Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ» «Τρεῖς τὰς ἀνωτάτω δόξας περὶ θεοῦ» φάμενος ὁ πατήρ, οὐχ ὡρισμένως πρὸς τὸν ὄντα θεὸν τὸν ἡμέτερον ἀνήγαγε νοῦν· οὐδὲ γάρ, τούτου ἐν μονάδι φύσεως καὶ τριάδι ὑποστάσεων ὁμολογουμένου, οἱ μὲν «ἀναρχίαν» αὐτῷ προσῆπτον, οἱ δὲ «πολυαρχίαν», οἱ δὲ «μοναρχίαν»· ἀλλ' ἡ τοῦ θεοῦ ἐνθάδε φωνὴ τὴν ἐν διαφόροις δόξαις φαντασθεῖσαν ὑποσημαίνει ἀρχήν. μονονουχὶ γὰρ τοῦτό φησιν ἐνταῦθα ὁ μέγας οὗτος ἀνήρ, ὅτι περὶ τῆς τῶν πάντων ἀρχῆς δόξαις ἑτερογνώμοσιν οἱ καθ' ἕκαστα ἐμερίσθησαν. οἱ μὲν γὰρ αὐτομάτως ᾠήθησαν τὸν πάντα κόσμον συνεστηκέναι, τῶν ἀτόμων σωμάτων εἰς ταὐτὸ συνελθόντων, εἶτα δὴ συνθλιβομένων, κἀν τεῦθεν ὑφιζῆσαι μὲν τὰ βαρύτατα, ὕδωρ καὶ γῆν, ἐπιπολάσαι δὲ τὰ κουφό [τατα], ἀέρα καὶ πῦρ· εἶτα κύκλωθεν τῶν μετεωρισμῶν γιγνο μένων, τὸ περικεκλασμένον σχῆμα συμπαγῆναι τοῦ οὐρανοῦ· χορηγου μένης δὲ ἔτι τῆς ὕλης τῶν ἀναθυμιάσεων, τὰ κατ' οὐρανὸν ἄστρα δεδη μιουργῆσθαι. Ἐπικούρειος αὕτη δόξα ἐστίν, ἧς τὰς ἀρχὰς διαδεξάμενος ὁ Δημόκριτος τὸ κίβδηλον τῶν σπερμάτων ἐν τοῖς φυομένοις ἀνέδειξεν. οἱ γοῦν περὶ τὸν Ἐπίκουρον ἀναρχίαν τῷ παντὶ παρεισφέρουσιν, οὔτε νοῦν παριστάνοντες τοῖς δημιουργήμασιν οὔθ' ὅλως ποιητικὸν αἴτιον. μόνος δ' Ἀναξαγόρας, ὥσπερ τῶν ἄλλων ὑπνούντων καὶ τοῖς ὑλικοῖς αἰτίοις βεβαπτισμένων, «ἦν ὁμοῦ» φησί «πάντα χρήματα, νοῦς δὲ ταῦτα διέκρινεν». ἀλλ' οὐδ' οὗτος μέχρι παντὸς τὸν νοῦν ἐπεισάγει τοῖς πράγμα σιν, ἀλλ' ὥσπερ μεταμελόμενος ἐφ' οἷς ἅπαξ ἀπεμνημόνευσεν, ὧν ἴστε ἀτόπων ἔχεται διακρίσεων. Μία μὲν οὖν αὕτη δόξα τῶν κακῶς ὑπειλημμένων περὶ τοῦ πρώτου αἰτίου. ἕτεροι δὲ ταύτην ὡς ἄτοπον καὶ ἀνόητον παραγκωνισάμενοι, ἐφιστῶσι δυνάμεις τῷ κόσμῳ τινάς· ἡ δὲ ὑπόληψις αὕτη πολυμερὴς καὶ τῷ ὄντι πολύαρχος· τοῦτο γὰρ εὖ ἴστε, ὅτι μὴ μία τις κεκράτηκεν ἐπὶ πάντων Ἑλληνικὴ δόξα, ἀλλὰ τοῖς σφῶν ἡγεμόσι διεμερίσθησαν, καὶ οἱ μὲν τοῖς Πυθαγόρου, οἱ δὲ τοῖς Πλάτωνος, οἱ δὲ τοῖς Ἀριστοτέλους προστίθενται· καὶ ἄλλοι τὴν Ἰωνικὴν ἀσπάζονται αἵρεσιν, εἰσὶ δὲ οὗτοι οἱ ἀπὸ Θαλοῦ· Ἴων γὰρ οὗτος ὢν τὴν οἰκείαν δόξαν Ἰωνικὴν ἐπωνόμασε. Περὶ δὲ Αἰγυπτίων καὶ τῶν ἐπὶ τούτοις πρεσβυτέρων Χαλδαίων τί ἂν καὶ λέγοιμι; σύμπαντες γὰρ οὗτοι, τὴν πολυαρχίαν δοξάσαντες, διαφόρους ὑφιστῶσι δυνάμεις καὶ τοῖς ὀνόμασι καὶ τοῖς πράγμασιν. αὐτίκα, ἵν' ἐπὶ κεφαλαίῳ περὶ πάντων εἴποιμι, Χαλδαῖοι ἕν φασι τὸ πρῶτον αἴτιον, ὃ δὴ καὶ ἀφθεγκτότατον λέγουσι· μεθ' ὃ πατρικόν τινα βυθὸν ἀναπλάτ τουσι, καὶ τοῦτον ἐκ τριῶν συνιστῶσι τριάδων· μεθ' ἃς ἴυγγάς τινας παρεισάγουσιν, εἶτα τὸν ἅπαξ ἐπέκεινα καὶ τὴν Ἑκατικὴν δύναμιν καὶ τὸν. ὅσα δὲ τῇ Ἑκάτῃ διδόασι καὶ οἷα περὶ ταύτης λογο ποιοῦσι, γνώσεσθε τοῖς ἐκείνων προσομιλοῦντες συγγράμμασι. μετὰ δὲ τὰς τοιαύτας δυνάμεις κοσμαγοὺς λέγουσι δέκα, εἶτα τελετάρχας καὶ συνοχεῖς· ἐν δὲ τοῖς κοσμαγοῖς καὶ ἀμείλικτόν τινα ὀνομάζουσι, καὶ ἕτερον ὑπεζωκότα. μεθ' ἃ τὸ δαιμόνιον φῦλον τῷ λόγῳ δημιουργοῦσι, πλὴν οὐκ αὐτεξουσιάζουσι τούτοις, ἀλλ' ἐν ἅπασιν ἀποδείξεσι χρώμενοι. τῶν δὲ τοιούτων ὀνομάτων τε καὶ δοξῶν ὁ ἐπὶ Μάρκου Ἰουλιανὸς καθηγή σατο, ἐν ἔπεσιν αὐτὰ συγγραψάμενος, ἃ δὴ καὶ ὡς λόγια ἐφυμνεῖται παρὰ τῶν μετὰ ταῦτα. τούτοις δὲ ἐντυχόντες καὶ οἱ καθ' ἡμᾶς Ἕλληνες οὕτω δὴ ἐσεβάσθησαν καὶ ἠγάπησαν, ὡς ἀφεμένους εὐθὺς τῶν Ἑλληνικῶν πρὸς ταῦτα δραμεῖν, καὶ μάλιστα Ἰάμβλιχος καὶ ὁ θεῖος τῷ ὄντι Πρόκλος ἀνήρ· ὁμοῦ τε γὰρ τούτοις συνεγένοντο, καὶ καταιγίδας τὰς Ἑλληνικὰς μεθόδους περὶ τὸν συλλογισμὸν ὠνομάκασι. τοιαύτη μὲν οὖν ἡ τῶν Χαλδαίων πολυαρχία· ἣν δή, «ἵνα μικρόν τι κἀγὼ καυχήσωμαι», μόνος ἐπὶ τῶν καθ' ἡμᾶς χρόνων αὐτὴν ἠκρίβωσα. «οὐ κατὰ κύριον» μὲν οὖν, λελάληκα δὲ ὅμως, καὶ ὁ ἀπιστῶν εὐθυνέτω. Τὰ δὲ τῶν Αἰγυπτίων οὐ πάνυ σαφῆ (οὐδὲ γὰρ οὐδὲ τούτων ἀπεσπού δασα), ἀλλὰ πάντα συμβολικά· σφίγγες γὰρ ἐν αὐτοῖς καὶ ἴβιδες καί τινα περιφερῆ σχήματα ἐν ταμείοις ἀποκρυπτόμενα, καὶ ἄλλ' ἄττα, ὧν τὸ μὲν φαινόμενον οὐχ ὑπερβαίνει τὴν αἴσθησιν, ἐκεῖνοι δέ φασι διὰ τούτων εἰκονίζειν τὰ νοητά. ἦσαν δὲ οὗτοι ἀμαθεῖς τὰ πρῶτα τοῦ δαιμονίου, καὶ ἐστασίαζον πρὸς ἀλλήλους· ἐπολιτεύοντο γὰρ κατὰ δήμους. Ὠάνης δέ τις ἀνήρ, τὴν ἀμαθίαν αὐτῶν κατιδών, καταδραμὼν τοῦ ἐκείνων ἤθους ἐβασίλευσεν εὐφυῶς· περὶ γὰρ τὰς παρατηρήσεις ἐσχολακὼς τῶν ἐκλεί ψεων, ἐπειδὴ ἔγνω τὸν καιρὸν εἶναι τοῦ ἐκλελοιπέναι τὸν ἥλιον, δορὰν ἰχθύος ἀμφιασάμενος φοιτᾷ πρὸς αὐτούς, παρὰ Ἑρμοῦ φήσας ἀπεστάλθαι τοῦ ἐκείνου πατρός· οἱ δ' ἰδόντες τὸ ἀλλόκοτον τῆς περιβολῆς ἔφριξαν. ὁ δέ «ἥκω» φησί «τῆς ἐφ' ὑμᾶς τοῦ θεοῦ μήνιδος μηνυτής· χολᾷ γὰρ ὑμῖν τὸ δαιμόνιον ὅτι μὴ ὑφ' ἡγεμόνι τέταχθε, κἂν μὴ μετασταίητε καὶ βασιλέα σφίσιν αὐτοῖς καταδέξησθε, ὁ μέγας ὑμῖν ἐπιλείψει φωστήρ». οἱ δ' ἀπιστήσαντες δεσμοῦσι τὸν ἄνδρα, ὡς, ἢν μὲν ὁ χόλος ἐπιγένηται, βασιλέα καταδεξόμενοι, ἢν δὲ μή, ἀποκτενοῦσιν εὐθύς. ἐπεὶ δὲ ὑπέδραμεν ἡ σελήνη τὸν ἥλιον καὶ τῶν ἀκτίνων ἀπεστερήθησαν, λύουσι μὲν αὐτίκα τῶν δεσμῶν τὸν Ὠάνην, λιπαροῦσι δὲ ἐξευμενίσασθαι αὐτοῖς τὸ δαιμόνιον. ὁ δέ, τερατευσάμενος τὴν ἱλέωσιν καὶ πιέσας τὰ χείλη ὥσπερ οἱ κάτοχοι, ὑπ' ὀδόντα δέ τινα θρυλλισμὸν ἠχήσας, αὐτὸ δὴ τοῦτο ἐβράβευσεν, ὅπερ ἡ σελήνη παραδραμοῦσα τὸν ἥλιον ἐδωρήσατο. οὗτος αὐτοῖς καὶ τοὺς ἀστέρας ἐθεοποίησε καὶ τὸν οὐράνιον κόσμον, καί τινας φύσει ἡλιακὰς καλουμένας καὶ σεληναίας ὑπέστησε. Δευτέρα αὕτη πολυαρχία. καὶ ἵνα μὴ τἆλλα ἀπαριθμῶμαι καθεξῆς, Πυθαγόρας καὶ Πλάτων καὶ οἱ ἀπ' ἐκείνων δραμόντες ῥύακες βούλονται μὲν τὸ ἓν τῶν πάντων ἡγεῖσθαι· ὅθεν καὶ πολλαχοῦ τῶν οἰκείων δογμάτων τὸ ἓν αὐτοῖς ὡς ἡγεμονεῦον τῶν ὅλων εἰσάγεται. εἶτα διὰ τὸ ἐξαίρειν τῶν δημιουργημάτων καὶ ἀμέθεκτον τοῦτο ἑνάδα καλεῖν, καὶ ἑτέρους ταύτῃ ὑφιστῶσι θεούς, καί φασι πάντα μὲν παρῆχθαι παρὰ τοῦ πρώτου ἑνός, οὐ μὴν δὲ εὐθὺς ἐκδεδόσθαι, ἀλλ' αἱ ὑφειμέναι δυνάμεις ὥσπερ τινὲς χεῖρες ἐξ ἀλλήλων τὸ δεδημιουργημένον παραδεχόμεναι εἰς τὸ εἶναι παράγουσι. πολύαρχος οὖν καὶ τούτοις ἡ περὶ τοῦ θεοῦ δόξα· μάλιστα δὲ ταύτην παρίστησιν ὁ ἐποποιὸς Ὅμηρος, τριτημόρια τοῦ παντὸς ἑκάστῳ διδοὺς τῶν θεῶν καὶ ἄλλον ἄλλης κατάρχειν δημιουργίας· οἱ γοῦν παρ' ἐκείνοις θεοὶ καὶ ἀλλήλοις πολέμιοι. Ἀλλ' αὗται μὲν αἱ δόξαι, φησὶν ὁ πατήρ, «παισὶν Ἑλλήνων ἐπαίχθησαν καὶ παιζέσθωσαν» (ὄντως γὰρ δράμασι τραγικοῖς καὶ τοῖς ἐπὶ τῆς ὀρχήστρας μίμοις αἱ τοιαῦται δόξαι ἐοίκασιν), «ἡμῖν δὲ μοναρχία τὸ τιμώμενον». ἀλλ' ἐπειδὴ καὶ ταύτην ἐπίσταται πολλοῖς τῶν Ἑλλήνων τετιμημένην, διαστέλλει τὴν ὁμωνυμίαν σαφῶς, καὶ δείκνυσι τί μὲν παρ' ἐκείνοις τὸ μόναρχον, τί δὲ παρ' ἡμῖν. ἐκεῖνοι γὰρ ὥσπερ ἕν τι πρόσωπον καὶ μίαν ὑπόστασιν τῆς τοιαύτης ἀρχῆς παρεισάγουσιν, ἀφ' ἧς δὴ τὰ ἄλλα συμπλάττουσιν, ἡμῖν δὲ ἡ μοναρχία ἄρρητον ἔχει τὴν δύναμιν, μονάδι καὶ τριάδι ἑνιζομένην· οὔτε γὰρ ἁπλῶς ἐστιν ἑνὰς ὡς μὴ διαιρεῖσθαι, οὔτε μὴν ἕνωσις ὡς συγκεχύσθαι· οὐ γὰρ ἕν τι παρ' ἡμῖν πρόσωπον ὁ θεός, ἀλλὰ φύσις μὲν μία καὶ δύναμις μία, ὑποστάσεις δὲ καὶ χαρακτῆρες καὶ πρόσωπα τρία. πῶς οὖν μοναρχία, εἰ τρία; ὅτι καὶ τῇ φύσει ὁμότιμα καὶ τῇ γνώμῃ σύμπνοα· οὐ γὰρ ὁ μὲν πατὴρ ὁμολογεῖ τῷ υἱῷ, τὸ δὲ πνεῦμα διέστηκεν, οὐδ' αὖθις τῷ πνεύματι ὁ υἱὸς ὁμογνωμονεῖ, ἀμφοτέρων δὲ διχονοεῖ ὁ πατήρ, ἀλλ' ὅσα καὶ ἃ βούλεται καὶ δύναται ἕκαστος, ταῦτα κοινὰ τῶν τριῶν ἐστι. διεστήκασιν οὖν ἡνωμένως, καὶ ἥνωνται διῃρημένως· ἀλλ' ᾧ μὲν διεστήκασιν, ἀριθμός ἐστι καὶ ὑπόστασις· ᾧ δὲ ἥνωνται, θεότης καὶ δύναμις καὶ μορφή, ἅπερ ἀδύνατον ἐπὶ τῆς γεννητῆς ὀφθῆναι φύσεως. Τοιοῦτον, ὦ φίλτατοι παῖδες, τὸ παρ' ἡμῖν πέφυκε μόναρχον· ἓν καὶ τρία, οὐ τὸ μὲν πρώτως, τὸ δὲ μετὰ ταῦτα, ἀλλὰ τὸ αὐτὸ ἄμφω· ἓν μὲν γάρ, ὅτι θεότης, τρία δέ, ὅτι πρόσωπα· ἃ δὴ καὶ διῄρηται οὐ τῇ φύσει (ἡ αὐτὴ γὰρ ἐν ἅπασι καὶ ὁμότιμος), ἀλλὰ μόναις ταῖς ἰδιότησιν. ὁ μὲν γάρ ἐστιν ἄναρχος καὶ ἀγέννητος, ὅτι μὴ ὑπὸ ἀρχὴν μηδ' ἕτερον ἔχει γεννήτορα, ἀλλὰ μόνον πατὴρ καὶ κυρίως, ὅτι μὴ καὶ υἱός· ὁ δὲ υἱὸς μόνως, ὅτι μὴ καὶ πατήρ, ὑπ' ἀρχὴν δὲ ἀναφερόμενος τὸν πατέρα· τὸ δὲ πνεῦμα ἐκ τοῦ πατρὸς καὶ αὐτό, οὐ γεννώμενον, ἀλλὰ προβαλλόμενον· ὁ γὰρ πατὴρ τοῦ μὲν υἱοῦ γεννήτωρ ἐστίν, τοῦ δὲ πνεύματος προβολεύς· διὰ τοῦτο οὐδὲ τοῦ υἱοῦ ἐκπεπόρευται, ἀλλὰ τοῦ πατρός, ἵνα μὴ πρώτους καὶ δευτέρους θεοὺς ποιήσωμεν, ὃ πεποιήκασιν οἱ παρ' Ἕλλησι θεολόγοι, ἵνα ὁ μὲν υἱὸς ἐκ πατρὸς γεννῷτο, τὸ δὲ πνεῦμα τοῦ υἱοῦ ἐκπορεύοιτο· ἀμφοῖν γὰρ δεσμὸς εἷς «ὁ πατήρ, πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς», ἐν ἄλλοις φησὶν ὁ πατήρ, ἑξῆς λέγων τὸ πνεῦμα καὶ τὸν υἱόν· μετὰ γὰρ τὸν πατέρα ὡς αἴτιον, πρὸς ὃν καὶ ἀνάγεται· μένουσί τε γὰρ ἐν τῷ πατρὶ ὡς ἐν αἰτίῳ, καὶ προΐασιν ὡς ἐκεῖθεν διακριθέντα καὶ ἐπιστρέφουσι· φύσει γὰρ τὸ ἀπό τινος πρὸς ἐκεῖνο ἐπεστράφθαι. εἰ μὲν γὰρ ἐν ἐκείνῳ μόνως μένει τὰ ἐξ ἐκείνου, οὐδαμοῦ διακρίσεις τῶν ὑποστάσεων· εἰ δὲ μόνως προΐασι, λέλυται ἡ ἀναφορά· ἐπιστρέψουσι δὲ πῶς, μὴ προαχθέντα ἀπὸ αἰτίου; μείζων οὖν ὁ πατὴρ τοῦ υἱοῦ καὶ οὐ μείζων· τῷ μὲν γὰρ αἰτίῳ τὸ μεῖζον ἔχει, τῇ δὲ φύσει καὶ τῇ ἐξουσίᾳ τὸ ἴσον. σοφῶς γοῦν φησι καθ' ἡμᾶς γενόμενος ὁ υἱός, ὅτι «ὁ πατήρ μου μείζων μού ἐστιν». Ἀλλ' ἐπιστρέψωμεν καὶ ἡμεῖς πρὸς τὴν οὕτως ὑποδειχθεῖσαν ἡμῖν μοναρχίαν, εἴπερ τῶν μεγίστων ἢ τοῦ μεγίστου ἢ ὑπὲρ τὸ μέγα ἐφίεσθε, τῶν μὲν μεγίστων διὰ τὰς ὑποστάσεις, τοῦ δὲ μεγίστου διὰ τὴν μίαν θεότητα. ἀλλ' οὐδ' οὕτως ἐγνώκατε τὸν θεόν, εἰ ὡς περὶ μεγίστων ἢ μεγίστου διαλέγεσθε καὶ ἐφίεσθε, γνώσεσθε δὲ ὁπηνίκα, κάτω πᾶσαν ποσότητα θέμενοι, ἐφίεσθε τούτων ἢ τούτου, οὐχ ὡς μεγίστων ἢ μεγίστου, ἀλλ' ὑπὲρ τὸ μέγα. Ὑμεῖς μὲν θαυμάζετε ὅτι τοιούτους ὑμῖν ἐξ αὐτοσχεδίου γλώττης λόγους ἀνέπνευσα, ἐγὼ δὲ καὶ λίαν ὀδύρομαι ὅτι τῆς μεγάλης ταύτης τοῦ θείου πατρὸς ἐγγύτατά μοι παρακειμένης πηγῆς οὐδ' ὅσον νοτισθῆναι μετέσχον τῆς ἐκεῖσε λιβάδος, ἀλλὰ καὶ ὑμῖν διψῶσι τοῦ νάματος οὐ μετέδωκα ὅσον εἰκὸς ἦν, ἀλλ' ὅσον ἐμοὶ ἀρύσασθαι δυνατόν. ἢν δέ μου ἀκούειν ἐθέλητε, αὐτῇ προσελθόντες τῇ θείᾳ πηγῇ, καθαρώτερον τοῦ ῥεύματος ἐμπλησθείητε. Αὐτίκα, ἵν' ἐπὶ κεφαλαίῳ περὶ πάντων λάβοιμι, Χαλδαῖοι μὲν ἑπτά φασι σωματικοὺς κόσμους, ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ τρεῖς μετ' αὐτὸν αἰθερίους, ἔπειτα τρεῖς ὑλαίους, ὧν ὁ ἔσχατος χθόνιος εἴρηται καὶ μεσοφαής, ὅστις ἐστὶν ὁ ὑπὸ σελήνην τόπος, ἔχων ἐν αὐτῷ καὶ τὴν ὕλην, ἣν καλοῦσι βυθόν. Μίαν δὲ ἀρχὴν τῶν πάντων δοξάζουσι καὶ ἓν αὐτῇ ἀγαθὸν ἀπογυμνοῦσι. τοῦτο δὴ τὸ πρῶτον αἴτιον καὶ ἀφθεγκτότατον λέγουσιν· εἶτα πατρικόν τινα βυθὸν ἀναπλάττουσιν ἐκ τριῶν τριαδικῶν ποιοτήτων συγκείμενον, ἑκάστῃ δὲ τριάδι πατέρα τίθενται, δύναμιν καὶ νοῦν. μεθ' οὓς ἴυγγάς τινας παρεισάγουσιν, εἶτα συνοχεῖς, ἐμπύριον, αἰθέριον καὶ ὑλαῖον, μετὰ δὲ τοὺς συνοχεῖς τελετάρχας. μετὰ δὲ τούτους πηγαίους πατέρας ἑπτά, τοὺς καὶ κοσμαγοὺς καλουμένους, ὧν ὁ πρῶτος ὁ ἅπαξ ἐπέκεινα λεγόμενος, μεθ' ὃν ἡ Ἑκάτη, εἶτα ὁ δὶς ἐπέκεινα· μεθ' οὓς τρεῖς ἀμείλικτοι, καὶ τελευταῖος ὁ ὑπεζωκώς. Σέβονται δὲ καὶ πηγαίαν τριάδα πίστεως καὶ ἀληθείας καὶ ἔρωτος· φασὶ δὲ καὶ ἀρχικὸν ἥλιον ἀπὸ τῆς ἡλιακῆς πηγῆς καὶ ἀρχαγγελικόν· καὶ πηγὴν αἰσθήσεως, καὶ πηγαίαν κρίσιν, καὶ κεραύνιον πηγήν, καὶ πηγὴν διόπτρων, καὶ χαρακτήρων πηγὴν ἐπιβατεύουσαν τοῖς ἀγνώστοις συνθή μασι· καὶ πηγαίας ἀκρότητας Ἀπόλλωνος, Ὀσίριδος, Ἑρμοῦ. καὶ ὑλικὰςτὰς πηγὰς λέγουσιν εἶναι κέντρων καὶ στοιχείων· καὶ ὀνείρων ζώνην· καὶ πηγαίαν ψυχήν. Μετὰ δὲ τὰς πηγὰς λέγουσιν εἶναι ἀρχάς· αἱ γὰρ πηγαὶ ἀρχικώτεραι τῶν ἀρχῶν. τῶν δὲ ζωογόνων ἀρχῶν ἡ μὲν ἀκρότης Ἑκάτη καλεῖται, ἡ δὲ μεσότης ψυχὴ ἀρχική. εἰσὶ δὲ παρ' αὐτοῖς καὶ ἄζωνοι Ἑκάται, ὡς ἡ τριεκδότις ἡ Χαλδαϊκή, καὶ ἡ κωμάς, καὶ ἡ ἐκκλησία. ἄζωνοι δὲ παρ' αὐ τοῖς θεοὶ ὁ Σάραπις καὶ ὁ Διόνυσος καὶ ἡ τοῦ Ὀσίριδος σειρὰ καὶ ἡ τοῦ Ἀπόλλωνος. ἄζωνοι δὲ καλοῦνται οἱ εὐλύτως ἐνεξουσιάζοντες ταῖς ζώναις καὶ ὑπεριδρυμένοι τῶν ἐμφανῶν θεῶν· ζωναῖοι δὲ οἱ τὰς ἐν οὐρανῷ ζώνας ἀπολύτως περιελίττοντες καὶ τὰ τῇδε διοικοῦντες. θεῖον γὰρ γένος ἐστὶ παρ' αὐτοῖς ζωναῖον, τὸ κατανειμάμενον τὰς τοῦ αἰσθητοῦ κόσμου μερίδας καὶ ζωσάμενον τὰς περὶ τῶν ὑλαίων τόπων διακληρώσεις. Μετὰ δὲ τὰς ζώνας ἐστὶν ὁ ἀπλανὴς κύκλος περιέχων τὰς ἑπτὰ σφαίρας ἐν αἷς τὰ ἄστρα. καὶ ἄλλος μὲν παρ' αὐτοῖς ὁ ἡλιακὸς κόσμος τῷ αἰθερίῳ βάθει δουλεύων, ἄλλος δὲ ὁ ζωναῖος, εἷς ὢν τῶν ἑπτά. μεθ' οὓς τὸ δαιμόνων φῦλον δημιουργοῦσι· καὶ τινὰς μὲν τῶν δαιμόνων ἀγαθούς, τινὰς δὲ κακοὺς τίθενται, ἐκ προαιρετικῶν ἀποπτωμάτων τὴν κακίαν ἀνταλλαξαμένους τῆς ἀγαθότητος. Τῶν δὲ ἀνθρωπίνων ψυχῶν αἴτια διττὰ πηγαῖα τίθενται, τόν τε πατρικὸν νοῦν καὶ τὴν πηγαίαν ψυχήν. καὶ προέρχεται μὲν αὐτοῖς ἡ μερικὴ ψυχὴ ἀπὸ τῆς πηγαίας κατὰ βούλησιν τοῦ πατρός, ἔχει δὲ καὶ αὐτόγονον οὐσίαν καὶ αὐτόζωον. οὐ γάρ ἐστιν ὡς ἑτεροκίνητος· ἡ γὰρ ψυχὴ κατὰ τὸ λόγιον μοῖρα τοῦ θείου πυρός ἐστι καὶ πῦρ φαεινὸν καὶ νόημα πατρικόν, εἶδος οἷον ἄυλον καὶ αὐθυπόστατον. τοιοῦτον γὰρ πᾶν τὸ θεῖον, οὗ μέρος ἡ ψυχή. καὶ πάντα φασὶν εἶναι ἐν ἑκάστῃ ψυχῇ, καθ' ἑκάστην δὲ ἰδιότητα ἄγνωστον ῥητοῦ καὶ ἀρρήτου συνθήματος. καταβιβάζουσι δὲ πολλάκις ἐν τῷ κόσμῳ τὴν ψυχὴν δι' αἰτίας πολλάς· ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικήν. Δοξάζουσι δὲ τὸν κόσμον ἀίδιον καὶ τὰς τῶν ἀστέρων περιόδους. τὸν δὲ ᾅδην πολλαχῶς καταμερίζουσι, καὶ νῦν μὲν αὐτὸν θεὸν ὀνομάζουσιν ἀρχηγὸν τῆς περιγείου λήξεως, νῦν δὲ τὸν ὑπὸ σελήνην τόπον ᾅδην φασίν, νῦν δὲ τὴν μεσότητα τοῦ αἰθερίου κόσμου καὶ τοῦ ὑλαίου, νῦν δὲ τὴν ἄλογον ψυχήν, καὶ τιθέασιν ἐν αὐτῇ τὴν λογικήν, οὐκ οὐσιωδῶς, ἀλλὰ σχετικῶς, ὅταν συμπαθῶς ἔχει πρὸς αὐτὴν καὶ προβάλλει τὸν μερικὸν λόγον. ἰδέας δὲ νομίζουσι νῦν μὲν τὰς τοῦ πατρὸς ἐννοίας, νῦν δὲ τοὺς καθόλου λόγους, φυσικοὺς καὶ ψυχικοὺς καὶ νοητούς, νῦν δὲ τὰς ἐξῃρημένας τῶν ὄντων ὑπάρξεις. τοὺς δὲ περὶ μαγειῶν λόγους συνιστῶσιν ἀπό τε μακροτάτων τινῶν δυνάμεων ἀπό τε περιγείων ὑλῶν· συμπαθεῖν δὲ τὰ ἄνω τοῖς κάτω φασί, καὶ μάλιστα τὰ ὑπὸ σελήνην. ἀποκαθιστῶσι δὲ τὰς ψυχὰς μετὰ τὸν λεγόμενον θάνατον κατὰ τὰ μέτρα τῶν οἰκείων καθάρσεων ὅλοις τοῖς τοῦ κόσμου μέρεσι, τινὰς δὲ καὶ ὑπὲρ τὸν κόσμον ἀναβιβάζουσι· καὶ μέσας αὐτὰς διορίζονται τῶν τε ἀμερίστων καὶ μεριστῶν φύσεων.