Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 28 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
[μϛʹ.] εἰς τὸ «ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας» Πρὸς τὸν Ναθαναὴλ τεθαυμακότα ὅτιπερ αὐτὸν ἑωράκει ὁ κύριος «ὑπὸ τὴν συκῆν ἑστῶτα» εἰρηκὼς τὸ καὶ «μείζονα τούτων ὄψει», ἐπιμαρτυ ρόμενος τῷ λόγῳ τὸ ἀληθές, φησίν, «ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». ζητεῖται δέ, οἷα εἰκός, τί μὲν τὸ ἀνεῳγέναι τὸν οὐρανόν, τί δὲ ἡ τῶν ἀγγέλων ἄνοδός τε καὶ κάθοδος, καὶ διὰ τί τὸ ἀνιέναι τοῦ κατιέναι προτέθειται· δέον γὰρ αὐτοὺς ἐν οὐρανῷ ἢ ὑπὲρ τὸν οὐρανὸν ὄντας, δεῆσαν κατὰ βάθος κινεῖσθαι, κατιέναι πρῶτον ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, εἶτ' αὖθις ἀνιέναι. πρὸ δὲ τούτων καὶ τοῦτο ζητήσεως ἔχεται· πῶς μὴ καταβάντος τοῦ κυρίου εὐθὺς ὁ οὐρανὸς ἀνέῳγεν, ἀλλ' «ἀπ' ἄρτι» φησίν «ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα»; Προχειρισάμενοι γοῦν τὸ τελευταῖον ἐρώτημα, πρῶτον ποιήσωμεν ἐν ταῖς λύσεσιν. ἁμαρτήσασι πάλαι ἡμῖν ἀπετειχίσθη ὥσπερ τῷ οὐρανῷ ὁ διὰ τοῦ υἱοῦ ποιήσας ἡμᾶς πατήρ. τοῦτο γοῦν ἐστιν ὁ παρὰ τῇ γραφῇ ὠνομασμένος «φραγμὸς» καὶ τὸ θρυλλούμενον ἐν ταύτῃ «μεσότοιχον»· δι' ὅλου γοῦν ἡμῖν ὁ τοῖχος ἐμπέφρακται, καὶ οὐδεμία τις ἦν ἡμῖν διὰ τούτου πρὸς τὸν πατέρα εἴσοδός τε καὶ ἄνοδος. ἀνελεῖν οὖν «ὁ τοῦ πατρὸς ὅρος καὶ λόγος», ὁ τῆς ἡμετέρας φύσεως δημιουργός, τὴν καθ' ἡμῶν τοῦ πατρὸς βουληθεὶς ἀπέχθειαν καὶ τὸ διατείχισμα ἀφελεῖν, «κλίνας τοὺς οὐρανοὺς καταβέβηκε», καὶ τὴν ἡμετέραν φύσιν προσειληφώς, εὐθὺς μὲν ἀπεθέωσεν, οὐ μὴν καὶ τῆς ἀθανασίας μετέδωκεν. ἔδει γὰρ τὴν μὲν θέωσιν διὰ τῆς ἑνώσεως, τὴν δὲ ἀθανασίαν διὰ τῆς ἀναστάσεως παρασχεῖν, ὥστε τρόπον τινὰ οὐκ εὐθὺς κατηλλάγημεν τῷ πατρὶ διὰ τοῦ μεσιτεύσαν τος ἐκείνῳ τε καὶ ἡμῖν· ἔδει δὲ τῆς τελείας καταλλαγῆς τεύξασθαι, ἐπειδὰν πρὸς τῷ θανεῖν ὁ κύριος γεγονὼς τὴν ὑπὲρ ἡμῶν ἱκετηρίαν τῷ γεννήτορι προσαγάγοι, ἵνα ὅπου ἐκεῖνος ᾖ καὶ ἡμεῖς ὦμεν· τὸ τηνικαῦτα γὰρ τῆς ἔχθρας ἀναιρεθείσης καὶ τῆς καταλλαγῆς ἀντεισαχθείσης, ἀνοιχθήσεται μὲν ὁ οὐρανός, ἀναβήσονται δὲ καὶ καταβήσονται οἱ ἄγγελοι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. ἐπεὶ οὖν, ὅτε τῷ Ναθαναὴλ ὡμίλει ὁ κύριος, ἐγγὺς ἦν ὁ τοῦ θανάτου καιρός. «ἀπ' ἄρτι» φησίν «ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγότας»· οὔπω γὰρ τελείας καταλλαγῆς τετυχήκατε, ἤδη δέ που προσελαύνει καιρός, καθ' ὃν ἐγὼ μὲν ἀπαιωρηθήσομαι τῷ σταυρῷ, ἀφαιρεθήσεται δὲ τὸ μεσότοιχον, καὶ διανοιγήσονται μὲν οἱ οὐρανοί, ἀναβήσονται δὲ καὶ καταβήσονται οἱ ἄγγελοι τοῦ θεοῦ ἐπ' ἐμέ. Αὕτη μὲν πρώτη λύσις τοῦ τελευταίου διαπορήματος. ζητεῖται οὖν καὶ τίς τῶν οὐρανῶν πέφυκεν ἡ διάνοιξις. οὐ γάρ που ῥαγῆναι τὴν τούτων σύμπτυξιν ὁ λόγος κατεπαγγέλλεται, οὐδὲ εἰς τμήματα κύκλων γενέσθαι τὴν τῆς σφαίρας ὁλότητα, ἀλλ' ἐπειδὴ κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν ὑπὲρ κεφαλῆς μὲν ἡμῖν ὁ οὐρανὸς δοκεῖ, τούτου δὲ ἐπέκεινα ὁ θεός, οὐκ ἔστι δὲ ἄλλως ἐκεῖσε διαβῆναι, μὴ διαιρεθέντος τοῦ οὐρανοῦ (πῶς γὰρ ἂν διὰ στεγανοῦ διελευσώμεθα σώματος;), τοῦτον τὸν λόγον ἐπήνεγκεν, ἐπεί τοί γε κατὰ τὸν ἀληθῆ λόγον διάνοιξιν οὐρανοῦ οἰητέον τὴν ἀνεμπόδι στον πρὸς θεὸν ἄνοδον, ἣν δὴ ὁ καταλλάξας ἡμᾶς τῷ θεῷ πάλαι καθαι ρεθεῖσαν ἀνεκαίνισεν. αὕτη δευτέρα λύσις τῆς τῶν οὐρανῶν διανοίξεως. Διὰ τί δὲ ἀναβήσονται καὶ καταβήσονται οἱ τοῦ θεοῦ ἄγγελοι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ὡς τὸν πρὸ τοῦ σταυροῦ χρόνον ἠρεμοῦντες, μήτε ἀνιόντες μήτε μὴν κατιόντες, ἀλλ' ἢ ἐπὶ τῆς γῆς ἑστηκότες ἢ ἐπὶ τοῦ οὐρανοῦ βεβηκότες; φημὶ γοῦν ὡς, ἀφ' οὗ δὴ καιροῦ τὸ καθ' ἡμᾶς προσελάβετο ὁ θεός, δι' ἀγγέλων τὸ τῆς οἰκονομίας ἐδηλοῦτο μυστήριον, ἐπί τε τῆς γεννήσεως ἄγγελος τοῖς ποιμέσι τὸν θεῖον τόκον εὐηγγελίσατο, βαπτιζομένῳ τε ἄγγελοι συμπαρῆσαν, καὶ ὁπότε «ἐπὶ τὸ πτερύγιον» τοῦ ναοῦ ἀνιὼν παρὰ τοῦ ἀντικειμένου τῷ θείῳ φωτὶ ἐπειράζετο δαίμονος, ἄγγελοι ὤφθησαν αὐτῷ ἐνισχύοντες. ταῦτα δὲ πάντα προτελέσματα καὶ οἷον προοίμια τῶν τελεωτέρων ἀνόδων καὶ καθόδων ἦν· ὥσπερ γάρ τινες ἀλεῖπται τῷ φαινομένῳ ἐφιστάμενοι διήγειράν τε καὶ παρεθάρρυνον καί, ὅ φησιν ὁ εὐαγγελιστής, «ἐνίσχυον». ἐπεὶ δέ, φησί, πρὸς αὐτῷ τῷ τέλει τῆς οἰκονομίας ἐγένετο, καθ' ὃ δὴ τὸ τοῦ μυστηρίου στάδιον ἤνυσεν, ἠθλοθέτει δὲ ὁ πατὴρ καὶ τοὺς ἐπὶ τῷ ἀγῶνι στεφάνους ἐβρά βευεν, ἀρίδηλος πᾶσιν ἡ τῶν ἀγγέλων ἄνοδός τε καὶ κάθοδος διεδείκνυτο. οὗτοι γὰρ τρόπον τινὰ ἀμφοῖν διακονοῦντες ἐτύγχανον, τῷ τε πατρὶ καὶ τῷ υἱῷ, καὶ τοὺς στεφάνους ἐκεῖθεν τῷ νικητῇ τοῦ θανάτου διακομίζοντες, οὐχ ὅτι στεφάνων ἐδεῖτο θεὸς οὐδ' ὅτι διακονίας ἀγγελικῆς, ἀλλ' ἵν' ἡμῖν τὸ τοῦ τροπαίου μέγεθος διάδηλον γένηται. ὅθεν οὐδ' ὡς γενησόμενον τὸ μέλλον προαγγέλλει ὁ κύριος, ἀλλ' ὡς ὀφθησόμενον. «ἀπ' ἄρτι» γάρ φησιν «ὄψεσθε», ὡς μὴ ὁρῶντες τὰ πρότερα· ἐκεῖνα μὲν γὰρ ἐν ἀπορρή τοις ἐγίνετο, ταῦτα δὲ ἐκφαντικῶς ἐτελεῖτο. Ἀλλὰ διὰ τί φησιν ἀναβήσονται, εἶθ' οὕτως καταβήσονται; ὅτι σὺν τῷ υἱῷ καταβεβηκότι κατά τινα λόγον ἄρρητον καὶ αὐτοὶ καταβεβήκασιν. οὐ πᾶσι δὲ ἡ γνῶσις τοῦ μυστηρίου ἐγένετο, ἀλλὰ μέρεσι τούτων ὀλίγοις ἡ τῆς οἰκονομίας ἄνωθεν ἐδόθη τελείωσις. τοὺς γοῦν ὕστερον μετὰ τοῦ Ἰησοῦ εἰς οὐρανοὺς ἀναβεβηκότας καὶ τὰς «πύλας ἐπαίρειν» ταῖς ὑπερ κοσμίοις ἐγκελευομένους τάξεσιν, ἵνα «ὁ βασιλεὺς τῆς δόξης» εἰσέλθῃ, ἐρωτῶσιν ἐκεῖναι «τίς ἐστιν οὗτος», καὶ πόθεν ἥκει ὁ «τοὺς πατρῴους κόλπους» μὴ μεθεικώς. οἷς μὲν οὖν συγκαταβέβηκέ τε καὶ συναναβέβηκεν ἔγνωσται τὸ μυστήριον, τοῖς δὲ ἄλλοις ἀπερινόητον ἦν· διὰ τοῦτο ἐρωτῶν τας ἐκείνους οὗτοι διδάσκουσιν. ἐπεὶ οὖν μέρος τι τῆς ἀγγελικῆς τάξεως συγκαταβεβήκει τῷ Ἰησοῦ διακονοῦν αὐτῷ καὶ τἆλλα ὑπηρετούμενον, διὰ ταῦτά φησιν ἀναβήσεσθαι τούτους καὶ καταβήσεσθαι. Ἡ μὲν οὖν φαινομένη ἐπίλυσις αὕτη· ἔστι δέ τις καὶ «λόγος» ἄλλος «ἐν ἀπορρήτοις λεγόμενος». ὁ δὲ τοῦ λόγου πατὴρ τέως μὲν ὑμῖν ἔστω ἄδηλος· τὸ δὲ ἀπόρρητον, ὅτι πρὸ τῆς οἰκονομίας ἐν ὕψει τινὶ καὶ ἀπορρήτῳ περιωπῇ ἡ ζωαρχικὴ ἐτέλει τριάς· πρὸς ὃ δὴ ὕψος οἱ τοῦ θεοῦ ἀνῄεσαν ἄγγελοι, πρὸς τὸ ἄναντες ἀνατεινόμενοι καὶ ἄλλαις ἐπ' ἄλλαις θεωρίαις ἐλλαμπό μενοι, τοῦ δὲ τέλους μὴ ἐφικνούμενοι· ἀφ' οὗ δὲ Χριστὸς «κενώσας ἑαυτὸν» εἰς γῆν καταβέβηκε καὶ τὴν ἡμετέραν ἐσχατιὰν προσήνωσεν ἑαυτῷ καὶ πλοῦτον σοφίας ἄρρητον καὶ ἀκατανόητον ἔδειξεν, οὐκ εἰς ὕψος μόνον ἀνάγονται τῆς θείας περιωπῆς, ἀλλὰ καὶ εἰς βάθος ἀνθυποφέ ρονται τῆς ἀρρήτου σαρκώσεως. καὶ τοῦτό ἐστιν ὅ φησιν ἐν ἄλλοις ἡ γραφή· «αἴτησαι σαυτῷ σημεῖον εἰς ὕψος ἢ εἰς βάθος», καὶ ὁ ἀπόστολος δὲ τοῦτο αὐτὸ ἐμφαίνων ἐπάγει· «ὢ βάθος πλούτου καὶ σοφίας θεοῦ». «ἀπ' ἄρτι», γοῦν φησιν, «ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγότας καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». ἐπειδὰν γάρ τις ἀγγελικὴ τάξις ἢ ἀρχαγγελικὴ καταστρα φθεῖσα τὴν φύσιν ταῖς ἄνωθεν θεωρίαις συνεπεκτανθῇ μέχρι πολλοῦ πρὸς τὸ ὕψος τῆς ἀκροτάτης περιωπῆς, αὐτῆς φημι τῆς τριαδικῆς ἑνώσεως καὶ μιᾶς ἀρχῆς, τότε δὴ τὸν υἱὸν θεασαμένη τὸ ἡμέτερον περικείμενον καὶ τὴν κάτω φύσιν ὑπὲρ αὐτοὺς θέμενον καὶ προσθήκην μὴ δόντα ταῖς ὑποστάσεσιν, ἀλλὰ τὸ ἓν καὶ αὖθις τηρήσαντα πρόσωπον, πρὸς τὸ βάθος ἀνθυποστρέφει τῆς ἀρρήτου φιλανθρωπίας, καὶ ἰλίγγου καὶ ἀμηχανίας πλησθεῖσα, ταὐτὰ ἴσως τῷ Παύλῳ ἀναβοᾷ «ὢ βάθος πλούτου καὶ σοφίας» καὶ χάριτος «θεοῦ». Εἰ δὲ ἀγγέλους καὶ τοὺς ἀγγελικὴν πολιτείαν ἐπανῃρημένους ἀνθρώπους νοήσεις, οὐ πόρρω σκοποῦ καὶ τούτους ἀνιέναι μὲν εἰς τὸ ὕψος τῆς θείας ἁπλότητος, κατιέναι δὲ εἰς τὸ βάθος τῆς ἀκαταλήπτου ἑνώσεως, θαυ μάζοντας τὸ μέγα τῷ ὄντι τῆς οἰκονομίας μυστήριον. 29 μζʹ. Εἰς τὸ «οἱ μὲν ἄνθρωποι τρεπτοί, οἱ δὲ δαίμονες ἄτρεπτοι» Τοῖς μεγάλοις καὶ τοῦτο συνηρίθμηται ζητήμασί τε καὶ δόγμασι, διότι ποτὲ τῶν μὲν ἀνθρώπων ἕκαστος ἀποπίπτων [.........] τοῦ ἀγαθοῦ καὶ παρὰ τὸν ὀρθὸν λόγον κινούμενος, αὖθις, εἴ γε ἐθέλει, πρὸς τὴν προτέραν ἕξιν ἀποκαθίσταται, οἷα τῆς προαιρετικῆς αὐτῶν παντάπασι μὴ ἀποσβεσθείσης δυνάμεως, μόνη δὲ ἡ διολισθήσασα μοῖρα τῆς ἀγγε [λικῆς] τάξεως σὺν τῷ ἀρχεκάκῳ δαίμονι, ὥσπερ τινῶν Ἀδραστείων δεσμῶν αὐτὴν κατεχόντων, ἐπὶ τοῦ ὀλισθήματος μεμένηκεν εἰσαεί. καὶ ὁ ἀπορῶν δριμύτερον ἐντεῦθεν ἐπιχειρήσειεν ὅτι, εἰ ἡ λογικὴ φύσις χρωμένη σώματι καὶ ἐν τῷ τῆς ὕλης πεσοῦσα βυθῷ ἀνανήχεταί τε αὖθις καὶ πρὸς οὐρανὸν ἄνεισι, διὰ τί ποτε αὐτὴ ἡ ἀσώματος τοῦ καλοῦ προαιρέσει ἀπολισθήσασα οὐκ αὖθις ἐν τῷ καλῷ γίνεται. οὐ γὰρ ἀπάντησίς γε ἀρκοῦσα πρὸς τὴν τοιαύτην ἀπορίαν τὸ καὶ τῶν ἀνθρώπων ἐνίους ἀδιορθώτους μέχρι τοῦ παντὸς μένειν ἐν ἕξει τοῦ κακοῦ γεγονότας καὶ ὡσανεὶ τοῦτο ἑαυτοῖς φυσιώσαντας· οὐ γὰρ σύμπαν τὸ γένος οὕτως ἔχει, ἀλλ' οἱ μὲν ἐπανάγον ται, οἱ δὲ τῇ κακίᾳ συναπολήγουσι· τῶν δὲ διολισθησάντων ἀγγέλων οὐ δείς, ἀφ' οὗ κατερράγη, ἐπανελήλυθεν. εἰκότως δὲ καὶ τοῦτο ὁ λόγος ζητεῖ, πότερον προαιρέσει πεπτώκασιν ἢ ἀπροαίρετος αὐτοῖς ἡ πτῶσις ἐγένετο. ἀλλ' εἰ μὲν ἀπροαίρετος, μάτην ἂν αὐτοὺς κακίζοιμεν, οὐκ ἀφ' ἑαυτῶν, ἀλλ' ἀφ' ἑτέρων αἰτίων μετακινηθέντας τοῦ ἀγαθοῦ· εἰ δὲ δι' ἣν ἀν ήγοντο πρὸς τὸ κρεῖττον προαίρεσιν, διὰ ταύτην αὖθις καὶ κατηνέχθησαν, πῶς δὴ σὺν τῇ πτώσει τὴν ἐφ' ἑκάτερα κίνησιν ἀπολωλέκασι; Πρὸς δὴ τὰς τοιαύτας ἀπορίας τῶν ἐν ἡμῖν ἀπορρήτων ὠδῖνας τῶν λογικῶν ἀποδείξεων ἀνακινήσαντες ἐκεῖνο ἂν εἴποιμεν, ὡς τοῖς μὲν συνθέτοις κατὰ λόγον ἡ ἐπάνοδος πέφυκε πρὸς τὸ ἀγαθὸν ἐκεῖθεν ἀπολισθήσασι, ταῖς δέ γε ἁπλαῖς φύσεσιν ἅπαξ τοῦτο πεπονθυίαις ἡ ἐπανάγουσα πεπέδηται δύναμις, μετὰ δὲ τῆς δυνάμεως καὶ τὸ μέρος ἄπεστι τῆς βουλήσεως, ὥστε οὔτε βούλονται οὔτε δύνανταί γε ἐπανελθεῖν πρὸς τὸ ἀγαθόν. λέγομεν δὲ οὕτως ἀρξάμενοι. ἐν παντὶ συνθέτῳ τὸ μέν τι χεῖρόν ἐστι, τὸ δὲ κρεῖττον· ὃ μὲν οὖν χείριστόν ἐστιν, ὥσπερ ὕλη ὑπό κειται, ὃ δὲ κρεῖττον, φύσεως ἐπέχει λόγον εἰδοποιοῦ. τοιοῦτόν τι ἐν ἡμῖν ἐστι, τὸ μὲν σῶμα, τὸ δὲ ψυχή, τὸ μὲν ὡς ὑλικὸν αἴτιον ὑποκεί μενον, ἡ δὲ ὡς εἰδοποιὸν συμπεραίνουσα τοῦτο καὶ [.. ω] ρισμένα μέτρα τῇ ἀοριστίᾳ τῆς φύσεως τούτου καθυποβάλλουσα. εἶδος δέ μοι ἐν ταῦθα νόει οὐ τὴν παρὰ τῷ Ἀριστοτέλει καλουμένην ἐντελέχειαν, ἥτις δὴ ὡς ὄργανον τὸ σῶμα εἰδοποιεῖ, ἀλλὰ τὴν κεχωρισμένην ἐνέργειαν, ἥτις ὥσπερ ὁ πλωτὴρ τὴν ναῦν πηδαλιουχεῖ. ἐπεὶ οὖν σύνοδος ἐνταῦθα ὥσπερ τῶν ἐναντίων ἐγένετο, ἑκάτερον τῶν ἑτέρου παραπολαύει, ψυχὴ μὲν τῶν ἀπὸ τοῦ σώματος παθημάτων, καθὸ δὴ λέγεται ὀρέγεσθαι ταύτην καὶ ἀλογεῖν καὶ δοξάζειν καὶ μνημονεύειν καὶ διανοεῖσθαι, σῶμα δὲ τῶν ἐκείνης πλεονεκτημάτων, καθὸ δή φαμεν τοῦτο καὶ ζῆν καὶ κινεῖσθαι. Ἐπεὶ οὖν ἅπαξ ἡ ψυχὴ τῷ βυθῷ κατεποντίσθη τοῦ σώματος, οὐ παντά πασι συνηλλοιώθη τούτῳ ὥσπερ ἀποσαρκωθεῖσα καὶ παχυνθεῖσα, ἀλλ' ἐπειδὴ μὴ δι' ἑαυτήν, ἀλλὰ διὰ τὴν πρὸς τὸ σῶμα συνάφειαν ἐν τῷ κακῷ γέγονεν, οὐ παντάπασιν ἀπεσβεσμένην ἔχει τὴν πρὸς τὸ ἀγαθὸν ἐπανακτικὴν δύναμιν, ἀλλὰ τῆς ἐφ' ἑκάτερα μετέχει κινήσεως. ὅθεν, εἰ μὲν ἐπιγνοίη τὸ ἑαυτῆς ἀξίωμα καὶ ὡς ἐν φρουρᾷ τῷ σώματι πέφυκε, πειρᾶταί πως ἐκεῖθεν ἑαυτὴν ὑπεκλύειν καὶ πρὸς τὴν φυσικὴν ἐλευθερίαν καὶ εὐγένειαν ἐπανέρχεσθαι· εἰ δ' ἀγνοεῖ ὅτι ἐν τῷ τῆς κακίας «πίθῳ» ἐστίν, ἐφ' ᾧ δὴ τῶν παθημάτων αἱ «κῆρες» ἐμφιλοχωροῦσιν, ὑπ' αὐτῶν τε κατέχεται κἀκείνοις παρὰ φύσιν ὑπείκει δουλεύουσα. πλὴν οὔτε πρὸς τὸ καλὸν ἀναχθεῖσα τὴν ἐπὶ τὸ κάταντες ἀφῃρέθη προαίρεσιν οὔτε ἐν τῷ ἐσχάτῳ κακῷ γενομένη τὴν ἐπὶ τὸ ἄναντες ἀπώλεσε κίνησιν· ἐντεῦθεν μὲν γὰρ ἀνάγεται διὰ τὴν ἑαυτῆς δύναμιν, ἐκεῖθεν δὲ κατάγεται διὰ τὴν τοῦ συμπεπλεγμένου βαρύτητα σώματος. ψυχὴ μὲν οὖν χρωμένη σώματι τοιοῦτον μεταθεῖ δίαυλον, ὥσπερ ἐν παλιρροίαις ἄνω καὶ κάτω κινουμένη καὶ μεταπίπτουσα· καὶ οὔτε πάντῃ κακὴ γίνεται, ἵνα μείνῃ πάντῃ ἀκίνητος πρὸς τὸ ἀγαθόν, οὔτε αὖθις ἐν τῷ ἀκροτάτῳ τῆς ἀγαθότητος, ὥστε πρὸς τὴν τῆς κακίας ἕξιν μὴ διολισθῆσαι. Ἁπλῆ δὲ φύσις ἀποπεσοῦσα τοῦ ἀγαθοῦ οὐ πίπτει μὲν ἐν τῷ τῆς ὕλης βυθῷ, μένει δὲ καὶ αὖθις τὴν ἑαυτῆς ὑπόστασιν διασῴζουσα, ἀλλὰ πτῶσίς ἐστιν αὐτῇ ἡ μεταβολὴ τῆς ἕξεως, τουτέστιν ἡ ἀπὸ τοῦ ἀγαθοῦ πρὸς τὸ παντελὲς κακὸν κίνησις, οἷον ἐξ ἀρετῆς εἰς κακίαν καὶ εἰς σκότος ἐκ τοῦ φωτός. ὥσπερ οὖν ἡ κακία οὐκ ἄν ποτε ἀρετὴ γένοιτο καὶ τὸ ἀποτετειχι σμένον πρὸς τὸν ἥλιον σκότος οὐκ ἄν ποτε φωτισθείη, οὕτως οὐδὲ ἀσώμα τος φύσις κατὰ τὸ ἁπλοῦν τῆς ζωῆς βιοτεύουσα ἐκ τοῦ ἀγαθοῦ κινηθεῖσα μεταβάλοι ἂν πρὸς τοῦτο, ἀφ' οὗ δὴ καὶ κεκίνηται· ὥσπερ γὰρ ἡ ἐν αποσβεσθεῖσα θρυαλλὶς ἄχρι τοῦ μηδὲ ἀτμίζειν οὐκ ἄν ποτε ὑφ' ἑαυτῆς ἀναφθείη ἀφῃρημένη τὴν ἐξάπτουσαν δύναμιν, οὕτως οὐδὲ ἁπλῆ φύσις μεταπεσοῦσα εἰς τὴν ἑαυτῇ ἐναντίαν ἕξιν πρὸς τὴν [.........] μετα κινηθείη· οἷς μὲν γὰρ μετὰ τῆς οἰκείας προαιρέσεως ἔστι τι καὶ ἐκτὸς τὸ πρὸς τὴν κακί [αν.........] τούτοις ἐστὶ καὶ τὸ ἀποκαθίστασθαι, ὥσπερ δὴ ψυχῇ προαιρετικῶς κινουμένῃ καὶ τὸ σῶμα [........] ν συμβέβληται πρὸς τὴν κακίαν κινοῦν· οἷς δὲ ἀφ' ἑαυτῶν μόνων ἡ πρὸς κακίαν ἐστὶ κίνησις, [τούτοις] πρὸς τὸ ἀγαθὸν οὐ καταλέλειπται ἐπάνοδος· οὐ γὰρ ὥσπερ εἰς ὁδὸν βαδίζουσι τὴν κακίαν, ἵν' αὖθις ἐπανακάμψωσιν, ἀλλ' εὐθὺς πρὸς τὸ τέλος ἐγένοντο, οὗ δὴ γενομένοις ἀπέσβη μὲν ἡ τῆς προαιρέσεως δύναμις, συναπέληξε δὲ καὶ ἡ βούλησις. ψυχὴ μὲν γὰρ σώματι χρωμένη οὐκ ἄν ποτε πρὸς αὐτὸ δὴ τὸ ἔσχατον τῆς κακίας ἀφίκηται, καὶ ἡ τοῦ καλοῦ ἐναποκειμένη ταύτῃ οὐκ ἀφῃρέθη σπορά, δι' οὗ δή γε, εἴ γε βουληθείη, ἐπαναλύει πάλιν ἀπὸ τῆς πρὸς κακίαν ὁδοῦ καὶ πρὸς τὸ πρῶτον εἶδος ἐπάνεισι τῆς ζωῆς. ἀσώματος δὲ οὐσία, εἴ γέ τι παρολισθήσει τοῦ ἀγαθοῦ, εὐθὺς πρὸς τὴν ἐναντίαν μετεβλήθη ποιότητα, ἀφ' οὗ δὴ οὐκ ἄν ποτε πρὸς τὴν πρώτην καὶ γενέθλιον ἐπανα κάμψει ζωήν· οὐ γὰρ παρὰ μέρος αὐτῇ τὸ [ἀγα] θόν, ἵνα καὶ παρὰ μέρος τὸ κακὸν γένηται, ἀλλ' ὥσπερ ὅλη ἐν τῷ ἀγαθῷ ἐστιν, οὕτως ὅλη ἐν τῷ κακῷ γί [νεται]. καὶ ὥσπερ ἐπὶ τοῦ ἡλίου καὶ τῶν ὀφθαλμῶν ἔχει· ἂν μὲν γάρ τις ὀφθαλμίᾳ προσπαλαίσῃ δεινῇ, ἧττον μὲν [ὑ] πὸ τῶν τοῦ ἡλίου αὐγῶν καταλάμπεται, χρόνῳ δὲ πάλιν ἀποκαθίσταται, εἰ δέ τις αὐτὴν τὴν ὁρατικὴν ἀφαιρεθείη τῶν ὀμμάτων δύναμιν, ἢ χυμῶν τοῖς πόροις ἐπιβλη θέντων ἢ δημίων τούτους ἐκχεάντων, οὐκ ἄν ποτε ἀποκατασταίη ὁ τούτους ἀφαιρεθείς· οὕτω δὴ καὶ ἐπὶ τῶν συνθέτων καὶ τῶν ἁπλῶν ἔχει φύσεων. τοῖς μὲν γὰρ ἡ κακία ὀφθαλμίᾳ παρείκασται, ἥτις οὐ παντελής ἐστιν ὄψεως στέρησις, τοῖς δὲ ὀμμάτων ἀποβολή· διὰ ταῦτα οἱ μὲν ἐπανακάμπτουσι πρὸς τὸ φῶς, οἱ δὲ ἐσκότωνται ἐς τὸ παντελές. Ἀλλὰ διὰ τί, φασί, μὴ δι' ἣν μετεκινήθησαν προαίρεσιν, διὰ ταύτην καὶ ἐπανέρχονται; πῶς δὲ ἀπὸ μὲν τοῦ φωτὸς ἐν τῷ σκότῳ γεγένηνται, ἀπὸ δὲ τοῦ σκότους οὐκ ἐπανέρχονται πρὸς τὸ φῶς; διότι ἔλαττον τὸ σκότος παρὰ τὸ φῶς πέφυκε καὶ παρὰ τὴν ἀρετὴν ἡ κακία. ἔλαττον δέ φημι κατὰ τὴν ἰδίαν οὐσ [ίαν] ἕκαστα κρίνων· οὐ γὰρ ὅση τῆς ἀρετῆς ἡ ὑπεροχὴ ἢ ἡ τοῦ καλοῦ τελειότης καὶ ἡ τοῦ φωτὸς αὐγή, το [σαύτ] η καὶ ἡ τοῦ σκότους στέρησις καὶ ἡ τοῦ καλοῦ ἔλλειψις καὶ ἡ τῆς κακίας ἀνυπαρξία. διὰ τοῦτο αἱ ἁπλαῖ φύσεις μετέχουσαι τοῦ ἀγαθοῦ οὐ πάντῃ καὶ ἀγαθύνονται, ὥστε μὴ ἔχειν καὶ ἑτεροκλινῆ κίνησιν· ἐν δὲ τῷ κακῷ γενόμεναι προσηρμόσθη σάν τε ἐκείνῳ καὶ τὴν ἐπὶ τὸ ἀγαθὸν κίνησιν ἀφῃρέθησαν. διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἀγαθοῦ ἔρρευσαν πρὸς τὸ κακόν, ἀπὸ δὲ τοῦ κακοῦ οὐ μετακινοῦν ται πρὸς τὸ καλόν· ἀρετὴ γὰρ ταῖς τοιαύταις φύσεσι καὶ τὸ καλαῖς εἶναι τὸ μετέχειν τοῦ ἀγαθοῦ· ἑκοντὶ δὲ μύσασαι καὶ μηκέτι δυνάμεναι ἀντ ωπεῖν, οὐκ ἂν πρὸς αὐτὸ ἐπανέλθοιεν. Εἰ δὲ καὶ ἡμῖν τοῦτ' ἔστιν ἀρετή, τὸ μετέχειν τῆς πρώτης ἀγαθότητος, ἀλλ' οὐχὶ μύσαντες πρὸς τὸ φῶς ἐκείνης διατειχιζόμεθα, ἀλλ' ἀναβλέπειν αὖθις δυνάμεθα. καὶ ἡμεῖς μὲν ἀπὸ τοῦ δυνάμει καλοῦ εἰς τὸ ἐνεργείᾳ προχωροῦμεν· κἂν ἀποπέσωμεν τοῦ κατ' ἐνέργειαν ἀγαθοῦ, πάλιν εἰς τὴν δύναμιν ἀντιπεριαγόμεθα, ἀφ' ἧς αὖθις ἡ ἐπάνοδος γίνεται· ἡ γὰρ δύναμις ὁδός ἐστι πρὸς ἐνέργειαν. ἄγγελος δέ, εἶδος ὢν τὸ καθαρώτατον καὶ αὐτοδύναμος ἐνέργεια, μᾶλλον δὲ ἐνέργεια ἄχραντος, οὐκ ἄν ποτε μετακινηθεὶς τοῦ ἀγαθοῦ πρὸς τὴν δύναμιν διολισθήσοι, ἀλλὰ πρὸς τὴν ἐναντίαν τῇ ἐνεργείᾳ ἕξιν μεταλλαγείη. καὶ ἡμεῖς μὲν οὐκ εὐθὺς ἀγαθοὶ γινόμεθα, οὔτε ἐν σπαργάνοις ὄντες οὔτε ἡβῶντες, ἀλλ' ὅταν ὁ λόγος ἐν ἡμῖν πληρωθείη καὶ ἐπὶ τῆς φρονούσης ἡλικίας γενώμεθα. διὰ τοῦτο καὶ ἀπὸ τοῦ καλοῦ πίπτοντες κατὰ μικρὸν πρὸς τὴν τῆς κακίας ὕλην ἀνθυπαγό μεθα· ἄγγελος δὲ ὁμοῦ τε γεγένητο καὶ ἀγαθὸς ἦν, ὥστε δὴ καὶ τὸ κακὸν αὐτὸν γενέσθαι ἄμεσόν ἐστι, τοῦ τέλους τῇ ἀρχῇ συνημμένου. Τοιγαροῦν δόγμα τοῦτό ἐστι πολλάκις βασανισθὲν καὶ κριθὲν παρὰ τῆς ἡμετέρας αὐλῆς, ὡς οὐδενὶ τῶν δαιμόνων βούλησίς τις ἢ προαίρεσίς τις ἢ δύναμις ἐγκαταλέλειπται πρὸς τὴν τοῦ ἀγαθοῦ ἀποκατάστασιν. εἰ δ' ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης πρὸς τὸν ἄρρητον βυθὸν τῆς τοῦ θεοῦ φιλανθρωπίας ἀφορῶν ἐπιχειροίη ὡς καὶ τοὺς ἀποπεσόντας ἀγγέλους ἐπαναγομένους πρὸς τὸ καλὸν οὐδαμῶς ἂν ἀπώσατο ὁ θεός, οὐ δογμα τίζων λέγοι, ἀλλ' «οἰκονομῶν τοὺς λόγους ἐν κρίσει», ὥστε μηδένα ἀπογινώσκειν, κἂν πᾶσαν διεξέλθοι κακίαν κἂν τὴν πᾶσαν αὐτοῦ ζωὴν ταῖς ἀρρήτοις καταναλώσειε πράξεσιν.

Intertext edge

Open linked passage

Note