Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 22 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
μαʹ. Ἐκ τοῦ αὐτοῦ λόγου· «πῶς οὐ συνάναρχα εἰ συναΐδια;» Πῶς οὖν, εἰ συνάναρχα, οὐ συναΐδια; ἤρετό τις ὑμῶν· καίτοι γε καὶ ὁ πρώτως ὑποκρινάμενος τὴν ἐρώτησιν εὐθὺς τὴν λύσιν ἐπήνεγκεν, «ἐκεῖθεν» εἰπών «εἰ καὶ μὴ μετ' ἐκεῖνον». ἀλλ' ὑμεῖς καὶ πρὸς αὐτὴν διαπορεῖτε, ὥς γέ μοι δοκεῖ, τὴν ἐπίλυσιν, μᾶλλον δὲ καὶ πρὸ ταύτης πρὸς τὴν ἀντίθεσιν· ζητεῖτε γὰρ εἰκότως τί ποτε μὲν τὸ ἄναρχον, τί δὲ τὸ συνάναρχον πέφυκε, καὶ πῇ αὐτῶν διέστηκε τὸ ἀίδιον. ἐγὼ δὲ ἐπενέγκοιμι καὶ τίνα πρὸς τοῦτο τὸ ἀθάνατον ἔχει διαφοράν· ἆρα γὰρ ταὐτὸν ἀθάνατον καὶ ἀίδιον, ἢ διαφ [έρε] τον; καὶ πότερον ὡς ἀντιδιῃρημένα ἢ ὡς γένος καὶ εἶδος, τοῦτο δέ ἐστιν ἐπὶ πλέον καὶ ἔλαττον; εἰ [δὲ] διαφέρετον, πῇ κοινωνεῖτον; Φαίνεται γοῦν τὸ ἄναρχον μὴ καθ' ἕν πως λεγόμενον, ἀλλ' ὁμωνύμως καὶ πολλαχῶς· ὅ τε γὰρ κύκλος ἄναρχος καὶ τὸ πρῶτον αἴτιον, ἀλλὰ τοῦτο μὲν ὅτι μὴ ὑπερκειμένην ἔχει ἑτέραν αἰτίαν, ἐκεῖνος δὲ ὅτι τῇ προχείρῳ ἡμῶν αἰσθήσει οὐκ εὔληπτος ἡ τούτου ἀρχή, ἀλλὰ πάντως ὁ τοῦτον περιαγαγὼν κέντρῳ καὶ διαστήματι περιέγραψεν. ἑκατέρωθεν οὖν ὁ κύκλος οὐκ ἄναρχος· ἀρχὴ γὰρ αὐτοῦ καὶ τὸ κέντρον καὶ ἡ ἀμερὴς στιγμή, ἥτις εἰς κύκλον ῥυεῖσα περὶ τὸ μέσον πεποίηκε τὴν γραμμήν. ἔστι τι καὶ ἄναρχον ἕτερον, ὃ τῷ μὲν τῆς ὑποστάσεως λόγῳ τοῦ πεποιη κότος οὐ δεῖται, τῷ δὲ τῆς αἰτίας εἰς ἑτέραν ἀνήκει ἀρχήν· τοῦτο δὲ χρόνου μὲν καὶ αἰῶνος ἐκπέφευγεν ἔννοιαν, ὅμως γε μὴν ὑπ' αἰτίαν ἐστίν, οὐκ ἀχώριστα δὲ ταῦτα μέσῳ τινὶ διαστήματι, ἀλλὰ τοσοῦτον μόνον οὐκ ἄναρχα ὅτι ἀπ' ἐκείνης ἔχει τὴν πρόοδον. τὸ μὲν οὖν ἄναρχον, ὅπερ πάντων τῶν αἰώνων πρεσβύτερόν ἐστι, τῇ ὅλῃ ἐπευφημεῖται θεότητι, πρὸς δὲ καὶ τῇ μιᾷ ὑποστάσει, τῇ τοῦ πατρός. τὸ δ' ὅσον αἰῶνας μὲν ὑπερπέπτω κεν, οὐ μέντοι δ' ἐστὶ καὶ ἀναίτιον, ταῖς ἑτέραις ὑποστάσεσιν, υἱῷ καὶ πνεύματι, προσαρμόζεται· ἀπὸ γὰρ τοῦ πατρὸς ὁ μὲν γεννᾶται, τὸ δὲ ἐκπορεύεται. κατὰ μὲν οὖν τὴν ἀπὸ χρόνου ἀρχὴν ἄναρχα συναμφότερα, κατὰ δὲ τὴν ἀπὸ αἰτίου πρόοδον καὶ οὐκ ἄναρχα. οὐχ οὕτω δ' οὐκ ἄναρχα, ὅτι ἦν ὅτε οὐκ ἤστην (ὁμοῦ γὰρ πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον) ἀλλ' ὅτι ἐκ τοῦ πατρὸς ὥσπερ ἐκ φωτὸς ἡ τούτου λαμπάς· οὐκ ἦν δὲ τὸ φῶς ὅτε ἀλαμπὲς ἦν, ἀλλ' ἦν ἡ λαμπὰς ἐκεῖθεν ὡς ἐξ αἰτίου, διαστήματος οὐ μεσεύοντος. κατὰ πάντας τοίνυν τοὺς τοῦ ἀνάρχου λόγους ἄναρχος ὁ πατήρ, οὐ κατὰ πάντας δὲ τὰ ἕτερα πρόσωπα. Ζητεῖ οὖν ὁ λόγος ἀπὸ τοῦ πέρατος περὶ τῆς ἀρχῆς ἀπορῶν, διὰ τί «μὴ συνάναρχα, εἰ συναΐδια». ἀλλὰ πρὶν ἢ γυμνῶσαι τὸ ἀπορούμενον, περὶ αὐτῆς φυσιολογητέον τῆς ἀιδιότητος, καὶ ὅπως μὲν Ἕλληνες ταύτην ἐδόξασαν, οἷα δὲ ὁ «πότιμος λόγος» τὴν «ἁλμυρὰν ἀποκλυσάμενος» θάλασ σαν ἔβλυσεν ἡμῖν νάματα. οἱ τοίνυν θεολογικώτατοι τῶν Ἑλλήνων, ὧν δὴ Πρόκλος κατὰ τὴν ἐμὴν ψῆφον τὸ κεφάλαιον, εἰς δύο τέμνουσι τὸ ἀίδιον, τὸ μὲν ταὐτὸν τιθέντες τῷ αἰωνίῳ, ὡς ὁμοῦ πᾶν εἶναι, παρατάσει χρονικῇ μὴ μετρούμενον. ἐν γοῦν τούτῳ τῷ μέρει τοῦ ἀιδίου τιθέασι καὶ τὸν νοῦν· εἰσὶ δὲ οἳ καὶ τὴν ψυχήν, κατά τε γὰρ οὐσίαν καὶ ἐνέργειαν ἄμφω ἀίδια· οὐ γὰρ τὸ μὲν αὐτοῖν τῆς οὐσίας γέγονε, τὸ δὲ γίνεται, τὸ δὲ γενήσεται, οὐδ' ἐλλέλειπταί τι τῆς ἐνεργείας, ἀλλ' ἄμφω ἀνελλιπῆ κατ' ἄμφω τυγχάνει. δεῖ οὖν τὴν πρόοδον δι' ὁμοιότητος καὶ ἀνομοιότητος γίνεσθαι. τί οὖν; ἀπὸ τοῦ κατ' ἄμφω ἀιδίου, κατά τε οὐσίαν φημὶ καὶ ἐνέργειαν, εἰς τὸ κατ' ἄμφω μὴ ἀίδιον ὁ λόγος χωρήσει, οἷον εἰς τὸ γεννητὸν καὶ ῥευστόν, ὁποῖα τυγχάνει τὰ καθ' ἡμᾶς ἄτομα; ἡμεῖς γὰρ οὔτε τὴν οὐσίαν ἀίδιοι οὔτε τὴν ἐνέργειαν, κατὰ μέρος αὐξάνοντες, καὶ τὰ μὲν νῦν ποιοῦντες, τὰ δὲ πάλαι διενεργήσαντες, τὰ δὲ ὡς αὖθις ποιήσοντες παρεσκευασμένοι. ἀλλὰ τοῦτο οὐ τάξις ἐστὶν οὐδὲ πρόοδος χωροῦσα δι' ὁμοιότητος. δεῖ οὖν μεταξὺ τῶν πάντῃ ἀιδίων καὶ τῶν πάντῃ φθαρτῶν φύσεις εἶναί τινας, τὴν μὲν οὐσίαν ἐχούσας ἀίδιον, μὴ μέντοι πόρρω καὶ τοῦ κατὰ χρόνον ἐνεργεῖν. οὕτω γοῦν τὸν λόγον προβιβάσαντες μεταξυλο γοῦσι τὸν οὐρανὸν καὶ τὸν αἰθέριον σύμπαντα κόσμον, ὃν δὴ ἀίδιον μέν φασι κατὰ τὴν οὐσίαν, ὅτι τὸ πᾶν ἀπειληφὼς μένει ἀθάνατος, οὐ μὴν δὲ καὶ τὴν κατ' ἐνέργειαν ἀιδιότητα προσμαρτυροῦσιν αὐτῷ· οὐ γὰρ ὁμοῦ τὴν πᾶσαν ἑαυτῷ συνεκεφαλαιώσατο κίνησιν, ἀλλ' ἐς τὸν ἅπαντα χρόνον συγκινηθήσεται. οὕτω γοῦν περὶ τοῦ ἀιδίου πεφιλοσοφήκασιν Ἕλληνες. Ὁ δὲ μέγας οὗτος πατὴρ ὡς μύθων τούτων ἀφέμενος, ἐπεὶ παρὰ τῆς γραφῆς ἅπαξ μεμάθηκε «τὰ μὲν ἄστρα πεσεῖσθαι, τὸν δὲ οὐρανὸν εἱλιγή σεσθαι», ἄναρχον μέν φησιν ὃ μὴ πρεσβυτέραν ἀρχὴν εἴληχεν, ἀίδιον δὲ ὃ δὴ προεληλυθὸς ἀπ' αἰτίου οὐ κατακλείεται πέρατι. ἐντεῦθεν «ὃ μὲν ἄναρχον», τοῦτο δήπουθεν «καὶ ἀίδιον». τὸ γὰρ μὴ ἀπὸ αἰτίου πῶς τεθνήξεται ἢ ὅλως ἀπολεῖται; τὸ γὰρ ἀπολλύμενον αἰτίαν ἔχει τὴν τοῦ αἰτίου ἀπόστασιν, ὥσπερ τὸ ὑφ' ἑτέρου κινούμενον ἵσταται τῆς κινήσεως, ὅτε τὸ κινοῦν παύσεται τοῦ κινεῖν. τὸ δὲ ἀναίτιον καὶ πάντῃ ἄναρχον πῶς ἀπολεῖται; οὐ γὰρ δήπουθεν ἑαυτῷ ἐπιλίποι, ἵν' ἀποστὰν ἑαυτοῦ αἴτιον ἑαυτῷ ἀπωλείας γένηται. διὰ τοῦτο «τὸ ἄναρχον» πάντως που «καὶ ἀίδιον», οὐκ εἴ τι δὲ ἀίδιον, τοῦτο καὶ ἄναρχον· ψυχὴ γὰρ καὶ νοῦς ἀίδια μέν, ὅτι καὶ ἀείζωα, οὐκ ἄναρχα δέ· πάντα γὰρ ἀπὸ τοῦ πρώτου παρήχθη αἰτίου. Ἀλλ' ὁ ἐρωτῶν κατάλληλον ἀπαιτεῖ τῇ τελευτῇ τὴν ἀρχήν· εἰ γὰρ συναΐδια, φησίν, υἱὸς καὶ πνεῦμα τῷ πατρί, καὶ κοινῶς ἀείζωά τε καὶ ἀτελεύτητα, διὰ τί μὴ καὶ συνάναρχα; ἔδει γάρ, φησίν, ὥσπερ ἐλλείπουσί τι κατὰ τὴν ἀρχήν, ἐλλείπειν καὶ κατὰ τὸ τέλος. τοῦτον δὴ τὸν λόγον ἐπιλυόμενος ὁ πατὴρ συντόμως καὶ σαφῶς ἀπεκρίνατο. ζητεῖς, φησί, διὰ τί μὴ συνάναρχα; ὅτι μὴ ἄναρχα μηδὲ εἰς τρεῖς διῃρημένα ἀρχάς, ἀλλ' ἀπὸ τοῦ πατρὸς ἔχει τὸν πρόοδον, «καὶ εἰ μὴ μετ' ἐκεῖνον» τῷ χρόνῳ ἐστίν· οὐδὲ γάρ, ἐπειδὴ ὡς ἀπ' αἰτίου τοῦ πατρὸς προελήλυθεν, ἤδη που καὶ χρόνου μεσιτείαν ἐν αὐτοῖς ἐννοεῖν δεδυνήμεθα. διὰ τοῦτο συναείζωα μὲν πάντως καὶ μή τινι περατούμενα διαστήματι, συνάναρχα δὲ οὔ, ἀλλὰ τούτων ὁ μὲν πατὴρ ἄναρχος, τὰ δὲ ἀπὸ τῆς ἀρχῆς, αὐτοῦ φη [μὶ] τοῦ πατρός, χρόνου μὴ μεσιτεύοντος. ἀίδιον δὲ καὶ ἀθάνατον ἐν τούτῳ διενηνόχατον, ὅτι τὸ μὲν γενικώτερόν ἐστι, τὸ ἀίδιον, τὸ δὲ εἰδικώτερον, τὸ ἀείζωον. καθ' Ἑλληνικὴν δὲ δόξαν διαφορὰ παραχθήσεται, ἐπεὶ κατά γε τὴν ἡμετέραν ταὐτόν ἐστι τῷ ἀιδίῳ τὸ ἀείζωον, ἀλλ' οἵ γε Ἕλληνες, ἐφ' ὧν μὲν τὸ ἀείζωον λέγουσι, καὶ τὸ ἀίδιον τάττουσιν, οὐ μὴν ἐπὶ πάντων τῶν ἀιδίων καὶ τὸ ἀθάνατον προστιθέασιν. ἀθάνατα μὲν γάρ φασιν ὅσα πέφυκε ζῆν, οἷον ψυχήν, νοῦν καὶ τὰς εὐθὺς μετὰ θεὸν φύσεις, τὸν δὲ οὐρανὸν ἀτελεύτητον λέγοντες, οὔ φασιν ἀθάνατον, ἀλλ' ἀίδιον· ὁ γὰρ θάνατος ζωῆς στέρησις, ἃ δὲ μὴ εἴληχε ζῆν πῶς θάνοι; διὰ τοῦτο τὰ μὲν ἀθάνατα καὶ ἀίδια, φασίν, οὐ μὴν καὶ ἀθάνατα τὰ ἀίδια. Ἐμοὶ γοῦν ἱκανῶς τὸ διαπόρημα καὶ ἐζήτηται καὶ ἐπιλέλυται. εἰ δέ τι πλέον ὁ ὑμέτερος ἐπιζητεῖ νοῦς, τὸν κρείττονα τῆς ἐμῆς γλώττης ἐπιζη τεῖτε, μᾶλλον δὲ διανοίας· τὰ γὰρ εἰρημένα συμμέτρως μοι καὶ διηπόρηται καὶ ἐπιλέλυται.

Intertext edge

Open linked passage

Note