Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 24 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1
μγʹ. Εἰ τὸ «ἀλλ' εἰ ταὐτὸν τῷ πατρὶ ὁ υἱὸς κατ' οὐσίαν, ἀγέννητος δὲ ὁ πατήρ, ἔσται τοῦτο καὶ ὁ υἱός» «Ἀλλ' εἰ ταὐτὸν τῷ πατρὶ ὁ υἱός» φησί «κατ' οὐσίαν, ἀγέννητος δὲ ὁ πατήρ, ἔσται τοῦτο καὶ ὁ υἱός.» τοῦτον τὸν λόγον προσάγει μὲν ὁ τοῦ Ἀνομοίου προϊστάμενος, δέχεται δὲ τὴν ταὐτότητα τῶν προσώπων οὐ δογματικῶς, ἀλλ' ὑποθετικῶς, ἵν' ἐντεῦθεν, ὡς ἄτοπόν τι συλλογισά μενος, ἀπελάσῃ μὲν τὸ ταὐτόν, εἰσαγάγῃ δὲ τὸ διάφορον, ἤ, ὡς αὐτός φησι, τὸ ἀνόμοιον. ἡμῶν γὰρ φασκόντων ταὐτὸν εἶναι τῷ πατρὶ τὸν υἱὸν κατ' οὐσίαν, ἀριθμῷ δὲ διεστηκέναι, πάνυ κακοήθως ἐπιλαμβάνεται, ὡς, εἰ ταὐτὸν ὁ υἱὸς τῷ πατρὶ κατ' οὐσίαν, πάντα ἕξει τὰ τοῦ πατρός· τοῦτο γὰρ αὐτῷ ἡ ταὐτότης βούλεται· εἰ δὲ πάντων κοινωνήσει τῷ πατρί, δηλονότι καὶ τῆς ἀγεννησίας, ἵνα κατὰ πάντα σωθῇ τῷ υἱῷ ἡ ταὐτότης, ἀγέννητος ἄρα ἔσται καὶ ὁ υἱός, εἴπερ καὶ ὁ πατήρ. Ἐγὼ δέ, πρὶν ἢ τὰς λύσεις ἐπαγαγεῖν τοῦ μεγάλου πατρός, αἷς δὴ μεγαλοφυῶς τῷ κακοδόξῳ ἐκεῖνος ἀνθυπαντᾷ, τοῦτο προσδιορίζομαι πρὸς ὑμᾶς, ὅτι διαλεκτικῶς οἰόμενος ἐρωτᾶν ὁ Ἀνόμοιος πολύ μοι δοκεῖ τῆς διαλεκτικῆς ἐπιστήμης ἀπέχειν· ἠπάτηται γὰρ τῷ ὀνόματι τῆς ταὐτότητος καὶ δοκεῖ τὰ ταὐτὰ πάντῃ εἶναι ταὐτά. ἔστι δὲ τὸ ταὐτόν, «ὡς ἐν τύπῳ εἰπεῖν, ἢ ἀριθμῷ ἢ εἴδει ἢ γένει», ἤ, ὡς ἐν ἄλλοις ὁ φιλόσοφος εἴρηκε, καὶ «ἀναλογίᾳ». ἀριθμῷ μὲν οὖν εἰσι ταὐτά, ὅσα δὴ περὶ ἓν ὑποκείμενον λέγεται, ὥς πού φαμεν τὰ πολυώνυμα· ξίφος γὰρ καὶ σπάθη καὶ φάσγανον ταὐτὰ τῷ ἀριθμῷ, ὅτι ἐν αὐτοῖς τὸ ὑποκείμενον πέφυκεν αὐτὸ ἑαυτῷ ἀδιάφορον καὶ μὴ ποικιλλόμενον τοῖς ὀνόμασιν· εἴδει δὲ ταὐτά, ὅσα ὑφ' ἓν μὲν εἶδος τάττεται, διίσταται δὲ ἀπ' ἀλλήλων τῷ ἀριθμῷ καὶ ταῖς ὑποστάσεσιν ἑαυτῶν τεμνόμενα κατὰ τὸ εἶδος οὐ διεστήκασιν. Aὖθις δὲ τὰ ἑτεροειδῆ ἀριθμῷ μὲν καὶ εἴδει τὴν πρὸς ἄλληλα εἰλήχασι διαφοράν, κοινὸς δὲ ἐπ' αὐτοῖς ὁ τοῦ γένους λόγος. εἰ δέ πού φαμεν ἐν ἀναλογίᾳ ταὐτότητα, τοιαύτη ἐστὶν ὡς ἐν παραδείγματι σῶμά πού φαμεν καὶ ψυχήν, εἶτα τινὰ μέρη σωμάτων καὶ μέρη ψυχῶν, τὰ μὲν μείζονα, τὰ δὲ ἐλάττονα. ὅταν οὖν ἀναλογίαν ἀμφοτέροις δείξω τοῖς μέρεσι, ταὐτότητα τρόπον τινὰ εἰσάγω· ἐπεὶ γὰρ κάλλιστον μὲν μέρος τοῦ σώματος ὁ ὀφθαλμός, ἐξαίρετον δὲ μέρος ὁ νοῦς τῆς ψυχῆς, ὅν φημι λόγον ἔχει ὁ ὀφθαλμὸς ἐν σώματι, τοῦτον νοῦς ἐν ψυχῇ. ὁρᾷς ὡς τἆλλα μὲν διάφορα, σῶμα καὶ ψυχή, καὶ ὀφθαλμὸς καὶ νοῦς, ἡ δὲ ταὐτότης κατὰ μόνην τὴν ἀναλογίαν εὑρίσκεται; ἐπεὶ τοίνυν τοσαυταχῶς τουτὶ τὸ ὄνομα λέγεται, οὐκ ὀφείλει τις ἐξακούειν τῆς ταὐτότητος κατὰ πᾶσαν ἀδιαφορίαν, εἴ γε λογικαῖς μεθόδοις ὡμιληκέναι βρενθύεται, ἀλλ' οὐδ' ἀπολύτως τιθέναι τὸ ταὐτόν, προστιθέναι δὲ ἢ τὸν ἀριθμὸν ἢ τὸ εἶδος ἢ τὸ γένος ἢ τὴν ἀναλογίαν. ὁ δ' Ἀνόμοιος, πρὸς τὴν τοσαύτην μύων τεχνολογίαν ἢ ἀμαθῶς ἔχων τῆς λογικῆς ἐντρεχείας, «εἰ ταὐτόν» φησίν «ὁ υἱὸς τῷ πατρὶ κατ' οὐσίαν, ἔσται» ἢ οὗτος ἀγέννητος, ἐπειδὴ κἀκεῖνος, ἢ καὶ ὁ πατὴρ γεννητός, ἐπειδὴ καὶ ὁ υἱός, ἵν' ᾖ ὁ μὲν πατὴρ ἀγεννητογέννητος, ὁ δὲ υἱὸς «γεννητοαγέννητος». Τὰ μὲν παρ' ἡμῶν ταυτί, ἀκούσωμεν δὲ καὶ τῆς θείας τοῦ πατρὸς σάλπιγγος. πρὸς γὰρ τὸν ἠρωτηκότα, «καλῶς», φησίν, «εἴπερ οὐσία θεοῦ τὸ ἀγέννητον»· τοῦτο δὲ ἀνοησίαν τῷ Ἀνομοίῳ προστρίβεται σὺ γάρ, φησίν, αὐτὸς κατὰ σαυτοῦ ψῆφον ἐξήνεγκας· ὅρα γὰρ ὅπως ἠρώτηκας. εἰ ταὐτὸν ὁ υἱὸς τῷ πατρὶ κατ' οὐσίαν, μέχρι τούτου καλῶς· εἶτα πῶς φῄς; εἰ οὕτως ἔχει, ἔσται ἀγέννητος; εἰ μὲν γὰρ οὐσία πατρὸς τὸ ἀγέννη τον, ταὐτὸν ὢν ὁ υἱὸς τῷ πατρὶ κατὰ τὴν οὐσίαν, ἔσται κἀκεῖνος ἀγέννη τος. εἰ δ' ἄλλο τι παρὰ τὴν οὐσίαν ἡ ἀγεννησία, πῶς ἄλλο ἠρωτηκώς, ἕτερον συνεπέρανας; εἰ μὲν γὰρ αὐτὸ τοῦτο ἦν ὁ πατὴρ κατὰ τὴν φύσιν, ἀγεννησία, τὰ δ' ἄλλα ἦν περὶ τὴν ἀγεννησίαν, εἰκός, ταὐτὸν ὄντα τὸν υἱὸν τῷ πατρὶ κατὰ τὴν οὐσίαν, ἀγεννησίαν εἶναι κἀκεῖνον· ἐπεὶ δὲ ἄλλο τι παρὰ τὴν ἀγεννησίαν ἡ τοῦ πατρὸς οὐσία, περὶ ἣν καὶ τὸ ἀγέννητον θεωρεῖται, κατὰ μὲν τὴν τοῦ πατρὸς οὐσίαν ταὐτὸν ὁ υἱός, κατὰ δὲ τὴν ἀγεννησίαν, ἐπειδὴ μὴ οὐσία, οὐ ταὐτόν. ἡ μὲν οὖν οὐσία πατρὶ καὶ υἱῷ ταὐτὴ καὶ ἀπαράλλακτος, αἱ διαφοραὶ δὲ τῶν περὶ τὴν οὐσίαν. εἰ οὖν διαφέρει ὁ υἱὸς τοῦ πατρὸς κατά τι τῶν περὶ οὐσίαν, καινὸν οὐδέν· ἡ γὰρ ταὐτότης, ὡς καὶ αὐτὸς φαίνῃ προδιορισάμενος, κατὰ τὴν οὐσίαν οὐ παρατέθραυσται. Ἢ καὶ σὺ πατὴρ τοῦ πατρός, ἵνα μηδὲν λείπῃ τοῦ σοῦ πατρός, ἐπειδὴ ταὐτὸν εἶ κατ' οὐσίαν;» τοῦτο δὲ καὶ προσπαίζοντός ἐστι καὶ ἐλέγχοντος. εἰ γὰρ ἐφ' ὧν, φησίν, ἡ τῆς οὐσίας ταὐτότης ἐστίν, ἐπὶ τούτων καὶ τὰ περὶ τὴν οὐσίαν ἀδιάφορα, ταὐτὸν δὲ καὶ σὺ τῷ πατρὶ κατ' οὐσίαν, λέγεται δὲ περὶ μὲν ἐκεῖνον ἡ πατρότης, περὶ δὲ σὲ ἡ υἱότης, ἕλκεις δὲ τὸ ταὐτὸν ἐν πᾶσιν, οὐκ ἐπὶ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν περὶ οὐσίαν, σὺ μὲν εἶ τοῦ πατρὸς πατήρ, υἱὸς δὲ ἐκεῖνος σοῦ τοῦ υἱοῦ· οὗ τί ἂν εἴη γελοιωδέστερον; «Ἢ δῆλον ὅτι, τῆς ἰδιότητος ἀκινήτου μενούσης, ζητήσομεν» φησίν «οὐσίαν θεοῦ, ἥτις ποτέ ἐστιν, εἴπερ ζητήσομεν». ἐπειδὴ δὲ ὁ λογολέσχης Ἀνόμοιος μετεκύβευσεν, ὡς ἠβούλετο, τὰ ὀνόματα σοφιστευόμενος περὶ τὰ θεῖα καὶ ὑπὲρ ἔννοιαν, καὶ νῦν μὲν γεννητὸν ἐδείκνυ τὸ ἀγέννητον, νῦν δὲ ἀγέννητον τὸ γεννητόν, «παίζων ἐν οὐ παικτοῖς», ὁ μέγας πατὴρ ἀκίνητα τὰ ὀνόματα φυλάττων ταυτὶ ὡς ἰδιότητας τῶν προσώπων, περὶ τῆς οὐσίας, φησί, «ζητήσωμεν» τῆς ἐν ἀμφοῖν, «ἥτις ποτέ ἐστι». μονονουχὶ γὰρ τοῦτό φησιν ὁ πατήρ· εἰ τὸ ταὐτόν, ὦ ἑτερόδοξε, ἐπὶ τῆς οὐσίας τιθεῖς, εὑρέθη δὲ τὸ ἀγέννητον μὴ ὂν οὐσία θεοῦ, ἀλλ' ἰδιότης περὶ τὴν οὐσίαν θεωρουμένη, ἢ ταύτην τὴν ἰδιότητα ἀμαθῶς ὅπῃ βούλει μετακίνει καὶ μετατίθεσο, ἤ, δηλονότι ἀκινήτου ταύτης μενούσης, ἵνα καὶ ἰδιότης ᾖ τὴν δύναμιν τοῦ ἑαυτῆς ὀνόματος σῴζουσα, αὐτὴν ζητήσωμεν τὴν οὐσίαν τοῦ θεοῦ, ἵν' ἐν ταύτῃ τὸ ταὐτὸν εὑρηκότες μὴ μετακινῶμεν τὰς ἰδιότητας. Ἐπάγει δὲ τὸ «εἴπερ ζητήσομεν». καὶ πῶς οὐκ ἐναντιοφωνεῖ αὐτὸς ἑαυτῷ ὁ πατήρ; ἀποφηνάμενος γὰρ ὅπως «ζητήσομεν οὐσίαν θεοῦ», ἔπειτα ἐνδοιάζων λέγει, «εἴπερ ζητήσομεν». ἢ τὸ μὲν πρῶτον ὡς ἀκόλουθον τῇ ὑποθέσει τέθεικεν· εἰ γὰρ τὸ ταὐτὸν περὶ τὴν οὐσίαν, τὸ δὲ ἀγέννητον περὶ τὴν οὐκ οὐσίαν, τὸ λειπόμενόν ἐστι ζητεῖν τίς ἡ οὐσία. τοῦτο μὲν οὖν ὡς ὀφειλόμενον τῷ λόγῳ τέθεικε· τὸ δ' «εἴπερ ζητήσομεν» ἐπιλαμβανο μένου ἐστὶν ἑαυτοῦ· οὐ γάρ, εἰ καὶ τῷ λόγῳ λείπεται τὸ ζητεῖν περὶ τῆς οὐσίας, ἤδη καὶ ζητητέον ἡμῖν περὶ ταύτης· ἐπειδὴ γὰρ τρόπον τινὰ πρὸς χάριν τῷ Εὐνομίῳ εἴρηκε τὸ «ζητήσομεν περὶ τῆς οὐσίας», «εἴπερ» φησί «καὶ ζητήσομεν». οὐ γὰρ δὴ καὶ ζητήσομεν, εἰ καὶ ζητητέαν ταύτην ὁ λόγος ἔχει τὴν ὑπόθεσιν· οὐ γὰρ κενολογεῖν βουλόμεθα ὥσπερ δὴ καὶ κενοδρομεῖν πρὸς οὐρανὸν πτερυσσόμενοι. Καὶ ταῦτα μὲν οὕτως. ἐπεὶ δὲ ὁ Εὐνόμιος τοῦτο αὐτὸ τίθεται τὸν πατέρα, ἀγέννητον, ᾧ δὴ καὶ κυριολογεῖ τὸ θεός, καὶ ταὐτὸν οἴεται ἀγέννητον καὶ θεόν, πολλαῖς ὁ πατὴρ ἀποδείξεσι τὴν τῶν ὀνομάτων δεικνύει διαφοράν. καὶ πρότερον ἀπὸ τῆς πρὸς ἕτερον σχέσεως· εἰ γὰρ οὐ διενηνόχατον θεὸς καὶ ἀγέννητον, τὴν αὐτὴν ἔχετον σχέσιν πρὸς τὰ ἐκτός. ἀλλ' ὅρα εἰ τὸ μὲν σχετικόν ἐστι, τὸ δὲ ἄσχετον· ὁ μὲν γὰρ θεὸς ἑτέρων λέγεται («θεός» γάρ φησι «θεῶν» ἡ γραφή) καὶ αὖθις τῶν κατὰ μέρος καὶ τῶν προνοουμένων· τὸ δὲ ἀγέννητον οὐδενῶν, τίνων γάρ; οὔτε γὰρ ἀνθρώπων οὔτε ἀγγέλων οὔτε ὅλως κτισμάτων. «ἢ ἐπεὶ μηδενὸς τὸ ἀγέννητον, μηδὲ τὸν θεὸν εἶναι τινῶν. ἀλλὰ μὴν τινῶν» ὁ θεός. ὅθεν οὐ «ταὐτὸν θεὸς καὶ ἀγέννητον». «τὰ γὰρ πάντῃ ταὐτὰ» ὁμοίαν ἔχει τὴν προφοράν· βροτός, μέροψ, ἀπόλυτον τῶν ὀνομάτων ἑκάτερον· πρόνοια, κηδεμονία, ἄμφω σχετικά. εἰ δὲ καὶ τὸ ἀγέννητον κατὰ σχέσιν ἐκφέρεσθαι φῄς, δεῖξον τίνων ἐστὶ τὸ ἀγέννητον. ἀπαιτεῖς δέ με τίνων ὁ θεός, καὶ ἐρῶ σοι ὅτι «πάντων». πῶς οὖν ἂν εἴη ταὐτὸν θεὸς καὶ ἀγέννητον, εἰ τὸ μὲν τῶν ὀνομάτων πρὸς ἄλλο, {τὸ} τὸ δ' ἐφ' ἑαυτοῦ περιγράφεται; «Καὶ πάλιν, ἐπειδὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ἀντίκεινται ἀλλήλοις ὡς ἕξις καὶ στέρησις, ἀνάγκη καὶ οὐσίας εἰσαχθῆναι ἀντικειμένας ἀλλή λαις, ὅπερ οὐ δέδοται». αὕτη ἡ λύσις ἑτέρα παρὰ τὴν πρώτην ἐστίν· οὐ γὰρ βούλεται δεικνύειν, ὅτι οὐ τοὐτόν ἐστι θεὸς καὶ ἀγέννητον, ἀλλ' ὅτι, εἰ ὡς οὐσίας ταῦτα δεξόμεθα, ἀντικείσονται ἀλλήλοις ὁ πατὴρ καὶ ὁ υἱός, ὅπερ οὐ δογματίζειν βούλεται ὁ Ἀνόμοιος· ὑποτετάχθαι γὰρ βούλεται τῷ πατρὶ τὸν υἱόν, οὐκ ἀντικεῖσθαι. εἰ δὲ προστέθεικε τὸ «καὶ πάλιν», οὐ διὰ τὴν ταὐτότητα τῶν λύσεων τοῦτο πεποίηκεν, ἀλλ' ὅτι καὶ ἑτέρως ἔστιν ἐξελέγχειν τὰ τῶν αἱρετικῶν δόγματα. ὑμεῖς δὲ ἀναμνήσθητε ὡς εἰς τέσσαρας διεῖλεν ὁ φιλόσοφος τὴν ἀντίθεσιν, εἰς τὰ ἐναντία, εἰς τὰ καθ' ἕξιν καὶ στέρησιν, εἰς τὰ κατὰ πρός τι καὶ εἰς τὰ κατὰ ἀντίφασιν λεγόμενα. καὶ τῆς μὲν ἀντιφάσεως παράδειγμα τὸ εἶναί τι καὶ τὸ μὴ εἶναι· τῶν δὲ πρός τι τὸ διπλάσιον καὶ τὸ ἥμισυ· τῶν δὲ καθ' ἕξιν καὶ στέρησιν ἡ ἀκοὴ καὶ ἡ κώφευσις· τῶν δὲ ἐναντίων τὸ λευκὸν καὶ τὸ μέλαν. σκεπτέον οὖν τίνι τῶν ἀντικειμένων ὑπαχθείη τὸ ἀγέννητον καὶ τὸ γεννητόν. πότερον τοῖς ἐναντίοις; ἀλλ' ἐκεῖνα ἐξ ἀλλήλων ἤ, κυριώτερον εἰπεῖν, μετ' ἄλληλα· ἀπὸ γὰρ τοῦ λευκοῦ τὸ μέλαν, ἢ μᾶλλον μετὰ τὸ λευκόν· ταῦτα δὲ οὐκ ἐξ ἀλλήλων· οὐ γὰρ ἐξ ἀγεννησίας γέννησις, οὐδὲ ἐκ γεννήσεως ἀγεννησία. ἀλλ' ἄρα συναριθμηθείη τοῖς πρός τι; ἀλλ' ἐκεῖνα πρὸς ἕτερα λέγεται, ὥσπερ πρὸς τὸ ἥμισυ τὸ διπλάσιον καὶ ἀνάπαλιν. μήτοι γε ἀντιφάσει ὡμοίωται; ἀλλὰ ταῦτα ὀνόματα μόνον, οὔτε κατάφασιν ὑποδεικνύντα οὔτε ἀπόφασιν. λείπεται οὖν κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι ἀλλήλοις, ὡς εἶναι τὸ μὲν γεννητὸν ἕξιν ὥσπερ τὴν ὅρασιν, τὸ δὲ ἀγέννητον στέρησιν ὥσπερ τὴν τύφλωσιν. εἰ δὲ ἀντίκεινται ταῦτα, ὡς ὁ λόγος ἔδειξεν, οὐσίας δὲ σὺ ταῦτα φῄς, ὁ Ἀνόμοιος, ἔσονται οὐσίαι ἀντικείμεναι ἀλλήλαις, ὅπερ οὐ δέδοται· τῇ γὰρ οὐσίᾳ, φησὶν ὁ φιλόσοφος, οὐδέν ἐστιν ἐναντίον. Ἐπεὶ δὲ ὅλως ἐβιάσατο ὁ πατὴρ ἐπὶ τὴν ἀντίθεσιν τῶν ἕξεων καὶ στερήσεων τὸ ἀγέννητον καὶ τὸ γεννητὸν ὑπαγαγεῖν, «ἐπειδή» φησίν «αἱ ἕξεις τῶν στερήσεων πρότεραι» (δεῖ γὰρ ὅρασιν εἶναι πρότερον, καὶ οὕτως στέρησιν τῆς ὁράσεως, καὶ ἀκοήν, εἶθ' οὕτως τὴν ταύτης ἀποβολήν), ἔοικε δὲ τὸ μὲν γεννητὸν ἕξει, τὸ δὲ ἀγέννητον στερήσει, λέγεις δὲ σύ, ὁ Ἀνόμοιος, οὐσίαν εἶναι τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἀγέννητον τοῦ πατρός, πρῶτος ἄρα κατὰ τὸν σὸν λόγον ὁ υἱὸς τοῦ πατρός, ὡς ἕξις στερήσεως. ὅρα δέ σοι καὶ ἕτερον κῦμα προσεπαγόμενον· αἱ στερήσεις δεύτεραι οὖσαι τῶν ἕξεων ἀναιροῦσιν ἐκείνας· οὕτω τοιγαροῦν ἡ μὲν ἀβλεψία τὴν ὅρασιν, ἡ δὲ κώφευσις τὴν ἀκοὴν ἀνειρεῖ. τί οὖν ἐντεῦθεν τὸ συναγόμενον; τὸ ἀναιρεῖσθαι τὸν υἱὸν ὡς ἕξιν παρὰ τοῦ πατρὸς ὡς στερήσεως. Εἰ μὲν οὖν ἐβούλετο ὁ πατήρ, καὶ πολλοῖς ἂν ἑτέροις τόποις πρὸς τὸν Ἀνόμοιον ἐπεχείρησεν. ἐπεὶ δὲ μετρεῖν οἶδε τῶν λόγων τὴν δύναμιν καὶ τοῖς καιροῖς καὶ ταῖς ὑποθέσεσι, διὰ τοῦτο ἐνταῦθα τὰς περὶ τούτου τοῦ προβλήματος περιγράψας λύσεις, ἐφ' ἕτερα τὸν λόγον διαβιβάζει. 25 μδʹ. Εἰς τὸ «τρισσὴν γέννησιν οἶδεν ὁ λόγος» Οὐδὲν καινὸν εἰ διαποροῦσιν ἡμῖν συμβέβηκε περὶ τοῦ θεολογικοῦ ῥητοῦ, ὃ δὴ προέκθεσιν μὲν τριττῆς ἔχει γεννήσεως, ἐν οἷς δὲ ἕκαστον τῶν ἀπηριθμημένων ἐπεξεργάζεται, καὶ τὴν τετάρτην προστίθησι, καὶ οὐδὲ ταύτην διῃρημένως, ἀλλ' ἀσαφῶς καὶ ὑποσυγκεχυμένως. εἰρηκὼς γὰρ ἄνω ὁ μέγας οὗτος πατὴρ ὅτι «τρισσὴν γέννησιν οἶδεν ὁ λόγος, τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος καὶ τὴν ἐξ ἀναστάσεως», καὶ ὅτι ταύτας τετίμηκε παρ' ἑαυτῷ ὁ σαρκωθεὶς λόγος, προϊόντος αὐτῷ τοῦ λόγου, οὐ κατὰ λόγον προφέρει τὰς ἀποδόσεις, ἀλλὰ «τὴν μὲν» ἐκ σωμάτων «τῷ ἐμφυσήματι τετιμῆσθαι τῷ πρώτῳ καὶ ζωτικῷ, τὴν δὲ» ἐκ βαπτίσματος «τῇ σαρκώσει καὶ τῷ βαπτίσματι», προστιθεὶς «ὅπερ αὐτὸς ἐβαπτίσατο», «τὴν δὲ» ἐξ ἀναστάσεως «τῇ ἀναστάσει, ἧς αὐτὸς ἀπήρξατο». ἐξὸν γὰρ οὕτως εἰπεῖν, ὅτι τὴν μὲν ἐκ σωμάτων τῇ σαρκώσει τετίμηκε, τὴν ἐκ βαπτίσματος δὲ τῷ ἐμφυσήματι, τὴν τάξιν μετήλλαξε, καὶ τῇ μὲν ἀπὸ σωμάτων γεννήσει τὴν ἀπὸ τοῦ ζωτικοῦ ἐμφυσήματος τιμὴν μετατέθεικε, τῇ δὲ ἐκ τοῦ βαπτίσματος δύο ταῦτα ἀπεκλήρωσε, σάρκωσιν καὶ τὸ κατ' ἐκείνην γενόμενον βάπτισμα. Ἀπὸ μὲν οὖν τῆς κατὰ τὴν ἀνάστασιν γεννήσεως οὐδεμία τις ἀντίρρησις προχωρεῖ, τηρησάσης τῆς ἀποδόσεως τὴν τάξιν τῆς προαριθμήσεως ἀμετάθετον. ὁ δὲ πᾶς λόγος περὶ τῶν πρώτων ἐστὶ δύο γεννήσεων, ὅτου χάριν δύο μέν εἰσιν αἱ γεννήσεις ἐν τῇ κατ' ἄθροισιν ἀπαριθμήσει, τρεῖς δὲ ἐν ταῖς ἀποδείξεσιν αὗται γεγόνασιν. ὁ μὲν οὖν τῆς ῥητορικῆς λόγος τέως ἀναβεβλήσθω· οὐ γὰρ τοῦτο πολυπραγμονήσομεν, ὅτι τὴν εὐκρίνειαν τῆς δεινότητος διεστηκυῖαν συνῆψεν ὁ πατὴρ ἐνταῦθα μουσικῶς ἄγαν καὶ συνεκέρασεν, οὐδ' ὅτι πρὸς τὸν Δημοσθενικὸν ζῆλον ὑπαχθεὶς μακρῷ τοῦτον ὑπερβέβληκεν, οὐδ' ὅτι τὸ μὲν εὐτελὲς τῆς εὐκρινείας τῷ τῆς περιβολῆς μεγέθει διῆρε καὶ ὕψωσε, τὸν δὲ ἐκ τῆς περιβολῆς ὄγκον καὶ τὸ ἀξίωμα τῷ τῆς εὐκρινείας ἀπεβουκόλησε. ταῦτα γὰρ παρήσειν μοι δοκῶ νῦν καὶ ὅτι κρᾶμα ξυμπασῶν τῶν ἰδεῶν τὸ παρὸν τουτὶ χωρίον καθέστηκεν, ἐν ᾧ δὴ τῇ μὲν περιβολῇ μετὰ τῆς εὐκρινείας καὶ ἡ τῆς δεινότητος μέθοδος ἀποφέρουσα τὸ ἐξαίρετον, ἡ δὲ καθαρότης καὶ ἡ γοργότης, ἥ τε λαμπρότης καὶ ἡ ἀκμὴ καὶ ἡ λοιπὴ τοῦ λόγου ἰδέα οἷα δὴ δεσμοὶ τούτων πεφύκασιν. ἔοικε γὰρ κατὰ τοῦτο ὁ τοῦ πατρὸς ἐνταῦθα λόγος τῷ Πλατωνικῷ οὐρανῷ· ἐκεῖνος γάρ, ἐκ πυρὸς καὶ γῆς ὑποθέμενος, δεσμοὺς τὰ λοιπὰ στοιχεῖα τούτῳ συντίθησι, δύο μεσότητας γεωμετρικὰς ἄγαν τῷ στερεῷ ἀποκληρωσάμενος σώματι. ἀναβάλλομαι δὲ νῦν τὸν περὶ τούτου λόγον, ὅτι μὴ κατὰ τοὺς πολλοὺς βούλομαι τὰ τοῦ μεγάλου τούτου πατρὸς συγγράμματα θεωρεῖν· οἱ μὲν γὰρ τὴν ἐπὶ τῶν ἰδεῶν πραγ ματείαν ἐνταῦθα καταναλίσκοντες φαίνονται· εἶτα δῆτ' «ὀγκοῦνται» κατὰ τὸν τραγικόν, εἰ τὸ μὲν αὐτῷ τοῦ λόγου τῆς σεμνῆς μετέχον ἰδέας δείξουσι, τὸ δὲ τῆς ἠθικῆς καὶ ἄλλο τῆς σαφοῦς. ἐμοὶ δὲ τοῦτο μὲν ἥττονος λόγου δοκεῖ, ἐπειδὴ κἀν τοῖς ἀρητορεύτοις λόγοις, οὓς δὴ πολλοὺς Ἡγησίας τε καὶ Θρασύμαχος εἰς δεῖγμα ἀπαιδευσίας ἐξενηνόχασι, μίξιν ἄν τις εὕροι τῶν ἰδεῶν· ἀλλ' οὐ διὰ τοῦτο οἱ ἄνδρες ἐπαινετέοι, ἀλλ' ὅτι ἀμούσως ἐκέρασαν τὰ μέρη καὶ ἀτέχνως συνῆψαν, καὶ μάλα ψεκτέοι. ἡ δὲ μουσικὴ συρραφὴ λόγος τίς ἐστι τῆς ἀρίστης κράσεως· ὁ δὲ λόγος αἰτία τοῦ τοιῶσδε κιρνᾶσθαι τὰ συγκιρνώμενα, ὁ γοῦν ἀποδιδοὺς ἐν ῥητορικοῖς λόγοις τὰ μέρη τῶν ἰδεῶν, καὶ διότι οὕτως ταῦτα ὀφείλει ἀποδιδόναι, ἵνα μὴ μάτην αἱ μίξεις γίνωνται, ἀλλὰ μετὰ τοῦ ἁρμονικοῦ λόγου καὶ τῆς λογικῆς μουσουργίας. διὰ ταῦτα γοῦν μοι ὁ περὶ τούτου λόγος εἰς ἕτερον ἀνακείσθω καιρόν· τὴν δὲ φιλοσοφίαν ἴδωμεν τοῦ ἀνδρὸς ὁπόση περὶ τὰς γεννήσεις ταύτας ἐστί. «Τρισσήν» γάρ φησι «γέννησιν οἶδεν ὁ λόγος, τὴν ἀπὸ σώματος», ἥν τε τὸ βάπτισμα καὶ ἣν τὸ τῆς ἀναστάσεως παρεμφαίνει μυστήριον, αἷς δὴ πάσαις ὁ καθ' ἡμᾶς γενόμενος ὑποκύψας λόγος οὐ ταύταις ἑαυτὸν τετίμηκεν, ἀλλ' ἑαυτῷ ταύτας. «τὴν μὲν» γὰρ ἀπὸ σωμάτων «τῷ ἐμφυσή ματι τῷ πρώτῳ καὶ ζωτικῷ»· ἡμεῖς μὲν γὰρ κατὰ σῶμα γεννώμενοι οὐχ οὕτως ψυχούμεθα ὡς ὁ πρῶτος ἄνθρωπος καθαρὰν πάντῃ καὶ ἀμόλυντον τὴν τῆς ψυχῆς οὐσίαν δεξάμενος, ἀλλ' ἐπειδὴ οὐ τοῦ ἀναμαρτήτου Ἀδάμ, ἀλλὰ τοῦ ὑπὸ τὴν ἁμαρτίαν πεσόντος ἀπεβλαστήσαμεν, τὸ τοῦ σπέρματος κίβδηλον ἐν ταῖς ἡμετέραις βλάσταις δεικνύομεν· τῆς γὰρ ψυχῆς αὐτοῦ κιβδηλευθείσης τῷ παραπτώματι, ἐν ἁμαρτίαις καὶ ἡμεῖς συλλαμβανόμεθά τε καὶ γεννώμεθα· ἀλλ' οὐχ ὁ Χριστὸς σαρκούμενος τοιαύτην εἴληφε τὴν ψυχήν, ἀλλ' οἵαν αὐτὴν ἐνεφύσησε τῷ γενάρχῃ πλαστουργηθέντι. ὁρᾷς ὅπως τετίμηκε παρ' ἑαυτῷ τὴν ἀπὸ σωμάτων γέννησιν τῷ πρώτῳ καὶ ζωτικῷ ἐμφυσήματι; τῷ γὰρ «πρῶτον» εἰπεῖν τὴν πρὸ τῆς ἁμαρτίας ἐνεδείξατο ψύχωσιν· ἐψύχωτο γὰρ καὶ ὁ Σὴθ καὶ ὁ δέκατος ἀπὸ τοῦ Ἀδὰμ Νῶε, ἀλλ' οὐ τῷ καθαρῷ ἐκείνῳ καὶ θεοειδεῖ ἐμφυσήματι· «ἐν ἁμαρτίαις» γάρ φησιν ὁ Δαυίδ «ἐκίσσησέ με ἡ μήτηρ μου». ὁ δὲ καθ' ἡμᾶς γενόμενος λόγος τὴν μήτραν ὑποδὺς τὴν παρθενικὴν καὶ τοῖς ἀχράντοις ἐκείνης αἵμασιν εἰς σωματικὸν ἀποχρησάμενος σκήνωμα, νοερῶς ὁμοῦ καὶ καθαρῶς ἐψύχωτο. Ἀλλὰ τοῦτο μὲν οὕτως. διὰ τί δέ, ὑπαντῶν τις περὶ τὴν δευτέραν γέννησιν φήσει, τὴν ἐκ τοῦ βαπτίσματος οὐ τῷ θείῳ ἐκείνῳ βαπτίσματι, ἀλλὰ καὶ τῇ σαρκώσει τετίμηκεν; εἰς δύο γὰρ διῃρημένης τῆς ἀπὸ τῶν σωμάτων γεννήσεως, εἴς τε ἐμψύχωσιν καὶ σωμάτωσιν, ἐχρῆν φάναι ὅτι ἀμφοτέρας ταύτας τετίμηκε τῇ τε σωματώσει καὶ τῷ ἐμφυσήματι. διὰ τί οὖν θάτερον μέρος ἀποδιελόμενος μετὰ τοῦ βαπτίσματος τέθεικε; τὸν μὲν ἀληθῆ περὶ τούτου λόγον αὐτὸς ἂν εἰδείη ὁ τοῦ λόγου πατήρ, καὶ εἴ τις κατ' ἐκεῖνον τὰ θεῖα ἐσοφίσθη μυστήρια· οἶμαι γὰρ αὐτὸν ἀπὸ τοῦ ὑπερκειμένου ἀνθρώπου ταύτην εἰληφέναι τὴν ἔννοιαν, ἥντινα δὴ καὶ ἀπορρήτως ἐν ἀπορρήτοις ἐφύλαξεν, ἐξαγγείλας μὲν ὡς δοκεῖ, οὐδὲν δὲ μεῖον ἐμπερικαλύψας· ὃ νῦν ἐμοὶ πάρεστι, τοῦτο καὶ πρὸς ὑμᾶς ποιήσομαι ἐκφανές. ὑμεῖς δὲ συγγνοίητέ μοι, εἰ μὴ ἀνεξέλεγκτος, ἀλλὰ καὶ δυσεξέλεγκτος ὁ λόγος φανήσεται, εἰδότες «ὡς ἐγώ τε ὁ λέγων καὶ ὑμεῖς οἱ ἀκούοντες φύσιν ἀνθρωπίνην ἔχομεν». ὁ δὲ πρῶτος εἰπὼν οὐδέν τι τῆς γεννήσεως ἐπεσύρετο· διὰ τοῦτο καταμαντευόμεθά πως τῆς ἐκείνου ἐννοίας, ἀνεπιλήπτοις κατά γε δύναμιν ἐννοίαις τοῖς ἐκείνου θεωρήμασιν ἐμβατεύοντες. Τί ποτ' οὖν ἐστιν ὃ κατανενόηκεν ἐνταυθοῖ; ἐδόκει τῷ πατρὶ ζητήσεως ἄξιον ὁποιῳδήποτε τρόπῳ τῆς διὰ τοῦ βαπτίσματος καθάρσεως ἐδέησε τῷ θεῷ. ἡμεῖς μὲν γὰρ εἰκότως προτελούμεθά τε καὶ καθαιρόμεθα, τὸ σῶμα τῷ ὕδατι ἀπορρύπτοντες, τῷ πνεύματι δὲ τὴν ψυχήν. ἐκείνῳ δὲ διὰ τί ποτε ἐδέησε τῆς ἐνταῦθα ῥύψεως; μήποτ' οὖν εἴχε τι τοῦτο τὸ πρόσλημμα τοῦ ἀπὸ τῆς γεννήσεως μολύσματός τε καὶ ῥυπάσματος; τὴν γοῦν «ὑποψίαν τε καὶ λαβὴν» ἀνακρουόμενος ὁ πατὴρ οὐκ ἀπὸ τοῦ βαπτί σματος τοῦτον εἰσάγει ἢ τὸ σῶμα ἢ τὴν ψυχὴν καθαιρόμενον, μᾶλλον μὲν οὖν τετιμηκότα τὸ βάπτισμα τῇ ὑπερφυεῖ σαρκώσει καὶ τῷ ἀπορρήτῳ βαπτίσματι· «τετίμηκε» γὰρ τὸ βάπτισμα παρ' ἑαυτῷ «τῇ σαρκώσει καὶ τῷ βαπτίσματι ὅπερ αὐτὸς ἐβαπτίσατο». σάρκωσις δέ ἐστιν, ὡς ἐμὲ φάναι, ἡ τῆς σαρκὸς «ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ σύστασίς» τε καὶ σύμπηξις· σὰρξ δὲ αὐτὸ τὸ ὑποκείμενον καὶ γινόμενον. Σκοπήσωμεν οὖν ὅπως μὲν ἡμῖν σαρκοῦται τὸ σῶμα, ὅπως δὲ τῷ θεῷ. ἡμεῖς μὲν γὰρ ἐκ συνδυασμοῦ καὶ σπερμάτων καταβολῆς σήψεώς τε καὶ ἀλλοιώσεως καὶ ἐξαιματώσεως συμπηγνύμεθα καὶ σωματουργούμεθα. ὁ δὲ ὑπερούσιος λόγος τῇ ἡμετέρᾳ φύσει καθ' ἡμᾶς προσωμιληκώς, ἀσυνδυάστως, καταβολῆς ἄτερ σπορᾶς, αὐτῆς τῆς παρθενικῆς μήτρας μὴ ἀνοιγείσης, ὑπόστασις ἐγένετο τῷ προσλήμματι· ἐν ᾧ δὴ τὴν ἀνθρω πίνην φύσιν ἀτομώσας μετὰ πασῶν αὐτῆς τῶν φυσικῶν ἰδιοτήτων, μία προελήλυθεν ὑπόστασις φύσεσι δυσὶ συνθετή, ἃς δὴ καὶ μεταχωρήσας καὶ ἀντιπεριστήσας ἀσυγχύτως ἐν ἑαυτῷ τετήρηκε διῃρημένας οὐχ ὑποστάσει, ἀλλὰ τῷ λόγῳ τῆς διαφορᾶς, καὶ ἡνωμένας οὔσας οὐ κατὰ σύγχυσιν, ἀλλὰ τῷ τρόπῳ τῆς ὑποστάσεως. ὁ γοῦν οὕτως ἀμολύντως καὶ ὑπὲρ λόγον τὸν ἄνθρωπον προσλαβόμενος οὐ τετίμηκε τῇ τοιαύτῃ σαρκώσει τὸ βάπτισμα βαπτισάμενος; ὁ μὲν γὰρ ῥυπανθεὶς μάργαρος εἰς ὕδωρ ἐμβεβλημένος, εἶτα δῆτα ἐκεῖθεν ῥυπτόμενός τε καὶ καθαιρόμενος, οὐ τὸ ὕδωρ ἑαυτῷ τετίμη κεν, ἀλλὰ τῷ ὕδατι ἑαυτόν· ὁ δὲ πάντῃ καθαρός τε καὶ ἄσπιλος καὶ λευκανθίζουσαν ἀποστίλβων χροιὰν λαμπρότερον ποιεῖ τὸ ὕδωρ τὸ καθ' ἑαυτὸν καὶ διαφανές, ἐν τούτῳ βληθείς. οἱ μὲν οὖν σπιλωθέντες μαργαρῖται ἡμεῖς πάντως πεφύκαμεν, οὓς δὴ καὶ καθαίρει τὸ βάπτισμα καὶ τιμᾷ παρ' ἑαυτῷ· ὁ δὲ ἄσπιλος καὶ ἀμόλυντος ὁ ὑπερούσιος λόγος ἐστίν, «ὃς» δὴ «οὔτε ἁμαρτίαν πεποίηκεν οὔτε εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». οὗτος τοιγαροῦν τῷ ἀπαστράπτοντι τῆς καθαρᾶς αὐτοῦ φύσεως τὴν τοῦ βαπτίσματος χρείαν τετίμηκε. διὰ τοῦτον οὖν οἶμαι τὸν λόγον τὸν μέγαν πατέρα φάναι τετιμηκέναι τὸν λόγον τὸ βάπτισμα τῆς σαρκώσεως, ἀλλ' οὐ ταύτην μόνον, ἀλλὰ καὶ τὸ βάπτισμα ὅπερ αὐτὸς ἐβαπτίσατο. ποῦ γὰρ ἡμῖν βαπτιζομένοις θείου πνεύματος ἐμφαίνεται κάθοδος ἢ μαρτυρία πατρός; εἰ γὰρ καὶ αὐτοὶ μεταλαμβάνομεν πνεύματος, ἀλλ' οὐκ αὐτὸ δὴ τὸ οὐσιῶδες ἐφ' ἡμᾶς κάτεισιν οὐδὲ ἐν εἴδει περιστερᾶς, ἀλλ' ἐνέρ γειά τις· τὸ δὲ πνεῦμα τῷ ὁμοίῳ προσέδραμε. τούτων οὖν ἁπάντων ἐστὶν ἐμφαντικὸν τὸ ἀντωνυμικὸν μέρος, ὃ δὴ δεινῶς γοῦν καὶ [φι] λοσόφως τέθεικεν ὁ πατήρ, εἰπὼν «ὅπερ αὐτὸς ἐβαπτίσατο».

Intertext edge

Open linked passage

Note