ πολλαπλάσιον τῆς γῆς μέγεθος ποδιαῖον ὑπολαμβάνουσιν· οὕτω γὰρ καὶ αὐτὸς διὰ χθαμαλότητα φύσεως πολὺ ἀφεστηκὼς ἦν τῆς μεγάλης ἐννοίας τοῦ θεολόγου τοῦδε ἀνδρός. ὡς γὰρ φιλοσοφίᾳ ἐμαυτὸν ἐνεβίβασα καὶ διὰ τῶν ἐλαττόνων κλιμακηδὸν ἀνῄειν εἰς τὰ μετέωρα, ὑπερβὰς τὸν ἀέρα καὶ οἷον ἐπὶ τῆς σεληνιακῆς σφαίρας γενόμενος, οὐδὲ τότε μὲν εἶδον ὁπόσος ὁ ἥλιος, μετρίως γοῦν ἔγνων καὶ εἴκασα τὸ ἀπολειπόμενον. ἀλλ' οὐδ' ὅσον νενόηκα ἀσυνάρτητόν ἐστι πρὸς τὴν τοῦ πατρὸς ἔννοιαν· ἔχει γὰρ οὕτως. οὐδὲ ὄνομα οὐδ' ἁπλῶς φωνή τις τῆς θείας περιδράσσεται φύσεως· ἀνώνυμον γὰρ πάντῃ τὸ θεῖον, πολυώνυμον δὲ γίνεται διὰ τὴν ἡμετέραν συναίσθησιν. ἀλλὰ κἂν τέσσαρές τινες γραμμαὶ ἐν ἱερατικοῖς πετάλοις ἀναγεγράφαται, ἐν συμβόλοις τὸ τοῦ θεοῦ παραδεικνύουσαι ὄνομα, καὶ αὗται ἐκ τῶν ὑστέρων τὴν δύναμιν ἐρανίζονται. ἀμέλει καὶ ὁ θεῖος οὗτος ἀνὴρ περὶ αὐτῆς τῆς θεότητος ποιούμενος τὸν διάλογον, ἐπεὶ μὴ ὡς αὐτή ἐστι δύναμιν εἶχε τὴν φύσιν αὐτῆς παραστῆσαι, ἀλλ' ὡς ἡμεῖς ἐννοούμεθα, τὰς λέξεις ταύτας ἁρμοδίως συνύφανε, «τὴν μονάδα» φήσας «ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσαν ἄχρι τριάδος στῆναι». πρὶν ἢ δὲ διαλευκᾶναι τὸ νόημα, τοῦτο διασταλτέον ἡμῖν, ὅτι μονάδα ἐνταῦθα ὁ πατὴρ οὐ τὸ πατρικὸν πρόσωπον ἢ τὸ υἱικὸν ἢ τὸ τοῦ πνεύματος, ὥς τινες ᾠήθησαν, ἐξελάβετο, ἵν' ᾖ ὅτι ὁ πατὴρ οἷα δή τις στιγμὴ ῥυεὶς καὶ διὰ τοῦ υἱοῦ ὁδεύσας οἷα δυάδος εἰς τὸ πνεῦμα ἀπετελεύτησεν, ἀλλ' ἐνταῦθα μονάδα τὴν τῶν τριῶν ὑπείληφεν ἕνωσιν, ἀντὶ τῆς ἑνάδος ἐνταῦθα παραληφθεῖσαν. ὃ γοῦν ἐν ἄλλοις ἓν καὶ ἑνάδα φησί, μονάδα ἐνταῦθα ὠνόμασεν. ἑνώσεως δὲ καὶ μονάδος καὶ ἑνάδος καὶ ἑνὸς κρεῖττον τὸ ἕν· ἥ τε γὰρ ἑνὰς μετέχει τοῦ ἑνός, τὸ δὲ μετέχον χεῖρον οὗ μετέχει· ἥ τε ἕνωσις ἑνάδων ἐστὶ σύνοδος· τὸ δ' ἐξ ἑνάδων συγκείμενον οὐ καθαρῶς ἕν, ἀλλὰ καὶ πλῆθος· ἀρχικώτερον δὲ τοῦ πλήθους τὸ ἕν. ἡ δὲ μονάς, εἴ τις βούλοιτο κυριολογεῖν, οὐκ αὐτό ἐστι τὸ ἕν, ἀλλὰ πάθος τι ἢ ἕξις τοῦ ἑνός· τοῦτο γὰρ δηλοῖ, μονήν τινα τοῦ ἑνὸς καὶ ἀπαραλλαξίαν· μόνον γὰρ τὸ ἓν πολυπλασιαζόμενον ἓν πάλιν ἐστί. διὰ τοῦτο γὰρ μονὰς τὸ ἕν, ὅτι μένει ὅπερ ἐστί, μὴ ἐξαλλαττόμενον τοῖς πολλαπλασιασμοῖς, ἀλλὰ κἂν ἐπ' ἄλλων ἀριθμῶν γένηται, συντηρεῖ κἀκεῖνα καὶ μένειν ποιεῖ ἅπερ εἰσίν. Ἐπεὶ δὲ ἱκανῶς περὶ τούτων διεστείλαμέν τε καὶ διειλέχθημεν, ἐπ ανακτέον τὸν λόγον πρὸς τὸ ἐξ ἀρχῆς, καὶ ῥητέον ὅπως τῷ πατρὶ ἐπὶ τῆς θείας φύσεως ἐνοήθη ἡ κίνησις. τοῦτο δὲ τοιοῦτόν ἐστι. τοῖς πλέουσι δοκεῖ πως κινεῖσθαι τὰ ὁρατά, καὶ κινεῖσθαί πώς φαμεν ταῦτα, οὐ κἀκείνων σαλευομένων, ἀλλ' ἡμῶν περιτρεπομένων· καὶ τοῖς ἀμβλυώτ τουσιν ἀμαυραί πως αἱ ἡλιακαὶ δοκοῦσιν ἀκτῖνες, καὶ τὰ ἡμέτερα πάθη ἑτέρων μὴ πασχόντων κατηγορεῖται. ἡ μὲν οὖν ἁγία καὶ μακαρία τῷ ὄντι τριάς, μᾶλλον δὲ ὑπὲρ πᾶσαν ἁγιότητα καὶ μακαριότητα, ἐξ ἀρχῆς τελεία (τί γὰρ ἄλλο τέλειον, εἰ μὴ ἐκείνη;) καὶ ὁμοῦ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον, ἅμα τε καὶ τριὰς καὶ ἑνάς. καὶ οὐδέποτε ἀτελὴς ἡ θεότης, οὐδ' ἐδέησε τῷ πατρὶ σοφίας, ἵν' ὑποσταίη ὁ υἱός, οὐδὲ ὑποστατικοῦ πνεύματος, ἵνα παραχθείη τὸ πνεῦμα. πότε γὰρ ἄλογος ἢ ἄσοφος ὁ πατήρ, ἵν' ὁ λόγος αὐτῷ γένοιτο; πότε δὲ τῷ λόγῳ τὸ πνεῦμα μὴ ἐξεπο ρεύετο, ἵνα μετὰ ταῦτα δημιουργηθῇ τῷ πατρί; ἀλλ' ὁ ἡμέτερος νοῦς οὐχ οὕτω ταῦτα νοεῖ, ἀλλ' ἐν ταῖς ἀπαριθμήσεσι τῶν ὑποστάσεων διαστα τικὴν καὶ διεξοδικὴν ποιεῖται τὴν κίνησιν, ἓν καὶ δύο καὶ τρία ἀπαριθμού μενος, καὶ οὐκ ἂν ἔλθοιμεν πρὸς τὰ τρία, πρὶν ἂν πρὸς τὰ δύο παρα γενοίμεθα, οὐδ' ἁπλῶς εἰς πάντα τὸν ἐφεξῆς ἀριθμόν, πρὶν ἂν πρὸς τὸν κατόπιν φοιτήσωμεν. ὃ γοῦν ἡμεῖς ἐννοοῦμεν, κινούμενοι εἰς δυάδα, ἵνα τῇ τριάδι περατωθείημεν, τοῦτο, ὥσπερ ἐκείνη προσῆψε τῇ φύσει, τὸ ἡμέτερον πάθος τῇ ἀπαθεῖ καὶ αὐτοτελεῖ τῆς θεότητος ὑπάρξει ἐνσημαίνο μεν. οὐ γὰρ δυνατόν ἐστι τὸν μετὰ σώματος νοῦν ἄνευ τοῦ διεξοδεύειν καὶ διίστασθαι τοῖς ἀριθμοῖς συλλαμβάνειν τὰ ἀριθμούμενα, ἀλλ' ἕκαστον τῶν ἀριθμῶν ποτὲ μὲν ὡς μονάδα νοεῖ, ποτὲ δὲ ὡς πλῆθος. τὴν μὲν οὖν μονάδα συνῃρημένην ἔχει οἷον τὴν δεκάδα καὶ ἀδιεξόδευτον, τὸ δὲ πλῆθος διῃρημένως νοεῖ· ἀδυνατεῖ δὲ ἐν ταὐτῷ ἐν ᾧ τὸ ἓν ἔχει τὰ δύο ἔχειν, ἢ ἐν ᾧ ταῦτα, τὰ τρία καὶ τοὺς ἐφεξῆς ἀριθμούς, ἀλλά τι πρῶτον καί τι δεύτερον ἀριθμεῖται· τοῦτο δὲ ἡ κίνησις. ἐν ἡμῖν οὖν τὸ τῆς ἀτελείας πάθος, ὃ δὴ τῇ κινήσει παρομαρτεῖ· λέγεται δὲ ἐπὶ τῆς θείας φύσεως, ἐπεὶ μὴ ἄλλως ἡμᾶς ἢ ὡς ἔχομεν φύσεως δυνατὸν ἐκείνην νοεῖν· ὥσπερ γὰρ ἐκείνη τὰ ἐν ἡμῖν ἀόριστα ὡρισμένως ἐπίσταται καὶ ἀναγκαίως τὰ ἐνδεχόμενα καὶ οὐ τῇδε ἢ ἐκεῖσε ῥέπει καὶ ταλαντεύεται, οὕτω δὴ καὶ ἡμεῖς τὸ ἀδιάστατον ἐκείνης καὶ ὡρισμένον καὶ τέλειον κατὰ διάστασιν καὶ ἀοριστίαν καὶ κατὰ τὸ ἀτελὲς ἐκδεχόμεθα. Εἰ δὲ βούλοιτό τις καὶ ἐπ' αὐτῆς νοεῖν τὸ λεγόμενον τῆς τελείας ὑπάρξεως, οὕτως ἄν τις εἰκότως συντάξαιτο, ὑπερβαίνων τὰ μέσα καὶ συνάπτων τὰ ἄκρα· οἷον, «διὰ τοῦτο μονὰς ἀπ' ἀρχῆς ἔστη», εἶτα τἆλλα μετὰ ταῦτα συννοοῦντες, «εἰς δυάδα μέχρι τριάδος κινηθεῖσα». καὶ γὰρ οὕτως ἔχει· ἡ μονάς, ἤτοι αὐτὴ ἡ θεότης καὶ ἡ τῶν τριῶν ὑποστάσεων φύσις, πρὸ παντὸς αἰῶνος καὶ σημείου τινὸς χρονικοῦ ἕστηκέ πως καὶ ἐφ' ἑαυτῇ ἥδρασται, οὐχ ἑνὶ προσωπικῷ χαρακτῆρι τὴν στάσιμον καὶ ἀμετακίνητον ἕδραν ἔχουσα, ἀλλὰ μορφῇ μὲν μιᾷ, τρισὶ δὲ ὑποστάσεσι, τῶν δὲ τριῶν πρῶτα τὰ δύο. ἐκινήθη γοῦν πρὸς τὰ δύο, ἀλλ' ἔστη ἐν τῇ τριάδι· οὐ γὰρ πατὴρ καὶ υἱός, ἀλλὰ καὶ πνεῦμα ἅγιον. Ἀρχὴν δὲ ταύτην μὴ τὴν σχετικὴν νοήσῃς καὶ πρὸς τὰ δεύτερα, ἀλλὰ τὴν ἄφετον καὶ ἀπόλυτον καὶ τῶν ἄλλων ὑπεριδρυμένην· ὁμώνυμον γὰρ τὸ τῆς ἀρχῆς ὄνομα, ποτὲ μὲν τὸ μετὰ ταῦτα δηλοῦν, ποτὲ δὲ τὸ ὑπὲρ πάντα. τὸ μὲν οὖν «ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια», καὶ «ἀρχὴ σοφίας φόβος κυρίου» καὶ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς» τάδε καὶ τάδε, καὶ «ἀρχὴ γραμμῆς ἡ στιγμή» καὶ τὰ τοιαῦτα τῶν πρός τι τυγχάνει ἀρχῶν, ἃ δὴ καὶ τὴν χρονικὴν οὐκ ἐκπέφευγε κίνησιν. τὸ δ' ἀρχὴν εἰρῆσθαι τὸν θεὸν καὶ ἀπ' ἀρχῆς εἶναι αὐτὸν οὔτε τὸ χρονικὸν σημεῖον δηλοῖ οὔτε τὸ ἀπὸ προ τέρου αἴτιον, ἀλλὰ τὸ πρὸ πάντων καὶ ὑπὲρ τοῦτο, καὶ εἰ μὴ τὸ ὄνομα οὐ πάντῃ καθαρεύει τῆς χρονικῆς ὑπονοίας. τὸ δὲ «διὰ τοῦτο» ἐνταῦθα οὐκ αἰτιολογικῶς εἴρηται τῷ πατρί, ἀλλ' οὔτε μὴν ἐκ περιττοῦ, ὡς ἂν εἴπῃ τις· ῥητορικώτερον δὲ εἴρηται, καὶ Ἀριστείδου καὶ Θουκυδίδου καὶ Πλάτωνος ταῖς τοιαύταις περιττότησι τῶν προθέσεων χαιρόντων ὡς μάλιστα, καί, εἴ γε ἐμμελέστερον τῷ Θουκυδίδῃ προσομιλοίητε, πολλὰς ἐκεῖ καὶ προθέσεις καὶ συνδέσμους καὶ ὀνομάτων συζυγίας ἐκ περιττοῦ τῷ δοκεῖν κειμένας εὑρήσετε· ὃν δὴ καὶ ὁ μέγας ζηλώσας τῷ ἀμυθήτῳ κάλλει ὑπερεβάλετο. οὐ δι' αἰτίαν γοῦν τινα τοιαύτη ἡ τριάς ἐστιν, ἀλλ' ὅτι οὕτως τοιαύτη· οὐ γὰρ ἄλλο τι δύναμαι προσειπεῖν. Ὃ μὲν οὖν πέπονθα κατ' ἀρχὰς περὶ τὰς θεολόγους ταύτας φωνὰς καὶ ὅπως διελυσάμην ἐς ὕστερον, ἔφθασα διομολογησάμενος πρὸς ὑμᾶς· εἰ δὲ οὔτε ἀνοήτως ἠπόρηκα οὔτε ἀκόμψως διελυσάμην, ὑμῖν δίδωμι ἐννοεῖν.