Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 21 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
μʹ. Ἐκ τοῦ αὐτοῦ λόγου. Ἴσως ὁ μὲν Πλάτων [ἀ] συκοφάντητος ἰδίαις ἐννοίαις ἁρμόζων τὸν περὶ τῆς ὑπερχύσεως λόγον, «ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου» θεολο γεῖ· ἀλλ' ὁ πατὴρ ἰδίοις κανόσι κρινόμενος καὶ κρίνων τὰς θεολόγους φωνὰς καὶ τοῦτον εὐθύνει τὸν λόγον ὡς ἀφιλόσοφον. εἰ δὲ μὴ μέγα ἐμοὶ ἀνδράσι τηλικούτοις διαιτᾶν καὶ κρίνειν ὅπῃ τε ἠναντιώθησαν καὶ ὅπῃ συμβεβήκασι, τὰς ἐννοίας ἀμφοτέρων ἀντεξετάσας, τὴν κρείττονα παρα δείξω ὑμῖν. Καὶ πρῶτον δὴ τὴν τοῦ Πλάτωνος ἐξετάσωμεν. ὁ ἀνὴρ οὗτος τρεῖς ταύτας φωνὰς διαιρεῖ· ἔνδειαν, αὐτάρκειαν καὶ ὑπέρχυσιν. λέγει δὲ τῶν τριῶν τούτων φωνῶν μίαν ἁρμόζειν τῇ θείᾳ φύσει, φημὶ δὴ τὴν ὑπέρχυσιν· τὸ γὰρ δεόμενόν τινος αὐτῷ τούτῳ ᾧ δεῖται ἔλαττον τοῦ πληροῦντος, τὸ δὲ θεῖον οὐχ οὕτως. τὸ δ' αὔταρκες ἑτέρου μὲν οὐ χρῄζει οὔτε πρὸς ἕξιν οὔτε πρὸς ὕπαρξιν· ἀρκεῖ γὰρ ἑαυτῷ, ἑτέροις δὲ οὐκ ἔστι μεταδοτικὸν τῶν ἑαυτοῦ ἀγαθῶν. τὸ δὲ θεῖον πλῆρές τέ ἐστι καὶ μεταδιδὸν ἑτέροις τῶν ἐν τῷ πλήρει καλῶν· διὰ τοῦτο αὐτῷ φησιν ὁ Πλάτων τὴν ὑπέρχυσιν ἁρμόζειν, ἀλλὰ μὴ τὴν αὐτάρκειαν. καὶ ἵνα μᾶλλον ὁ λόγος λευκότερος γένηται, ὑποδείγματί τινι τῶν ἀνθρωπικῶν τὸν λόγον σαφέστερον παραστήσομαι. καί μοι τῷ λόγῳ κρατῆρες ἔστωσαν τρεῖς, καὶ ἐν αὐτοῖς ὕδωρ ἀναβλυζέτω, ἀλλὰ τὸ μὲν τὴν μέσην πληρούτω χώραν, τὸ δὲ ἔστω ὑπερχειλές, τὸ δ' ὑπερβλυζέσθω καὶ περιχείσθω. ποῖος δὴ τούτων μᾶλλον τῷ θείῳ πέφυκεν ἁρμοδιώτατος; οὐ πρόδηλον ὡς ὁ περιχεόμενος καὶ ὑπερπλή [ρης] τυγχάνων; ὁ γὰρ ἐπιχειλὴς ἑαυτῷ ἀρκῶν τοῖς ἄλλοις οὐκ ἐπιρρεῖ. Τοιαύτη μὲν ἡ τοῦ Πλάτωνος περὶ τὴν ὑπέρχυσιν ἔννοια, ἡ δὲ τοῦ πατρὸς οἵα; τὴν μὲν προαιρετικὴν οἶδεν οὗτος μετάδοσιν, τὴν δ' ἀπροαίρε τον ὡς ἑτεροκίνητον. αὐτίκα τοιγαροῦν τὸ ἐπὶ τῶν κρατήρων ὑπόδειγμα τὴν ἀβούλητον τῆς ὑπερχύσεως ἔννοιαν παριστᾷ· ὑπερχέων γὰρ ὁ κρατὴρ οὐκ αὐτὸ τοῦτο ὃ βούλεται δρᾷ, ἀλλ' ἡ φύσις τοῦ περισσοῦ ὕδατος τὴν ὑπέρχυσιν ἀπειργάσατο. ἐπεὶ δὲ καὶ ταῖς τοῦ Πλάτωνος περὶ τῶν φωστή ρων φυσιολογίαις καθόλου ἀποταττόμεθα, παρεισήχθω ἡμῖν ἄψυχος τῷ λόγῳ ὁ ἥλιος· ἐκεῖνος γὰρ ὑπὸ νοῦ τοῦτον κινεῖσθαί φησιν. οὗτος οὔτε φωτός ἐστιν ἐνδεὴς οὔτε μόνῳ τῷ ἡλιακῷ ἀρκεῖ σώματι, ἀλλὰ καὶ τοῖς ἄλλοις μεταδίδωσι τῶν μαρμαρυγῶν. εἰ μὲν οὖν ὡς βουλόμενος καὶ αὐτοκίνητος μεταδίδωσι, μετάδοσις τοῦτο, ἀλλ' οὐχ ὑπέρχυσις· εἰ δ' αὐτὸ τὸ ἐν αὐτῷ φῶς πλουσιώτατον ὂν ἐπιρρεῖ τῷ ἀέρι παντί, οὐ μετάδοσις, ἀλλ' ὑπέρχυσις. τὴν τοιαύτην οὖν ἐπηρεάζων φωνὴν ὁ πατήρ, δι' ἣν πολλάκις ἀνεκυκλήσαμεν ἔννοιαν, «οὐχ ὑπέρχυσιν» φησί «φήσομεν ἀγαθότητος, ὃ δή τις τῶν παρ' Ἕλλησιν» εὐδοκιμησάντων «εἰπεῖν τετόλ μηκε», τὸν Πλάτωνα αἰνιττόμενος ἐν οἷς τὰ «πρῶτα καὶ δεύτερα αἴτια» διαιρεῖ. οὐ τοίνυν ὡς τῆς ὑπερχύσεως τὴν αὐτάρκειαν ἀ [ντα] λλαττόμενος ἐν τῷ θεῷ, ἐκείνην μὲν ἀναιρεῖ, ταύτην δὲ προσίεται ὁ πατήρ, ἀλλ' ὡς τῆς ὑπερχύσεως τὴν μετάδοσιν. Πλὴν π [αρὰ τῶν] γραφῶν τὸ αὔταρκες μεμαρτύρηται τῷ θεῷ, καὶ εἴ τις τοῦτο πρὸς τὸ πλῆρες ὡς ὑπερδύναμον μεταμείψειεν (ἀντιστρέφει γὰρ ἑκάτερα τὰ ὀνόματα), εὑρήσει «τὸν ἐπὶ πάντων θεὸν» παρὰ τῷ Ἡσαΐᾳ τὰς μὲν μικρὰς θυσίας παραιτούμενον καὶ τῶν παρ' ἐκείνοις ἀπαργμάτων μηδόλως δεόμενον. διὰ τί; ὅτι «πλήρης εἰμί». πλήρης γάρ ἐστι τῷ ὄντι σοφίας, πλήρης γνώσεως, πλήρης φιλανθρωπίας καὶ ἀγαθότη τος, οὐχ ὡς, τούτων ἑτέρων ὄντων, αὐτὸς ἄλλο τι ὤν, ἀλλ' ὡς αὐτὰ ὢν οὐσιωδῶς ὧν πλήρης εἶναι λέγεται. καὶ ὁ τῆς θειοτάτης δὲ τοῦ θείου ἐλεύσεως πρόδρομος, «τῆς βροντῆς ὁ υἱός», «ἐκ τοῦ πληρώματος αὐτοῦ» φησι «πάντας ἡμᾶς εἰληφέναι». ὁρᾷς ὅπως τὸ αὔταρκες τῷ θείῳ διὰ τοῦ πλήρους παρὰ ταῖς θείαις προσμαρτυρεῖται γραφαῖς; ἀλλ' οὐχ ὅτι πλήρης οὐ μεταδίδωσιν, ἀλλ' ὅτι μᾶλλον τοιοῦτός ἐστι· τὸ γὰρ εἰπεῖν «ἐκ τοῦ πληρώματος αὐτοῦ» τοὺς ἄλλους λαβεῖν τοῦτο ἐνέφηνεν, ὅτι δι' αὐτὸ τὸ πλήρης εἶναι ἄνωθεν εἰς ἡμᾶς καταπέμπει τὰ θεῖα δωρήματα. Ὑποπτεύει οὖν τὴν φωνὴν τῆς ὑπερχύσεως ὁ πατήρ, «ἵνα μὴ ἀκούσιον τὴν γέννησιν» φησίν «εἰσαγάγωμεν καὶ οἷον περίττωμά τι φυσικὸν καὶ δυσκάθεκτον», ὑψηλότερόν τι λέγων διὰ τὸ ὄνομα τῆς γεννήσεως. γεννᾷ γὰρ καὶ παρ' Ἕλλησιν ὁ ἐκείνων θεός, καὶ υἱοὺς ἑαυτῷ εἰσποιεῖται καὶ υἱωνούς, οἷον τὸ μὲν ἓν τὴν ἑνάδα, ἡ δὲ ἑνὰς τὸ ὄν, τὸ δὲ ὂν τὸν νοῦν, ἐκεῖνος δὲ τὴν ψυχήν· αἴτια δὲ ταῦτα πάντα τῆς ἑτέρων πέφυκεν ὑποστά σεως, ἀλλὰ τὸ μὲν ἓν πρῶτον αἴτιον καὶ πρῶτον τῶν ὄντων πέφυκεν ὑποστατικόν, τὰ δ' ἕτερα κατὰ πρώτους καὶ δευτέρους λόγους ταῖς ὑποστάσεσι συμμερίζονται. τὸ γοῦν εἰπεῖν τὸν πατέρα, «ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου φυσιολογεῖ», οὐχ ὡς δύο τῶν αἰτίων παρὰ τοῦ Πλάτωνος ὁμολογουμένων τοῦτό φησιν (πολλὰ γὰρ παρ' ἐκείνῳ τὰ αἴτια), ἀλλὰ τῷ «πρῶτον» εἰπεῖν καὶ «δεύτερον» ἐπενεγκεῖν τὰ πρῶτα καὶ ὕστερα αἴτια παρῃνίξατο. Οὐκ ὀλίγοι δὲ καὶ τῶν τῆς ἡμετέρας δοκούντων αὐλῆς εἰς τὰς Πλατωνι κὰς ἐμφάσεις παρήχθησαν, Ἄρειόν φημι καὶ Μακεδόνιον καὶ Εὐνόμιον· τούτων γὰρ ἕκαστος προτερεύειν φησὶ «τὸν ἐπὶ πάντων θεόν», κατὰ δέ τινας περιόδους τὰς λοιπὰς ὑποστάσεις παρεισενηνέχθαι αὐτῷ. διὰ τοῦτο τὸ μὲν αὐτοῖς πρώτως ποιεῖ ὁ πατήρ, τὸ δ' αὐτὸ τοῦτο δευτέρως ὁ υἱός, καὶ κατὰ τρίτην τάξιν τὸ πνεῦμα τὸ ἅγιον. ἀλλ' οὗτοι μὲν καὶ ἀλλήλας τὰς ὑποστάσεις διείργουσι χρονικοῖς διαστήμασιν, ὁ δὲ φιλολογώ τατος Ὠριγένης, οὗ πολὺς λόγος, ἐν τοῖς συγγράμμασι δυσφορωτάτην ἔχει τὴν αἵρεσιν· παρῆχθαι γὰρ ἐκ τοῦ μὴ ὄντος τὸν υἱὸν καὶ τὸ πνεῦμα φάσκων, ὁμοῦ τῷ εἶναι τὸν πατέρα τὸ παρῆχθαι ἐκεῖνά φησι, κομψῷ τινι προσωπείῳ πρὸς τὰς ἡμετέρας θεολογίας παραδυόμενος. ναὶ μὴν καὶ ἐν τῇ κοσμογενείᾳ τὸ εἰπεῖν τὸν Μωσέα· «καὶ εἶπεν ὁ θεός, γενηθήτω» τάδε ἢ τάδε, καὶ ἐπαγαγεῖν ὅτι «καὶ ἐποίησεν ὁ θεὸς» ταῦτα, οὕτω νοεῖ· ὁ μὲν εἰπὼν ὁ πατὴρ ἦν, ποιήσας δὲ ὁ υἱός. εἰσάγει γὰρ τὸν μὲν προστάττοντα, τὸν δὲ ἐξυπηρετούμενον· αἱ δὲ γενέσεις αὐτῷ τῶν αἰτίων καθ' ὑπέρχυσιν τοῦ πρώτου πρὸς τὰ δεύτερα. Γεννᾷ δὲ καὶ παρ' ἡμῖν ὁ τοῦ ὄντος θεός, ἀλλ' οὐχ ὡς ἄπλετος τὴν οὐσίαν καὶ ἀπειροδύναμος τὴν γονιμότητα καὶ διὰ τοῦτο κατέχειν τὴν ὠδῖνα μὴ στέγων· ὁ γὰρ οὕτως γεννῶν τὴν Πλατωνικὴν ποιεῖται ὑπέρχυ σιν, τὸ τῆς φύσεως περίττωμα προβαλλόμενος. οἱ γὰρ οὕτω λέγοντες, ἵνα δὴ περὶ τῶν παικτῶν παίξωμεν, διὰ τί μὴ καὶ Εἰλείθυιαν τῷ γεννῶντι προσαναπλάττουσι καὶ πόνους κυήσεως καὶ κινδύνους ἀμβλώσεως καὶ τὴν ἐπὶ τῇ μαιείᾳ δύναμιν, ἵν' ἐρεθίσῃ τὴν ἐγκυμόνησιν, καὶ τὰ ἐπὶ ταύτῃ μαίωτρα; οὐ καθ' ὑπέρχυσιν οὖν ὁ πατὴρ τὸν υἱὸν γεννᾷ παρ' ἡμῖν, ἀλλ' οὐδ' ἄλλο τι ὧν ἡμῖν μεταδίδωσι. «πρῶτον» δὲ «καὶ δεύτερον αἴτιον» ὁ ἡμέτερος λόγος οὐκ οἶδεν· ὃ γὰρ ποιεῖ ὁ πατήρ, τοῦτο καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἐργάζονται· καὶ τὸ ἐν τοῖς τρισὶν ἕν, αὐτὸ δὴ τοῦτο τῶν ἄλλων ἐστὶν ὡς αἴτιον. Εἰ μὲν οὖν δικαίως καὶ εὐθυβόλως διῃτήσαμεν τὰς ἐννοίας τῶν φιλο σόφων καὶ τὴν κρείττονα κεκρίκαμέν τε καὶ παραδεδώκαμεν, ἔχετε ἐντεῦθεν τὴν ἀρίστην διάκρισιν· εἰ δ' ἄλλος μὲν τοῖς φιλοσόφοις ὁ νοῦς, ἐγὼ δὲ καταδεεστέρως ἡρμήνευκα, ζητεῖτε τὸν ὑπερκείμενον.

Intertext edge

Open linked passage

Note