Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
μεʹ. Εἰς τὸ «εἶδον ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων». Τὴν μὲν οἰκονομίαν, δι' ἣν ὁ μακάριος Παῦλος τῆς οἰκείας ἀποκαλύ ψεως τὸ μυστήριον Κορινθίοις ἀπεκάλυψεν, ἡ περὶ τούτων ἱστορία ἀριδηλότερον παριστᾷ. ἐπεὶ γὰρ ἐκεῖνοι τῷ λόγῳ τῆς διδασκαλίας οὐ προσεῖχον, ἀλλὰ σημείοις καὶ τέρασιν, ὑφ' ὧν δὴ πρὸς τὴν μαθητείαν ἤγοντο, καὶ διὰ τοῦτο πολλὰ παρ' αὐτοῖς ἴσχυον οἱ τὰ τέρατα ἐπιδεικνύ μενοι καὶ δρῶντες τὰ θαύματα, ὧν ἔνια κατὰ φαντασίαν ἐγίνετο, διὰ τοῦτο καὶ ὁ θεῖος ἀπόστολος, θύραν ἑαυτῷ ὑπανοίγων πρὸς τὴν τῶν Κορινθίων διδασκαλίαν, ἃ τέως ἐν μυστηρίῳ ἀπορρήτως τεθέαται δηλοῦν πρὸς αὐτοὺς ἄρχεται, ὡς ἂν ἐντεῦθεν μέγας παρ' ἐκείνοις δόξῃ καὶ τοῦ εἰς μαθητείαν ἄγειν ἐκείνους ἐπάξιος. πλὴν ἀλλ' οὐδ' οὕτως προηγουμένως τὰς ἀποκαλύψεις ἑαυτῷ ἀνατίθησιν, ἀλλ' ὡς περὶ ἑτέρων διαλεγόμενος τὸν λόγον ποιεῖται, διὰ πλαγίας ἐμφάσεως ὅπερ ἐβούλετο παριστῶν. οὐδὲ γὰρ ἂν ὁ ἐπὶ τοσούτοις ἔτεσιν ἀποσιωπήσας τὴν ἀποκάλυ ψιν καὶ μηδενὶ παραγυμνώσας τὴν ἄρρητον θέαν αὐτομάτως νῦν ἐπὶ τὴν ἐξαγγελίαν ταύτης ἧκεν, εἰ μή τι ἦν τὸ καταναγκάζον καὶ βιαζόμενον. Ὅτι μὲν οὖν ἡ τῶν Κορινθίων ψυχή, ἁπαλή τε οὖσα καὶ διαρρέουσα καὶ μὴ ἄλλως παραδεχομένη τὸν τῆς πίστεως λόγον, εἰ μή τις αὐτοῖς μετὰ θαύματος τοῦτον παρίστα, τὸν ἀπόστολον κατηνάγκασε τὰς οἰκείας ἀποκαλύψεις ἐκδιηγήσασθαι, ὁ λόγος παρέστησεν. ἃ δὲ εἶδεν ὁ μέγας οὗτος ἀνὴρ καὶ ὧν «ἤκουσεν ἀρρήτων ῥημάτων», ὅπως τε ἀπεκαλύφθη αὐτῷ τὰ ἀθέατα, αὐτὸς σαφέστερον ἐρεῖ πρὸς ἡμᾶς. «εἶδον» γάρ φησιν «ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ, καὶ εἶδον τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι». εὐθὺς οὖν τὸ «ἐν Χριστῷ» εἴτε τῷ «ἄνδρα» προσάξεις εἴτε τοῖς ἑπομένοις, ἀμφοτέρω θεν εὑρήσεις τὴν θείαν σῳζομένην ἔννοιαν· ἔστι γάρ τις ἄνθρωπος ἐν Χριστῷ, μετεωρίζεταί τις καὶ ἐν Χριστῷ πρὸς οὐρανόν. ἐν Χριστῷ ἐστιν ὁ τὴν θείαν ἀρχετυπίαν ἐν τῇ εἰκόνι τῆς ψυχῆς διατηρῶν. τριττὴν γάρ μοι ἡ τοῦ «ἀνθρώπου» φωνὴ ὑποβάλλει τὴν ἔννοιαν. ὁ μὲν γάρ τίς ἐστι σωματικὸς καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις εἰς ἡδυπαθείας ἀποχρώμενος, καθ' ἣν δὴ σημασίαν καὶ τῷ Δαυὶδ εἴρηται· «πᾶς ἄνθρωπος ψεύστης»· οὗτος γὰρ ὁ ἄνθρωπος «ἐν τῷ πονηρῷ κεῖται». ἕτερος δέ ἐστιν ὁ συνθέτως ζῶν καὶ μήπω τοῦ σώματος τὴν τῆς ψυχῆς ἐλευθερώσας εὐπρέπειαν, ἀλλὰ τῇ μὲν ταῖς ψυχικαῖς ἀρεταῖς, τῇ δὲ ταῖς τοῦ σώματος ἡδοναῖς ἀποχρώμενος· ἔστι δὲ οὗτος ὁ τὴν πρακτικὴν ἀρετὴν μετιών, ἥτις δὴ καὶ μέτρον ταῖς ἐπιθυμίαις ὁρίζουσα τῆς μὲν ὕλης οὐκ ἀπέστη, κοσμεῖ δὲ ταύτην εἰς δύναμιν καὶ μετριοπάθειαν ἑαυτῷ ἐμποιεῖ· ὃς δὴ καὶ «ψυχικὸς ἄνθρωπος» λέγεται καὶ «τὰς τοῦ πνεύματος» ἐλλάμψεις «οὐ δέχεται». ἕτερος δέ ἐστιν ὁ «κατὰ τὸν ἔσω» γεννώμενον ζῶν «ἄνθρωπον», καὶ εἰδὼς ὡς τοῦτό ἐστιν ἄνθρωπος, ψυχὴ καθαρὰ καὶ τελεία, τὴν μὲν φύσιν τοῦ σώματος ἀτιμάζουσα, πρὸς δὲ τὴν νοερὰν ἰδιότητα ἑαυτὴν ἐπανάγουσα· οὗτος οὖν ἐστιν ὁ ἐν Χριστῷ ἄνθρωπος. τοιοῦτος καὶ Παῦλος ἦν· διὰ τοῦτό φησιν, «οἶδα ἄνθρωπον ἐν Χριστῷ», τάδε καὶ τάδε παθόντα ἢ ἐνεργήσαντα. Εἰ δὲ τῇ μέσῃ στιγμῇ εἰς τὸν «ἄνθρωπον» χρήσῃ, τὸ δὲ «ἐν Χριστῷ» προσαρμόσεις τῇ ἁρπαγῇ, ἐννοίας σοι θείας παρέξεται· οὐ γὰρ ἅπας μετεωρισμὸς ἀγαθὸν οὐδὲ πᾶσα νοῦ ἁρπαγή τε καὶ ἄνοδος. ἀλλ' εἰ μέν τις ἐν Χριστῷ μετεωρίζοιτο, τοῦτο καλόν· εἰ δέ τις ἐν τῷ πονηρῷ ταύτην ὑποσταίη τὴν πλάνην, τοῦτο καὶ λίαν κακόν (ἐπαίρουσι γὰρ καὶ πονηροὶ δαίμονες τὴν τῶν ἀνθρώπων διάνοιαν, καί τινα δοκοῦντα ὑποδεικνύουσιν ἀγαθά, οἳ δὴ οὐδ' ἐν Χριστῷ λέγοιντ' ἂν μετεωρίζεσθαι)· εἰ δέ τις ἐν τούτῳ ἀναβαίη πρὸς οὐρανόν, οὗτος ἢ Παῦλος ἢ κατὰ Παῦλόν ἐστιν. ὅπως μὲν οὖν ὁ Παῦλος ἡρπάγη, εἴτε κατὰ μόνον τὸν νοῦν ἐκλυθέντα τοῦ σώματος, εἴτε δὲ σὺν αὐτῇ τῇ σαρκί, ἐπειδὴ αὐτὸς ἀγνοεῖ, οὐδὲ ἡμεῖς ἑρμηνεῦσαι τολμήσομεν, ὅπως δὲ νοῦς ἐν σώματι ὢν ἄνευ τούτου ἀνάγεται πρὸς οὐρανόν, ἢ καὶ αὐτὸ τὸ σῶμα μετὰ τοῦ νοῦ ἐπικουφιζόμενον ἄνεισιν, ἀπὸ τῶν τῆς φιλοσοφίας λόγων σαφέστατα ὑμῖν παραστήσομαι. Ψυχὴ θεῖόν τι χρῆμά ἐστι καὶ εἰκὼν πρωτοτύπου καλοῦ, πᾶσα δὲ εἰκὼν ὁμοίωσιν ἔχει πρὸς τὸ ἀρχέτυπον, τὸ δὲ ἀρχέτυπον ὁ θεός· ὃς δὴ καὶ ἐν πᾶσίν ἐστι, καὶ τὴν τῶν πάντων ἕδραν ἐκπέφευγε, καὶ ὑπὲρ τὸ πᾶν ὢν τῇ τῆς φύσεως αὐτοῦ ἀμερείᾳ τῇ τοῦ κόσμου πολυμερείᾳ ἀμερῶς πάρεστι, μήτε ὁρίοις περικλειόμενος μήτε τόπῳ περιγραφόμενος. τοίνυν καὶ ἡ εἰκών, μέχρις ἄν τι τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιότητος διασῴζοι, ὁμοῦ τέ ἐστιν ἐν σώματι καὶ μὴ ἀπολείπουσα τοῦτο πρὸς οὐρανὸν ἀνα φέρεται. ἡ μὲν γὰρ τῇ γενέσει δουλεύουσα καὶ βαπτισθεῖσα τῇ ὕλῃ, οἷά τινι ποδοκάκῃ παρὰ τοῦ ταύτης δεσμηθεῖσα δεσμοῦ, ἀμετάτρεπτος ἐκεῖθέν ἐστι, ταύτην σεβομένη, ταύτην πρεσβεύουσα, ταύτην οἰομένη τὸ κυρίως καλόν. ἡ δὲ τὴν ἐλευθερίαν ἑαυτῆς εἰδυῖα καὶ τὴν ἀρχικὴν ἀξίαν καὶ ὅθεν γεγένηται καὶ ὅπῃ ἄπεισι τοῖς τοῦ σώματος δεσμοῖς οὐχ ἁλίσκε ται, ἀλλ' ὁμοῦ τε μετὰ τούτου ζῇ καὶ «τὸν ὅλον περιπολεῖ οὐρανόν». τοιοῦτος καὶ Παῦλος ἦν, καὶ οὐδὲν καινὸν εἰ μετὰ σαρκὸς ἔτι πολιτευόμε νος εἰς οὐρανὸν ἀνελήλυθεν. εἰ δὲ καὶ μετὰ σώματός τις μετεωρίζεται καὶ σὺν αὐτῷ βλέπει τε τὰ θεῖα καὶ τῶν ἀρρήτων ἀκούει, οὐδὲν καινόν· σῶμα γὰρ διὰ φιλοσοφίας τοῦ πάθους λυθὲν καὶ τῆς ὕλης ἀφεστηκὸς ὅσον δυνατόν, ῥᾳδίως τῷ τῆς ψυχῆς πτερῷ συνάγεται καὶ συμπεριθεῖ ταύτῃ εἰς δύναμιν. εἰ γὰρ ἡ τούτου τραχύτης κατὰ τῆς ἐκείνου πολλάκις ἰσχύει λεπτότητος καὶ πρὸς τὸν περίγειον ταύτην καθέλκει χῶρον, πόσῳ γε μᾶλλον ἐκείνη, ἀπολεπτύνουσα τοῦτο καὶ αἰθερῶδες καὶ κοῦφον ἀπο δείξασα, πρὸς οὐρανὸν ἀνασπάσειεν. ἐπεὶ οὖν ἀμφότερα κατὰ λόγον ἐστί, διὰ ταῦτα ἀμφιγνοεῖ ὁ ἀπόστολος πότερον τοῦτο ἢ ἐκεῖνο γεγένητο, ὅτε μετεωρίσθη πρὸς οὐρανόν. Τέως γοῦν εἶδεν ἁρπαγέντα ἐν Χριστῷ ἄνθρωπον ἕως τρίτου οὐρανοῦ. ἐπιζητήσει δὲ ὁ λόγος τίς ἐστιν ὁ τρίτος οὐρανός, τῆς κοσμοποιίας ἕνα παραστησάσης ἡμῖν· «ἐν ἀρχῇ» γάρ φησιν «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». καὶ Ἑλλήνων οἱ θεολογήσαντες ἕνα συμφώνως φασὶν οὐρανόν· τί γὰρ ἔδει τοῦ δευτέρου, ἀρκοῦντος τοῦ ἑνός; οὗτος δὲ καινὸν ἡμῖν καὶ πρόσφατον οὐρανὸν τῷ λόγῳ παραδεικνύει, ὃν δὴ καὶ τρίτον ὠνόμασε, καίτοι μήπω τοῦ δευτέρου γνωσθέντος. Ἕλληνες μὲν οὖν καὶ τὰ Ἑλλήνων σιγάσθω τὰ νῦν· οὐ γὰρ πρὸς ἐκείνους ἡμῖν ὁ ἀγών. τὸν δὲ τρίτον τοῦτον οὐρανὸν οὐ πρῶτος καινοτομεῖ ὁ ἀπόστολος, ἀλλὰ τοῖς τῆς γραφῆς ἀποχρώμενος ῥήμασι καὶ τρίτον φησὶν οὐρανόν. ἡ γραφὴ γὰρ ἕνα μὲν οἶδε τὸν κυρίως κληθέντα οὐρανόν, ἑτέρους δὲ δύο καταχρηστικῶς τῷ τοῦ οὐρανοῦ καλλυνομένους ὀνόματι, ἕνα μὲν τὸν ἐν τῇ δευτέρᾳ ἡμέρᾳ δημιουργηθέντα, ὃς δὴ κυρίως μὲν «στερέωμά» ἐστι, καταχρηστικῶς δὲ οὐρανὸς προσηγόρευται· «ἐκάλεσε» γάρ φησιν «ὁ θεὸς τὸ στερέωμα οὐρανόν». οὗτος γὰρ ἕτερός ἐστι παρὰ τὸν ἐν τῇ πρώτῃ ἡμέρᾳ δημιουργη θέντα, εἴτε ἐξ ὑδάτων συμπαγεὶς καὶ διὰ τοῦτο στερέωμα προσαγορευθεὶς εἴτε πρὸς ἀντιδιαστολὴν τῶν ὑπερκειμένων καὶ προσεχῶς ὑποκειμένων σωμάτων ταύτην τὴν προσηγορίαν λαχών. λεπτῶν γὰρ ἐκείνων ὄντων καὶ διαφανῶν, οὗτος παχὺς καὶ σωματικὸς ἀκριβῶς ὢν προσηγορεύθη στερέωμα· στερεὸν γὰρ τοῖς γεωμέτραις φίλον καλεῖν τὸ σῶμα, ὅτι τριχῇ τε διέστη καὶ οὐχ ὑπορρεῖ τῇ ἁφῇ, ἀλλὰ περιδράττεται ταύτῃ. ὥσπερ δὲ τουτὶ τὸ στερέωμα τὴν τοῦ πρώτου οὐρανοῦ χρείαν πληροῦν οὐρανὸς προσηγόρευται, οὕτω δὴ καὶ τὸ μετ' ἐκεῖνον στοιχεῖον, τὸν ἀέρα φημί, ἐπειδὴ προσεχῶς ἡμῖν ὑπέρκειται καὶ πρῶτον αὐτὸν ἀνανεύοντες ὁρῶμεν, καταχρηστικώτερον οὐρανὸς προσηγόρευται. «ἔστω» γάρ σοί φησιν ἡ γραφή «ὁ οὐρανὸς χαλκοῦς ὑπὲρ κεφαλῆς»· ὑπὲρ κεφαλῆς δὲ οὐρανὸς ὁ ἀήρ ἐστιν, ὃν δὴ χαλκοῦν ἐπαρᾶται γενέσθαι πρὸς οὓς τὸν λόγον ποιεῖται, τουτέστι στεγανὸν καὶ ἀνέφελον. καὶ «τὰ πετεινά» φησι «τοῦ οὐρανοῦ»· οὐδὲν δὲ πετεινὸν περιπέταται τὸν οὐρανόν, ἀλλὰ τῷ ῥοίζῳ τῶν πτερῶν τῷ τοῦ ἀέρος ἐπισύρεται σώματι. εἰκὸς οὖν τὸν Παῦλον τῆς θείας ἁρπαγῆς ἀξιωθέντα διαπερᾶσαι μὲν τὸν ἀέρα, διελθεῖν δὲ τὸ στερέωμα, καὶ ἐν αὐτῷ δὴ τῷ πρώτῳ καὶ τρίτῳ οὐρανῷ προσορμῆ σαι. Εἶτά φησιν ὅτι εἶδον «τὸν τοιοῦτον ἄνθρωπον» μετὰ τῆς ὁμοίας ἀμφιβο λίας «ἁρπαγέντα εἰς τὸν παράδεισον». ἐντυχὼν δὲ αὐτὸς τοῖς ἐξηγησαμέ νοις τὸ εἶδος τῆς ἀποκαλύψεως, εὗρον ὅτι ὁμοῦ τῇ πρώτῃ καὶ τῆς δευτέρας ἁρπαγῆς ἠξίωται ὁ ἀπόστολος, τῇ τε πρὸς οὐρανὸν καὶ τῆς εἰς τὸν παράδεισον, καὶ ὅτι ἐν τῷ οὐρανῷ μὲν οὐδενὸς ἀρρήτου ἠκροάσατο ῥήματος, ἐν τῷ παραδείσῳ δὲ τῶν θείων ἤκουσε φωνῶν– αἰτίαν δὲ οὐ δέδωκεν ὁ ἐξηγητής, δι' ἣν πρώτως μὲν εἰς τὸν οὐρανὸν ἥρπαστο, εἶτα εἰς τὸν παράδεισον, οὐδὲ διότι ἐκεῖθεν μὲν οὐδὲν ἀκούσας καταβέβηκεν, ἐν δὲ τῷ παραδείσῳ τῶν ἀρρήτων τετύχηκεν– ὅθεν αὐτός, καίτοι γε μὴ συντιθέμενος ὅτι κατὰ ταὐτὸν εἴς τε τὸν οὐρανὸν ἀναβέβηκε καὶ ἡρπάγη εἰς τὸν παράδεισον, τὰς αἰτίας ὑμῖν ἐρῶ, δι' ἃς ἐκεῖθεν πρώτως, ἐνταῦθα δὲ δευτέρως ἐπαναβέβηκε, καὶ διὰ τί ἐκεῖ μὲν οὐδενὸς ἤκουσεν, ἐνταῦθα δὲ κατεβροντήθη τὴν ἀκοήν. φημὶ τοιγαροῦν ὡς ὁ οὐρανὸς οὗτος ὁ τρίτος καὶ ὁ παράδεισος, ταυτὶ τὰ δύο χωρία, σωματικῶς μὲν ἐκλαμβανόμενα, ὁ μὲν κυκλοτερής ἐστι καὶ τὸ ἄνω καὶ κάτω ἐκπέφευγε (κύκλου γὰρ οὐ τὸ μὲν ἄνω, τὸ δὲ κάτω, ἀλλὰ πάντα τὰ μέρη πέριξ), ὁ δὲ παράδεισος, καὶ αὐτὸς κατ' αἴσθησιν ἐκλαμβανόμενος, χῶρός ἐστιν ἀποτετμημένος τῆς κοιλοτέρας γῆς καὶ ἐφ' ὑψηλοῦ κείμενος πρὸς βορρᾶν, οἶμαι, ἄνεμον ὑπὸ τὰς ἄρκτους αὐτάς. ἔδει μὲν οὖν πρῶτον τὸν μέγαν τοῦτον θεατὴν καὶ μετέωρον ἄνθρωπον τῶν θειοτέρων τυχόντα καὶ ὑψηλοτέρων θεοφα νειῶν, ἐφ' αἷς δὴ νοῦς ἐνεργεῖ κατὰ κύκλον κινούμενος, ὥσπερ ἐκ πελάγους τῆς τῶν ἀθεάτων θέας τῷ τοῦ παραδείσου λιμένι ἐγκαθορμίσασθαι· θείοις γὰρ ἀθρόον κάλλεσι καταπλαγεῖσα διάνοια, εἰ μὴ πρὸς χαμαιζηλο τέρας αὐτοψίας καταβαίη, ὀφθαλμιῶσαν ἕξει τὴν αἴσθησιν, τῷ τοῦ θεαθέντος ἀρρήτῳ φωτὶ ἀφαιρεθεῖσα τὴν ὅρασιν. διὰ τοῦτο μετὰ τὴν εἰς οὐρανὸν ἁρπαγὴν ἡρπάγη εἰς τὸν παράδεισον· ἀλλ' ἡ μὲν πρώτη ἁρπαγὴ κυρίως καλεῖται (χαμόθεν γὰρ ὁ μετεωρισμὸς πρὸς τὰ ὑπερκείμενα), ἡ δὲ δευτέρα μουσικώτερον ἐκλέληπται. οἱ γὰρ μουσικοὶ τοὺς ἀπὸ τοῦ συντόνου φθόγγου ἐπὶ τὸ χαλαρὸν μεταβάντας ἡρπάσθαι φασίν, ἐπεὶ καὶ Ἑρμογένης τοῦτο ἐν τῷ περὶ σεμνότητος λόγῳ σαφέστατα δηλοῖ. Ὁ δὲ λόγος τοῦ μηδὲν μὲν ἐν τῷ οὐρανῷ ἀκοῦσαι, ἐν δὲ τῷ παραδείσῳ τῶν ἀρρήτων ἠξιῶσθαι οὗτός ἐστι. πᾶσα ἀκοή, μᾶλλον δὲ πᾶσα αἴσθησις, σωματική τε καὶ ψυχική, κατὰ λόγον τῆς συμμετρίας προβαίνουσα, τὰς οἰκείας δυνάμεις ἐνεργεῖ· εἰ δὲ ἀσύμμετρον εἴη τό τε ἀκοῦον πρὸς τὸ ἀκουόμενον τό τε ὁρῶν πρὸς τὸ ὁρώμενον τό τε νοοῦν πρὸς τὸ νοούμενον καὶ ἁπλῶς τὸ αἰσθανόμενον πρὸς ὃ αἰσθάνεται, οὔτε ἀκούει οὔτε ὁρᾷ οὔτε νοεῖ οὔτε αἰσθάνεται. εἰ μὲν γὰρ ἀτενίσειέ τις τῷ ἡλίῳ πλαγίως καὶ κεκρυμμένως καὶ ἄρτι τοῦ ὁρίζοντος ἀνιόντι, εἶδέ τε ὅσον ἠβούλετο καὶ τὴν αἴσθησιν οὐκ ἀπώλεσεν· εἰ δὲ ἀθρόον καὶ κατὰ μεσημβρίαν ἑστῶτι, ἤμβλυνέ τε τὰς κόρας καὶ ἀπῆλθε μηδὲν ὅλως θεασάμενος. οὕτω δὲ καὶ τὴν ἀκοήν τινες ἀφῃρέθησαν τοῖς περὶ τὸν Νεῖλον καταρράκταις ἀθρόον αὐτὴν παραθέμενοι. εἰκὸς οὖν καὶ τὸν μέγαν τοῦτον ἀπόστολον, ταῖς μεγάλαις ἐκείναις καὶ ἀνυπερβλήτοις περὶ τὸν οὐρανὸν φωναῖς ἀθρόον ἐντετυχηκότα, τὴν τῆς αἰσθήσεως ἀφαιρεθῆναι ἐνέργειαν. ποία δὲ συμμετρηθείη ψυχὴ πρὸς τὰς θείας ἐκείνας φωνάς, ἃς ᾄδουσι μὲν σεραφίμ, μέλπουσι δὲ χερουβίμ, ἀκούει δὲ μόνος ἀξίως ὁ θεός; ὁ γὰρ Ἰεζεκιήλ, ὡς ἐχώρει, τῆς τρισαγίου φωνῆς ἤκουσεν. ἐπεὶ δὲ πρὸς κατωτέρας φωνὰς ἐχώρει, ἃς δὴ συμβολικῶς ἡμῖν διὰ τοῦ παραδείσου ᾐνίξατο, ἐκεῖθεν δὴ σύμμετρον ἔχων τὴν δύναμιν τῆς ψυχῆς, τῶν ἀρρήτων ἐκείνων αὐτήκοος γέγονεν. Οὕτως μὲν οὖν ἐγὼ τὴν ἀλλοτρίαν ἐπεξηγοῦμαι διάνοιαν· ἐμοὶ δὲ οὐ φαίνεται ἅπαξ μετεωρισθῆναι πρὸς οὐρανὸν καὶ ἐκεῖθεν εἰς τὸν παράδεισον, ἀλλὰ δὶς ἢ καὶ πολλάκις τοῦτο παθεῖν, ὡς πρὶν μὲν τῆς εἰς οὐρανὸν ἀνόδου τυχεῖν, αὖθις δὲ τῆς εἰς τὸν παράδεισον. εἰπὼν γὰρ ὅτι «ἐλεύσομαι εἰς ἀποκαλύψεις καὶ ὀπτασίας», καὶ διὰ τῶν πληθυντικῶν τούτων φωνῶν τὸ πλῆθος τῶν μετεωρισμῶν ἡμῖν παραστήσας, ἐπάγει· «εἶδον ἄνθρωπον ἁρπαγέντα εἰς οὐρανόν», καὶ αὖθις· «εἶδον τοῦτον ἁρπαγέντα εἰς τὸν παράδεισον», ἐν ἄλλῳ χρόνῳ καὶ ἄλλῳ. ἀποκληρωτικῶς γὰρ τὸ ἅπαξ τῆς ἀνόδου τυχεῖν· ἐπεὶ γὰρ ἑαυτὸν τοιοῦτον κατέστησεν, ὡς δύνασθαι πτεροῦσθαι πρὸς τὰ μετέωρα, διὰ τί μὴ πολλάκις ἐπτέρωτο πρὸς αὐτά; τὸ δὲ «ἤκουσεν ἄρρητα ῥήματα» κοινῶς ἀποδέδοται αὐτῷ τε οὐρανῷ καὶ τῷ παραδείσῳ· ἁρπαγεὶς γὰρ πρῶτον εἰς οὐρανόν, καὶ αὖθις ἐφ' ἑαυτοῦ γεγονώς, εἶτα εἰς τὸν παράδεισον μετεωρισθείς, ἤκουσεν ἐν ἀμφοτέροις ἀρρήτων ῥημάτων, «ἅ» φησίν «οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», ἐπεὶ μηδέ, ὅτε ἤκουσε, διὰ γλώττης τρανούσης αὐτὰ ἠκροάσατο, ἀλλ' οὕτως τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἀλαλήτως ταῦτα ἐνετυπώθη. θεὸς γὰρ οἷς καθαρῶς ὁμιλεῖ οὐ διὰ φωνῶν παριστᾷ τὰ ἀπόρρητα, ἀλλὰ τῇ τῆς ψυχῆς αὐτῶν φύσει ταῦτα ἐναπομάττεται, ἃ δὴ οὐδὲ γλώττῃ τρανωθῆναι δύναται, τῆς συνθετικῆς ταύτης φύσεως τὴν τῶν νοημάτων ἁπλότητα ἑρμηνεῦσαι μὴ δυναμένης. Ἐβουλόμην οὖν πρὸς ὑμᾶς διαλαβεῖν τίς τε ἡ αὐτοψία ἐστὶ καὶ τίς ἡ θεαγωγία, καὶ πῶς ποτὲ μὲν ὁ νοῦς ὁρᾷ τὰ ἀθέατα, ποτὲ δὲ τὸ φανταστικὸν τῆς ψυχῆς, τίς τε ἡ τοῦ θεοῦ πρὸς τὸν ἄνθρωπον ἀναγωγή τε καὶ κάθοδος, καὶ πότε μὲν ὁ νοῦς παρακολουθεῖν δύναται, ὡς δύνασθαι νοεῖν ὅτι τοῖς ὑπὲρ φύσιν προσομιλεῖ, πότε δὲ ὅλον τὸ τῆς ψυχῆς ὄχημα, ὁ ἄνθρωπος, ἐκπυρούμενος πάντῃ ἑαυτοῦ ἐπιλέλησται· ἐπεὶ δὲ βυθὸς οὗτος ἕτερος νοημάτων καὶ πολὺς ὁ περὶ τούτου λόγος, εἰς ἕτερον ἀναμεινάτω καιρὸν ἡ ὑπόθεσις.