Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Εἰς τὸ «ὄψει τὰ ὀπίσθια». Ἐγὼ δὲ οἶμαι μὴ Μωυσῆν μόνον ἢ τὸν δεῖνα στρατηγὸν ἢ τὸν δεῖνα δημαγωγὸν ὁρᾶν θεοῦ τὰ ὀπίσθια, ἀλλ' ἁπαξαπλῶς τὸν σύμπαντα ἄνθρωπον τοῖς τοῦ θεοῦ ὀπισθίοις περιγράφειν τὴν ὅρασιν· σύμπαντα δὲ ἄνθρωπον ἀκουστέον τὸν κατὰ Μωυσέα ἢ καὶ ὑπὲρ ἐκεῖνον ἢ μικρῷ ἐλάττονα χρηματίσαντα. τίς γὰρ ἂν ἴδῃ θεοῦ πρόσωπα ἢ τὰ ἐμπρόσθια, ἢ τίς ἔμπροσθεν αὐτοῦ γενόμενος ἀνακεκαλυμμένως τῇ τῆς ψυχῆς θεωρίᾳ τὸ θεῖον κάλλος ἐνοπτρισθείη; πᾶς τις οὖν ὁρᾶν ἠξιωμένος θεὸν μόνα θεωρεῖ τὰ ὀπίσθια, ἀλλ' οὐδὲ ταῦτα τρανῶς οὐδὲ ἀπολύτῳ τῇ θέᾳ οὐδὲ ὀφθαλμοῖς ἐλευθέροις, ἀλλὰ «πέτρᾳ» τινὶ καλυπτόμενος καὶ οἷον δι' «ὀπῆς» τινος συμμέτρου τὴν θεοφάνειαν αὐγαζόμενος, ὀπισοθακῶν, ἀλλ' οὐ τῶν ἐμπροσθίων κατατολμῶν. Ὁ δὲ λόγος ζητεῖ τίνα δήποτε τυγχάνει θεοῦ τὰ ὀπίσθια· ἀντίκειται δὲ τούτοις τὰ ἐμπρόσθια, ἐφ' οἷς δὴ ἀντιμετρεῖται τὰ πλάγια· μέρη δὲ ταῦτα τοῦ ὅλου, ὥστε πολυμερὲς τὸ θεῖον, καὶ ὃ δὴ τούτου ἀτοπώτερον, καὶ προσχρώμενον σώματι, τὰ γὰρ ἀσώματα ἀμερῆ καὶ ἀσύνθετα. ἀνθρωπίνου μὲν οὖν σώματος ἐμπρόσθια σχεδὸν καὶ τῶν ἄλλων ζῴων βρέγμα καὶ μέτωπον καὶ ὀφρύες διῃρημέναι, ὀφθαλμοί τε ὑποκαθήμενοι καὶ ῥὶς ἀμφοτέρους διχάζουσα, γένυς τε καὶ χείλη, μεθ' ἃ δὴ καὶ ὁ τοῦ πνεύμονος αὐλὸς καὶ ὁ ἐπὶ τούτῳ θώραξ, ὑφ' ὃν δὴ ὀμφαλὸς καὶ τὰ ἐφεξῆς μέρη ἄχρι ποδῶν ὑποβαίνοντα· ὀπίσθια δὲ ὦμοι καὶ ῥάχεις καὶ πλευραὶ ἑκατέρωθεν παρακείμεναι, τά τε ἐπὶ τούτοις σφαιρώματα καὶ ἡ ὑποκνημίς, καὶ ὅσα δὴ ἐς σκέλη καὶ τὰ ὑπὸ ταῦτα κάτεισι. ταῦτα μὲν τὰ τῶν ζῴων ἐμπρόσθια καὶ ὀπίσθια, θεοῦ δὲ τί ποτε μὲν τὸ ἔμπροσθεν, τί ποτε δὲ τὸ ὄπισθεν; εἴτε γὰρ ὡς φῶς ὁρᾶται τοῖς τῆς θεοφανείας ἀξιωθεῖσιν εἴτε ὡς δίσκος ἡλιακὸς εἴτε ὡς νέφος ἢ θύελλα, ἐκ τοῦ μέρους καὶ τὸ ὅλον καταλαμβάνεται. ὁμοιομερῶν γὰρ τυγχανόντων καὶ τῶν ὁμοιωμάτων, ὁ τὸ μέρος κατειληφὼς τὸ ὅλον ἔσται συνειληχώς, ὥστε μάτην ἄρα τῷ Μωυσῇ τὰ ἐμπρόσθια τοῦ θεοῦ ἀποκεκρύφαται· ἐγνώκει γὰρ ἂν αὐτόν, τῶν ὀπισθίων ἐσχηκὼς τὴν κατάληψιν. Τοιαύτας μὲν ὁ λόγος ἀπορίας καὶ ἀντιλαβὰς ἔχει. εἰ δέ τις θέλει πρὸς νοῦν ἀνελθεῖν ἀπὸ τῶν αἰσθήσεων, τάχ' ἂν οὗτος εὑρήσει τὴν τοῦ ζητου μένου ἐπίλυσιν καὶ γνώσεται τοῦ θεοῦ τὰ ὀπίσθια. τοῖς μὲν γὰρ ἄλλοις εἴδεσι σωματικοῖς ἢ ἀσωμάτοις τὰ μὲν ἔμπροσθεν τυγχάνει, τὰ δὲ ὀπίσθια· ὥσπερ δὴ τοῦ στερεώματος ἔμπροσθεν μὲν ὁ πρῶτος οὐρανός, ὄπισθεν δὲ ὁ δίσκος ὁ ἡλιακός, καὶ τοῦ ξύμπαντος κόσμου, ὃν δὴ κατὰ περιοχὴν οἱ πάλαι σοφοὶ οὐρανὸν ὠνομάκασιν, ἔμπροσθεν μὲν ὁ νοητὸς τυγχάνει διάκοσμος, ὄπισθεν δὲ ὁ τελευταῖος δημιουργηθεὶς ἄνθρωπος. καὶ τῆς νοητῆς δὲ οὐσίας εἴ τις τὰ μέρη ἐκλάβοι, εὑρήσει καθ' ἕκαστον τὸ μέν τι ἔμπροσθεν, τὸ δὲ ὄπισθεν. τὸ γοῦν αὐτοκίνητον ἔμπροσθεν μὲν τοῦ ἑτεροκινήτου, ὄπισθεν δὲ τοῦ αὐθυποστάτου, ἤτοι τοῦ ὄντος, καὶ τοῦτο τοῦ ἑνός, ἤτοι τοῦ ἀγαθοῦ, τοῦτο δὲ μόνον ἀγέννητον καὶ πρῶτον τὸ ἔμπροσθεν. ὅσοι γοῦν τοῦτο τεθέανται οὐκ ἀμέσως αὐτοπτῆσαι ἴσχυσαν, ἀλλ' οὐδὲ τῆς οὐσίας αὐτοῦ καθαρῶς ἐπαφήσεσθαι, ἀλλὰ διὰ τῶν ὄπισθεν καὶ τῶν ὑστέρων τεθέανται. ἀφανὴς γὰρ ὢν ὁ πάντων δημιουργὸς καὶ «τῆς οἰκείας ἐνδότητος» κατὰ τὸν μέγαν Διονύσιον μηδέποτε ἐξιστάμενος, φανερὸς γίνεται τοῖς μετ' ἐκεῖνον ἐκείνου γνωρίσμασιν. ἐπεὶ δὲ βάθος ἔχει ἡ μετ' ἐκεῖνον ξύμπασα οὐσία, καὶ ἡ μέν τις ἐγγύτατα τυγχάνει τῆς θείας ἑνότητος, ἡ δέ τις ὑποβέβηκε, καὶ αὖθις ἑτέρα ἀφέστηκε, καὶ ἡ πρόοδος ἄχρι τῆς ὕλης κατιοῦσα οὐ παύεται (αὕτη γὰρ τελευταῖον ἀπήχημα τοῦ θεοῦ), ὁ μέν τις ἀπὸ τῶν ἐσχάτων ἔγνωκε τὸν θεόν, αὐτῆς φημι τῆς ἀνειδέου ὕλης καὶ ἀδιατυπώτου, ὁ δέ τις ἀπὸ τῶν εἰδοποιηθέντων σωμά των, ὁ δὲ ἀπὸ τῆς πρὸς ἄλληλα τούτων ἁρμονίας καὶ τάξεως πόρρω προβαίνων ἀπὸ τῆς οὐρανίου περιφορᾶς καὶ τῆς ἀπαύστου κινήσεως τὴν ἀκίνητον φύσιν διέγνωκεν, ἄλλος δὲ χρόνον ἐπαναβεβηκὼς καὶ φύσιν τῷ αἰῶνι συνετεκμήρατο τὸν θεόν. Καὶ ἵνα μὴ τὸ πᾶν βάθος ἀναλέγωμαι νῦν, πάντες ἐκ τῶν ὀπισθίων ἐγνώκασι τὸν θεόν, ἀλλ' ὁ μὲν τῶν ἐγγύς, ὁ δὲ τῶν μᾶλλον διεστηκότων. καὶ Μωσῆς δὲ ὁ μαρτυρηθεὶς «ἀστεῖος» εἶναι παρὰ «θεῷ», ὁ τεσσαράκοντα ὅλοις ἔτεσι τῇ θεωρίᾳ τῶν ὄντων ἀποσχολάσας, ὁ «στόμα κατὰ στόμα λαλήσας» θεῷ «ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων», διὰ τῶν ἐσχάτων καὶ οἷον ὀπισθίων τὴν μόνην ἐμπρόσθιον καὶ ἀγέννητον φύσιν ἐγνώ ρισεν. «Ἐν ἀρχῇ» γάρ φησιν «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». τί λέγεις, ὦ θεοπτικώτατε, ὁ παντὸς προφήτου σεμνότερος, ὁ τὴν γῆν ὑπεραναβάς, τουτέστι πᾶσαν τὴν αἴσθησιν, καὶ οἷον ἐν ὄρει τῇ τῶν ἀρετῶν ἀκρωρείᾳ γενόμενος κἀντεῦθεν τῷ φαεινοτάτῳ γνόφῳ συλληφθεὶς καὶ ἑωρακὼς τὸν θεόν, οὐ γνωρίζεις τοῦτον ἡμῖν, ἀφ' ὧν ἀμέσως ἑώρακας, οὐχ ὑπογράφεις τὸ εἶδος, οὐ παριστᾷς τὴν οὐσίαν, οὐ τὰς χεῖρας ἡμῖν ὑποδεικνύεις, ἀφ' ὧν δὴ τὰς πλάκας ὑποδεξάμενος ἐνομοθέτησας τῷ λαῷ, ἀλλὰ δέον ἐν βραχυτάτῳ τὸ θεῖον ἡμῖν συγκεφαλαιώσασθαι, ἀνήνυτον περιτρέχεις ὁδόν, καὶ διὰ τῶν κτισμάτων ἀνάγεις πρὸς τὸν ποιήσαντα; ὅτι, φησί, μὴ ἃ τεθέαμαι τυγχάνει θεὸς ταῦτα. ἐγὼ μὲν γὰρ «γνόφῳ» καὶ φωτὶ προσωμίλησα, ὥσπερ τῶν μετ' ἐμὲ προφητῶν ὁ μὲν «ἠλέκτρῳ», ὁ δὲ «ἀστραπῇ», ὁ δὲ θρόνῳ πυρίνῳ καὶ ἕτερος φλογίνῳ ὀχήματι. ὁ δὲ θεὸς ἕτερος παρὰ ταῦτα, κρείττων εἴδους, οὐσίας ὑπέρτερος, τῷ ἑνὶ μόνῳ χαρακτηριζόμενος, καὶ τούτῳ λίαν ἀμυδρῶς· ἓν γὰρ μόνον ὁ θεός, ἀλλ' οὐχ ὑλαῖον, τοῦτο γὰρ χεῖρον τοῦ συνθέτου· οὐδὲ ἄτομον, καὶ τοῦτο γὰρ ἔσχατος μερισμός· οὐδὲ ὡς γένος ἕν, καὶ τοῦτο γὰρ προσείληφε τὴν τῶν εἰδῶν διαφορὰν καὶ τρόπον τινὰ συντέθειται· οὐδ' ὡς εἶδος ἕν, οὐ γὰρ ψυχή, οὐ νοῦς, οὐκ ὄν, οὐδ' ἄλλο τι τῶν ὑπὲρ ταῦτα, ἀλλ' ὂν μὲν ὅτι ὑφέστηκεν, οὐκ ὂν δὲ ὅτι παρὰ τὴν τῶν ὄντων ὑπόστασιν. ἐπεὶ τοίνυν ὥσπερ ἡ σκιὰ τὴν ἐμὴν ἐκφεύγει κατάληψιν καὶ οὐκ ἔχω τίσι χαρακτηρίσω τὸ ἀθέατον κάλλος, ἐκ τῶν φαινομένων αὐτὸ φυσιογνωμονῶ, καὶ τῇ τῶν ὄντων τάξει ἁρμονίᾳ τε καὶ ἀναλογίᾳ ἐκεῖνο τεκμαίρομαι κατὰ τοὺς ἐρωτικούς, οἳ δὴ ἀπὸ τοῦ αἰσθητοῦ κάλλους τὸ πρῶτον καὶ ἀειδὲς κάλλος φαντάζονται. θεασάμενος τοίνυν τὴν ἐν οὐρανῷ τάξιν, ἔγνωκα τὸν θεόν. τίς γὰρ ὁ τοῦτον συστησάμενος, τίς ὁ περιαγαγὼν καὶ συνδεσμήσας αὐτόν, τίς ὁ κινήσας καὶ φυλάττων αὐτῷ τὴν κίνησιν ἀδιάλυτον, τίς οἷα δὴ νυμφίον τοῖς ἄστρασι κατεκόσμησεν αὐτόν, τοὺς μὲν τῇ κεφαλῇ περιθέμενος, τοὺς δὲ περὶ τὸ στῆθος, οἷα δή τινας συνδέσμους «συμπορ πησάμενος», καὶ ἄλλους μὲν ὡς μαργαρίτας ἀπαιωρήσας, ἑτέρους δὲ ὡς λίθους «ἐγκολαψάμενος», ἵν' οἱ μὲν αὐτῶν κινοῖντο καὶ συμπεριάγοιντο, οἱ δὲ εἶεν ἐνδεδεμένοι καὶ ἀμετάστατοι; τίς ὁ ὑφαπλώσας ἀέρα καὶ ὑπο στρώσας γῆν καὶ θάλασσαν ἐποχετεύσας καὶ ἀναστομώσας πηγὰς καὶ ποταμοὺς ἑλκύσας; ἆρα δὴ τὸ αὐτόματον κατὰ τοὺς λήρους τῶν οὕτω φιλοσοφησάντων; ἀλλὰ τυχαία τις καὶ ἄτακτος κίνησις; καὶ πόθεν ἡ τάξις, ἡ στάσις τῶν ὄντων, ἡ μονιμότης, ἡ ἀραρότως πεπηγυῖα τῶν οὐρανίων περιφορῶν κίνησις; εἰ δὲ τὰ ὑπὸ σελήνην ἑτεροούσια καὶ ἄλλως ἄλλοτε ἔχοντα, θαυμάζειν οὐ χρή· ἡ γὰρ ἀπὸ τῶν ὄντων πρόοδος εἰς τὰ τελευταῖα προϊοῦσα ἀμυδροῦται καὶ μεταβάλλεται· εὕροι δ' ἄν τις κἀνταῦθα τὸ κάλλος καὶ τὴν τάξιν κρυπτόμενα, ἐπεὶ καὶ τὰ τῶν σωμάτων ὡραῖα καὶ χρωμάτων ἑτερότησι καὶ ὄγκων ὑφέσεσι καὶ ἐπαναστάσεσι τὸ κάλλος συνερανίζονται. Ταῦτά σοί φησι Μωυσῆς, ὁ τὴν τοῦ κόσμου ἐξηγησάμενος σύστασιν καὶ τοῦ θεοῦ ἐγνωκὼς τὰ ὀπίσθια. ἐκαλύφθη δὲ τῇ πέτρᾳ, ἥντινα δὴ ταύτην ὑποληπτέον, οἶμαι δὲ τὸν Χριστόν, ὅτι, εἰ μή τις τῷ θείῳ χειραγωγούμενος πνεύματι θεάσασθαι βούλοιτο θεοῦ τὰ ὀπίσθια, οὐ μόνον οὐ κεκέρδακέ τι ἀπὸ τῆς τοιαύτης ἐπιβολῆς, ἀλλὰ καὶ εἰς τὸν νοῦν ἐζημίωται. ἐναπομένει γὰρ τοῖς αἰσθητοῖς καὶ τοῖς ἐπέκεινα οὐ προσβάλλει τὸν νοῦν, ὃ δὴ πεπόνθασιν οἵ τε κατ' Αἴγυπτον φιλοσοφήσαντες καὶ ὁ τῶν Ἀσσυρίων μυσταγωγός. Ἀλλὰ ταῦτα μὲν οἱ μὴ τῇ πέτρᾳ σκεπόμενοι. ἡμεῖς δέ, εἴτε τοῖς αἰσθη τοῖς ἐνατενίζοιμεν εἴτε τοῖς τοῦ νοῦ κάλλεσιν, αὐτῷ δὴ τῷ Χριστῷ, τῇ νοητῇ πέτρᾳ, ἐφ' ᾗ δὴ ἡ ἐκκλησία ἐστήρικται, καλυπτόμενοι, πρὸς τὴν τῶν ὄντων θεωρίαν ἀκριβῶς ἀναγοίμεθα.