Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 3.1 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Theologica Λόγος κβʹ. Τοῦ αὐτοῦ εἰς τὸ" ἀκολουθήσατε αὐτῷ καὶ τῷ οἰκοδεσπότῃ εἴπατε" Πολλοῖς πολλάκις ἐζήτηται τὸ τοῦ «οἰκοδεσπότου» ὄνομα, ἐφ' ὃν ὁ Χριστὸς δύο τῶν μαθητῶν αὐτοῦ ἰέναι παρεκελεύσατο· Πέτρος ἦσαν οὗτοι καὶ Ἰωάννης. οἱ δὲ πλείους καὶ καταγεγηράκασι διερευνώμενοι, τίς μὲν ὁ τὸ «κεράμιον» ἐπὶ τῶν ὤμων ἀχθοφορῶν, τίς δὲ ἡ «ἀπέναντι κώμη», ἔνθα δὴ οὗτος εὕρηται τὴν τοιαύτην ὑπηρεσίαν ποιούμενος. ὅθεν καὶ καταμαντευόμενοι τῶν ὀνομάτων, κώμην μὲν τὴν Ναζαρὲτ τίθενται, εἰς ἣν πολλάκις ὁ Χριστὸς ἀναχωρῶν φαίνεται, οἱ δὲ καὶ τὴν Γαλιλαίαν ὁρίζονται· κωμύδριον γὰρ καὶ αὕτη βραχύ. τὸν δὲ τὸ κεραμεοῦν ἄγγος τοῖς ὤμοις ἐπιφερόμενον Σίμωνά φασιν εἶναι, ὃν δὴ καὶ πρὸ τοῦ τὴν λέπραν ἐξηνθηκότα ἰάσατο ὁ Χριστός· φέρεται γὰρ καὶ τοῦτο ἐν ταῖς ἀγράφοις περὶ ὧν ἐθαυματούργησε πίστεσι. τὸν δὲ «οἰκοδεσπότην» τὸν Ναθαναὴλ εἶναί φασιν, οἱ δὲ τὸν Ζακχαῖον ὁρίζονται, περὶ ὧν οὐ πολὺς λόγος, διαμφισβητοῦντες ἀλλήλοις καὶ ἀντερίζοντες. Τοιοῦτόν τι πεπόνθασι καὶ φιλόσοφοι Ἕλληνες. τοῦ γὰρ Πλάτωνος εἰρηκότος ἐν οἷς «ἐπεχείρησε Τιμαιογραφεῖν» «εἷς, δύο, τρεῖς, ὁ δὲ τέταρτος ποῦ;» πάντες σχεδὸν οἱ τὴν λογικὴν συνουσίαν ταύτην ἐξηγησάμενοι περὶ τοῦ ὀνόματος τούτου πρὸς ἀλλήλους διηνέχθησαν· οἱ μὲν γάρ φασι τὸν Κριτίαν εἶναι, οἱ δὲ Κέβητα τὸν Θηβαῖον, οἱ δὲ Ἀπολλόδωρον τὸν Σωκρατικόν, οἱ δὲ τὸν Ἐλεάτην ξένον, οἷς καλῶς Πρόκλος ὁ φιλόσοφος ἐπετίμησεν, ἀφεμένοις μὲν τῶν κρειττόνων θεωρημάτων, περὶ δὲ τὰ μηδὲν ὀνήσοντα καταναλίσκουσι τὴν σπουδήν. τοιοῦτοι καὶ νῦν φοιτῶσι λογοποιοί, οὓς φθάσειεν ἂν ἡ σκιὰ τῶν δεόντων τι φθεγξαμένη, οἱ δὲ καὶ μεγαληγοροῦσιν, ἐπειδάν τι περὶ τῶν σεσιγημένων πολυπραγμονῶσιν. ἐρωτῶσι γάρ, ἐπειδὴ καὶ τούτων ἐνίοις αὐτὸς ἐντετύχηκα, πόθεν ἡ Μωσαϊκὴ ἀπετμήθη ῥάβδος, καὶ πότερον τὸ ἐξηνθηκὸς ξύλον καρύινον ἢ σφινδάμνινον ἦν, περί τε τοῦ ἐν τῷ μέσῳ τοῦ παραδείσου φυτοῦ, οὗ προσαψάμενος ἀπεγυ μνώθη ὁ Ἀδάμ, μυρία πρὸς ἀλλήλους ἀδολεσχοῦσιν· οἱ μὲν γὰρ αὐτὸ συκῆν τίθενται, οἱ δὲ πιότατον ἐλαιόφυτον, ὑπὲρ ὧν ἐγὼ λίαν αἰσχυνόμενος φαίνομαι, καὶ μάλιστα εἴ τινες τῶν ὑπὲρ ἡμᾶς τοιαῦτα φθέγγονται, Οἰκουμένιοι καὶ Γεννάδιοι καὶ Ἡσύχιοι. διὰ τί γὰρ ταῦτα, ἐξὸν λέγεσθαι, ἀποσεσιώπηκεν ἡ γραφή; ἀλλ' οὗτοι τὸ ἐπικαλύπτον ἀναπεταννύοντες ὕφασμα, τερατώδεις τινὰς τελετὰς τοῖς ἀμυήτοις παραδεικνύουσιν· ἀλλ' ἔγωγε τὰ μὲν ἐπικεκαλυμμένα οὐκ ἄν ποτε δημοσιεύσαιμι, τὸ δὲ κρυπτόμενον πνεῦμα τῷ γράμματι, ὡς ἀεὶ ποιεῖν εἴωθα, ἀνακαλύψομαι, τὸ ἐπικάλυμμα ἀφελών. Κώμη μὲν οὖν αἰσθητὴ ἔστω ἣν βούλοιντο οἱ τιθέμενοι, εἴτε Ναζαρὲτ εἴτε Βηθλεὲμ εἴτε τις ἑτέρα κωμηδὸν οἰκουμένη· οὐ διενεχθήσομαι δὲ πρὸς αὐτοὺς οὔτε περὶ τοῦ κεραμεοφόρου οὔτε περὶ τοῦ «οἰκοδεσπότου» τοῦ καταστρώσαντος «τὸ ἀνώγεων»· ἴσως γὰρ ἕκαστος αὐτῶν ὁ μὲν ἀπέτυχεν, ὁ δὲ ἐπέτυχε τοῦ ὀνόματος. οὐ γὰρ καταγνώσομαι πάντων ὁμοίως, ἀλλ' ἔμοιγε οὐ προὔργου τι λέγειν περὶ αὐτῶν, ὅθεν ἔστω παρ' ἐνίοις τὰ ἱστορούμενα ἀληθῆ. ἐγὼ δὲ καὶ πάλιν ὑμᾶς ἐξάψω τῶν τελετῶν καὶ τῶν τοῦ πνεύματος μυστηρίων ἀπάρξομαι. Ζητητέον οὖν τίνες οἱ πεμπόμενοι μαθηταί, καὶ τίς ἡ ἀπέναντι κώμη, καὶ πῶς πρῶτον μὲν ἐντυγχάνουσι τῷ ὑδροφοροῦντι ἀνδρί, ἔπειτα κλιμακηδὸν ἀνιόντες τῷ οἰκοδεσπότῃ ἐπιξεναγωγοῦνται, καὶ τῷ κατεστρω μένῳ μάλα ἡσθέντες οἰκήματι ἐπὶ τοῦτο ἐπάγονται τὸν διδάσκαλον. Ἡ μὲν οὖν ἀπέναντι κώμη ἡ τοῦ καθ' ἕκαστόν ἐστι ψυχή, πάλαι μὲν πόλις εὐτείχιστος οὖσα καὶ μεγάλη καὶ πίειρα, ἀλλ' ὕστερον ἀφαιρεθεῖσα τὰς περιβολὰς καὶ πᾶσιν εὐεπίβατος γενομένη· ἀπέναντι δέ, ἢ ὅτι ἐκ διαμέτρου ἀπὸ τῆς κρείττονος μοίρας μετακεχώρηκε πρὸς τὴν χείρονα, ἢ ὅτι κατ' εὐθεῖάν ἐστι ταῖς τῶν θείων σπερμάτων ὑποδοχαῖς. ἀλλ' ἐπειδὴ μέλει τῷ παρ' ἡμῖν λόγῳ ἑόρτιον ἐν τῇ τοιαύτῃ ψυχῇ ποιῆσαι τελετήν, ὥστε μὴ διηνεκῶς σκυθρωπάζειν, ἀλλὰ καὶ θυσιῶν ἀπάρχεσθαι καὶ τὰ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω διαβατήρια τῷ διαβιβάσαντι λόγῳ θύειν, δύο πρὸς αὐτὴν ἀρετῶν καταπέμπει γένη, τὸ πρακτικόν φημι καὶ τὸ θεωρητικόν, ὧν τοῦ μὲν ὁ Πέτρος ἐστὶ σύμβολον, πέτρα τις οὖσα τῆς κατὰ λόγον πίστεως καὶ τῆς ἑδραζομένης ἐκκλησίας θεμέλιος καὶ πρώτη τῆς πνευματικῆς οἰκοδομῆς ἀφορμή, ὁ δέ γε Ἰωάννης τὴν ὑπεροχὴν τῆς θεωρίας αἰνίττεται· «βροντῆς» τε γὰρ γόνος ἐστί, καὶ τῇ πρώτῃ τοῦ λόγου πηγῇ τὴν ἑαυτοῦ καρδίαν οἷά τινα σπογγιὰν ἀρρήτως συνάψας, ἐκεῖθεν εἵλκυσε τῆς θεολογίας τὰ νάματα. Αὗται δὴ αἱ ἀρεταὶ καὶ «δηνάρια» παρὰ τῷ εὐαγγελίῳ κατονομάζονται καὶ «τῷ πανδοχεῖ» παρὰ τοῦ Σαμαρείτου παρέχονται, ἐφ' ᾧ τὸν τοῖς «λῃσταῖς» περιπεπτωκότα ἰάσασθαι. δηλοῖ δὲ καὶ ἡ τῶν μαθητῶν πρᾶξις τὴν ποιὰν τῶν ἀρετῶν ἰδιότητα· ὁ μὲν γὰρ Πέτρος «ἠρνήσατο», τῷ δὲ Ἰωάννῃ τοῦτο οὐ μεμαρτύρηται. τοιοῦτο ἅπας ἀνὴρ πρακτικός τε καὶ θεωρητικός· ὁ μὲν γὰρ τὴν πρακτικὴν ἀρετὴν μετιὼν τάχ' ἄν ποτε καὶ ὀλισθήσειε καὶ «τρὶς» ἂν ἀρνήσαιτο τὸν Χριστόν, ἢ κατὰ τὸν λόγον αὐτὸν ἀθετῶν ἢ κατὰ τὸν θυμὸν ἢ κατὰ τὴν ἐπιθυμίαν, ἐφ' οἷς δὴ ὁ ἀλεκτρυὼν ἐπιβοήσας, τουτέστιν ὁ ἐγκατεσπαρμένος τῇ φύσει λόγος καὶ τοῦ θείου φωτὸς αἰσθανόμενος, εἰς αἴσθησιν τοῦτον διεγείρει ὧν ἐπλημμέλησεν· ὁ δέ γε μετὰ τὴν πρᾶξιν τῷ τῆς θεολογίας πυρὶ καταφλεχθεὶς τὴν ψυχήν, οὐδέποτ' ἄν, ἀφεὶς τὴν καθ' Ἡράκλειτον «ἐν βυθῷ» κεκρυμμένην «ἀλή θειαν», πρὸς τὰ χείρω ἐπανακάμψειεν, ἀλλὰ τὰ Παύλου εἰκότως φθέγξαι το, «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;», καὶ τὰ εἴδη τῶν πειρασμῶν ἀπαριθμησάμενος πεπαρρησιασμένως πάντων κατακαυχή σαιτο. Ἀλλ' ἐπειδὴ πεμπομένους τοὺς μαθητὰς εἴδομεν, θεασώμεθα τούτους καὶ τὴν τῆς ψυχῆς εἰσελθόντας περιοχήν. καὶ δὴ ταύτην εἰσεληλύθασι, καὶ πρῶτον μὲν τῷ ἀχθοφοροῦντι ἐντετυχήκασιν, ἔπειτα τῷ οἰκοδεσπότῃ πεπλησιάκασιν, ἀνώγεων δὲ τούτῳ τὸ οἴκημα πλαξὶν ἴσως λείαις κατ εστρωμένον· πάντα δὲ κατὰ λόγον καὶ κατὰ μηδὲν ταῖς ἀναγωγαῖς ἀντιπίπτοντα. δυνατὸν δὲ μὴ ἄλλον μὲν εἶναι τὸν ὑδροφόρον, ἕτερον δὲ τὸν οἰκοδεσπότην, ἀλλὰ τὸν αὐτὸν ἐπινοίαις διαφόροις διῃρημένον. ἡ γὰρ πρὸς τὸν θεὸν στραφεῖσα ψυχὴ πρῶτα μὲν τὸν ἀχθεινὸν πόνον τῆς πρακτι κῆς μέτεισιν ἀρετῆς, ὅτε δὴ καὶ λάτρις ἐστὶ καὶ διάκονος, ἐγκαρτεροῦσα τοῖς μόχθοις τῶν ἀρετῶν καὶ βιαίως πάνυ τοῖς τῆς καρτερίας ὤμοις τὰ τούτων ἄχθη βαστάζουσα· ἔπειτα τὰς σάρκας δαμάσασα καὶ τῷ φόβῳ τοῦ θεοῦ καθηλώσασα, ἀντὶ τοῦ ὑπηρετεῖν καὶ λατρεύειν εἰς οἰκοδεσπότου τάξιν μεθίσταται· οὐκέτι γὰρ φοβεῖται τὸ σῶμα, οὐδὲ οἷά τι θηρίον τιθασεύει τοῦτο καὶ ἐξημεροῖ, ἀλλ' ὡς χειροήθει χρῆται καὶ ὡς ἀσθενοῦς κατακυριεύει θρέμματος. ὑπεράνω δὲ γενομένη τῶν αἰσθητῶν, ὥσπερ ἀνώγεων ἑαυτῇ τὴν τῶν θειοτέρων κατάληψιν ὑποβάλλεται, καὶ θείαν ἀπεργασαμένη καὶ τῷ ὄντι πνευματικὴν οἰκοδομήν, καταποικίλλει ταύτην καὶ καταστρώννυσι λίθοις λείοις καὶ διαφανέσι καὶ θείοις λάμπου σιν ἀμαρύγμασιν, οἵτινές εἰσιν οἱ τῆς θεωρίας κόσμοι, μηδὲν πρόσαντες μηδὲ ἀντιβαῖνον ἔχοντες μηδ' ἀμαυρόν, ἀλλὰ πᾶσαν καταφάνειαν, πᾶσαν λαμπρότητα, ἐστιλβωμένοι τῷ κάλλει τῆς θείας λαμπρότητος. τῶν δὲ λίθων ὁ μὲν χλοάζει καὶ ἔστιν οἷον εὐφράτιος, ζωτικήν τινα τὴν αὐγὴν ἀφιείς, ζωῆς γὰρ τουτὶ τὸ χρῶμα σύμβολον· ὁ δὲ λευκός ἐστι καθαρῶς, τῷ κάλλει τῆς ἀπαθείας αὐγάζων· καὶ ἄλλος φέγγει [κατὰ τοὺς] ἄνθρακας τῷ θείῳ πυρὶ ἀπαστράπτων («αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι») καὶ ἔτι λύχνῳ ἔοικεν ἀτεχνῶς, ἐγκόλπιον ἀφιεὶς τὴν ζωήν, ὃς δὴ καὶ τοῖς ποσίν ἐστιν ὁδηγὸς καὶ ταῖς θείαις τρίβοις προαγωγός· καὶ ἄλλος πολυτελής ἐστι σάρδιος, τῇ συμφωνίᾳ τῶν ἀρετῶν ποικιλλόμενος· καὶ ἕτερος ἄτμητός ἐστι καὶ τῷ ὄντι τὴν φύσιν ἀδαμάντινος, κρατύνων τὴν ψυχὴν καὶ στηρίζων καὶ πάντοθεν ἀδάμαστον ἐργαζόμενος· ὁ δέ τίς ἐστι τοπάζιος, πρὸς μὲν τὴν ἀνατολὴν ἐρυθαινόμενος, ὅτι τοῦ θείου ἐκεῖθεν μετέχει φωτός, πρὸς δὲ τὴν ἑσπέραν στυγνάζων καὶ μελαινόμενος· ἔστι δέ τις ἐν τούτοις καὶ ὑακίνθινος βαφῇ βεβαμμένος τῷ χρώματι καὶ τὴν ὁρῶσαν ὄψιν ἐκπλήττων τῷ ἀγχιβαθεῖ βάμματι. ἐπὶ τοῦ τοιούτου οἰκοδομήματος ὁ οἰκοδεσπότης νοῦς ἀναπαύεται, ἐφ' ὃν δὴ καὶ ὁ Χριστὸς εἴσεισι καὶ τελεῖ τὸ πάσχα τὸ μυστικόν. Ἀλλὰ μέχρι τούτων ἡμῖν ἡ τῆς τελετῆς πρόοδος· τὸ δ' ἐντεῦθεν δέδοικα προσεγγίσαι τῷ παραπετάσματι, μὴ πῦρ ἐκ τῶν ἀδύτων ἀπαντῆ σαν ὡς τοὺς περὶ Ναδὰβ καὶ Ἀβιοὺδ καταφλέξειεν· εἰ γὰρ ὁ Ἰσραηλίτης ἐκεῖνος Ὀζάν, τῷ μόσχῳ διολισθήσαντι ἐπειδὴ χεῖρα βοηθὸν ὤρεξε καὶ τῆς θείας ἥψατο κιβωτοῦ, πυρὸς οὐρανίου ἔργον ἐγένετο, ἐγὼ πῶς αὐτὸ εἰσέλθω τὸ ἄδυτον, πῶς δὲ τοῖς χερουβὶμ ἐντρανίσαιμι, ἐφ' ὧν δὴ μέσος γινώσκεται ὁ θεός; «ἐν μέσῳ» γάρ φησι «δύο ζῴων γνωσθήσῃ». ἀλλὰ τοῦτο μὲν εἰσίτωσαν Ἀαρὼν καὶ Σαμουὴλ καὶ Ζαχαρίας ὁ Βαραχίου, ἐγὼ δὲ τῷ τρίτῳ ἐμφιλοχωρήσω θυσιαστηρίῳ, ὃ δὴ καὶ «κοσμικὸν» παρὰ τοῦ Παύλου κατωνόμασται, ὅτι καὶ τοῖς ἐκ τοῦ κόσμου εἰσερχομένοις ἀνέῳκτο. ἀλλὰ δέδοικα μή μοι καὶ τοῦτο κλείσῃ θεός· δεῖ γὰρ ἄψαυστα εἶναι τοῖς ἐναγέσι τὰ παναγέστατα. 2 κγʹ. «Ὁ πατὴρ οὐσίας ἢ ἐνεργείας ὄνομα;» Πρὸς ἕτερον αὖθις πρόβλημα τῶν τοῦ Εὐνομίου ὁ πατὴρ διαμάχεται, ὅπερ ὁ δεινὸς ἐκεῖνος ἀνὴρ καὶ τῷ λόγῳ κακουργότατα χρώμενος, ὥσπερ τινὰ μάχαιραν ἀμφίστομον θήξας καὶ διχόθεν ὑπέρευ, ὡς ἐδόκει, στομώ σας, ἀφειδεῖ τῇ γλώττῃ τῇ ἐκκλησίᾳ προσήνεγκεν. ἠρώτα γάρ, οὑτωσί πως κατακρημνίζων τὸν ἀκροατήν, «ὁ πατὴρ οὐσίας ἢ ἐνεργείας ὄνομα;» ἵν' ὁπότερον ἂν ἕλοιμεν, τοῦτο χειρώσηται· δύο γὰρ τούτων ἐρωτωμένων, ἀνάγκη θάτερον ἀποκρίνασθαι. ἵν' οὖν ἑκατέρῳ περιπέσωμεν, ἀμφότερα ὥσπερ τινὰς σκοπέλους ἀπέξεσεν, ἑκατέρωθεν κρημνὸν ἡμῖν τεχνησάμε νος, ἵνα εἴτ' ἐπὶ δεξιὰ τραποίμεθα εἴτ' ἐπ' ἀριστερά, ἀμφοτέρωθεν τὸν κατὰ τοῦ κρημνοῦ θάνατον εὕρωμεν. πλὴν ταῦτα οὐ τὸ διλήμματον ἔχει τοῦ ἐρωτήματος, ἀλλ' ἡ ἀμαθὴς περὶ ὃ προὐβάλετο τοῦ προβάλλοντος ὑπόληψις· ἐκεῖνος μὲν γὰρ ἐδόκει τοῖς ἑκατέρωθεν τούτων τῶν ἐρωτη μάτων κρημνοῖς πάροδον μὲν μηδεμίαν δεδωκέναι, ἑκατέρωθεν δὲ τοῖς διιοῦσι κατεσκευακέναι τὸν ὄλεθρον. ὁ δὲ μέγας τῷ ὄντι πατήρ, ὁ καὶ τὴν θεολογίαν μετέωρος καὶ τὴν λογικὴν ἔφοδον ἀκριβέστατός τε καὶ τελεώτατος, εὗρεν ὅπῃ διὰ τῶν ἐφ' ἑκάτερα φαράγγων ἀταρπὸς ἥπλωται τοῖς τῷ λόγῳ βαδίζουσι πλατεῖά τε καὶ ὁμαλή. ἀλλὰ τοῦτο μὲν ὕστερον. Νῦν δ' ἐπισκεψώμεθα τὴν σοφιστικὴν ἔφοδον τοῦ προβαλόντος τὸ ἄμφηκες ἐρώτημα. βουλόμενος γὰρ μὴ εἰς τὴν αὐτὴν οὐσίαν ἀγαγεῖν τῷ πατρὶ τὸν υἱὸν καὶ πολλοῖς τοῦτο λόγοις, ὡς ἐδόκει, κατασκευάζων, μᾶλλον δὲ μηδὲ ὡς ὁμολογουμένοις τοῖς ζητουμένοις χρώμενος, καὶ ἀναπόδεικτον τὸ οἰκεῖον δόγμα προεκτιθέμενος, κακοήθως πάνυ καὶ τῆς τῶν ὀνομάτων σημασίας ἅπτεται νῦν. ὥσπερ γὰρ δύο ταῦτα ἄμεσα τίθεται, οὐσίαν τε καὶ ἐνέργειαν, καὶ οἴεται, οὐκ οἶδ' ὁπόθεν μαθών, πᾶν ὄνομα ἢ οὐσίας εἶναι δηλωτικὸν ἢ ἐνεργείας, καὶ ἐπειδὴ ἡ μόνῳ τούτῳ γνωσθεῖσα, μᾶλλον δὲ ἀναπλασθεῖσα περὶ τὰ ὀνόματα ἔφοδος συμβέβληταί τι πρὸς τὴν κατασκευὴν τῆς αἱρέσεως, ἐρωτᾷ εἰ τὸ τοῦ πατρὸς ὄνομα οὐσίας ἐστὶν ἢ ἐνεργείας σημαντικόν, ἵν', εἰ μὲν οὐσίαν εἴποιμεν, αὐτόθι ἕλοι, ὅτι εἴ τι παρὰ τὸν πατέρα, τοῦτο οὐκ οὐσία (προκατείληπται γὰρ τῷ πατρὶ ἡ οὐσία), ὥστε εἰ ὁ πατὴρ ᾗ πατὴρ οὐσία, ὁ υἱὸς ᾗ υἱὸς οὐκ οὐσία, εἰ δὲ τοῦτο δεδιότες, ἵνα μὴ ἀνούσιον τὸν υἱὸν παρεισάξωμεν, ἐνεργείας εἴποιμεν σημαντικὸν εἶναι τὸ τοῦ πατρὸς ὄνομα, ἔτι μᾶλλον ἀπάγξοι καὶ δελεάσοι πρὸς τὴν τοῦ οἰκείου δόγματος ἔκθεσιν. εἰ γὰρ οὐδὲν ἕτερον δηλοῖ τὸ πατρὸς ὄνομα ἢ ἐνέργειαν, δεῖ τι εἶναι τὸ ἐνεργού μενον· ἐνεργουμένου γάρ τινος ἡ ἐνέργεια. τί δ' ἄλλο τὸ ἐνεργούμενον παρὰ τοῦ πατρικοῦ τούτου ὀνόματος ἢ ὁ υἱός; εἰ γὰρ ὁ πατὴρ υἱοῦ πατήρ, ἐνέργεια δὲ ὁ πατήρ, ἐνεργούμενον ἄρα ὁ υἱός. εἰ τοίνυν ὁ μὲν ἐνεργεῖ, ὁ δὲ ἐνεργεῖται, ἑτεροούσια δὲ ταῦτα ὡς ἐπὶ τῶν τεχνῶν δῆλον καθέστηκεν, ἑτέρας ἄρα οὐσίας καὶ ὁ υἱὸς πρὸς τὴν πατρικὴν πέφυκεν, ὥσπερ καὶ τὸ ἀνδρείκελον πρὸς τὴν τοῦ ἀνδριαντοποιοῦ. τί οὖν, φησί, μάτην τῷ ἐμῷ ἐπηρεάζετε δόγματι, πρώτην μὲν καὶ ἀνωτάτω οὐσίαν τὸν πατέρα τιθέντι, δευτέραν δὲ καὶ μετ' ἐκεῖνον τὸν υἱὸν καταλέγοντι; πῶς γὰρ ἂν εἰς ἴσον ἀχθείη τῷ πεποιηκότι τὸ ποίημα καὶ τῷ ἐνηργηκότι τὸ ἐνέργημα; Τοιοῦτον μὲν τὸ τοῦ Εὐνομίου κομψότατον πρόβλημα, ἐμματαιάζοντος τοῖς ματαίοις καὶ βραχείᾳ τινὶ ψάμμῳ πεδοῦντος τὴν θάλασσαν καὶ ὀχυροῦντος οἷς κρηπῖδες οὐχ ὕπεισιν. ὁ δὲ πατὴρ ἔχων πολλὰ πρὸς τοῦτον εἰπεῖν τὸν λόγον καὶ ὅλῳ ῥεύματι τὸν Εὐνόμιον κατακλύσαι, τὰ μὲν λογικῶς ἐπιχειρῶν, τὰ δὲ καὶ φυσικῶς ἀποχρώμενος παραδείγμασιν, ὥσπερ ἐπὶ τοῖς ἄλλοις, οὕτω κἀνταῦθα πρὸς τὸν χρόνον μετρεῖ τὴν ἐπίλυσιν. οὐ γὰρ εἰς δόξαν αὐτῷ ὁ λόγος ὁρᾷ, οὐδ' ὅπως ἂν φανείη τοῦ δέοντος περιττότερος, ὥσπερ οἱ σοφισταὶ ποιοῦσι καὶ ὥσπερ ἐγὼ τὸν Σμυρναῖον Ἀριστείδην κατανενόηκα· ἐκεῖνος γάρ, ἐν οἷς ὑπὲρ τῆς τέχνης πρὸς Πλάτωνα διαμάχεται αὐτὸ τοῦτο ἀνῃρηκότα τὸ τέχνην εἶναι καὶ φιλοσόφως κατασκευάσαντα, ἐπιχειρήσας ὡς οὐ πᾶν ὃ μὴ τέχνη τοῦτο τέχνης χεῖρον, ἀλλ' ἔστιν ὃ καὶ κρεῖττον αὐτῆς ἐστιν, ἐξὸν ἑνί τῳ ἐπιχειρή ματι τῷ περὶ τὴν μαντικὴ λόγῳ τὸν οἰκεῖον λόγον πιστώσασθαι, ὁ δὲ πάντα μὲν χρησμὸν συνεφόρησε, πᾶσαν δὲ φωνὴν συνήνεγκε μαντῳδόν, καταλέγων τὸ ἐν Ἄμμωνος χρηστήριον, τὸ Πυθοῖ, τοὺς ὑποδεδυκότας θεῷ, τὸ ἐν Δωδώνῃ χαλκεῖον, τἆλλα οἷς ἐγὼ ὁμιλῶν ἐγγύς εἰμι τοῦ ναυτιᾶν. διὰ ταῦτα τὸν ἄνδρα τοῦτον ἐγὼ τῆς συνεχείας τῶν ἐνθυμημάτων ἀγάμενος, ὡς οὐδὲν αὐτῷ ἀμέθοδον πρόεισι, τῆς εὑρεσιλογίας θαυμάζειν οὐκ ἔχω. ἀλλὰ τὰ Λυσίου ἐνταῦθα ἐν πρώτοις τίθεμαι, ὃς ἀρξάμενος καὶ μικρὸν προϊὼν εὐθὺς ἀποσιωπᾷ, γλιχόμενόν με ἔτι καταλιπὼν τοῦ πιεῖν· ὁ δ' Ἀριστείδης, δέον τὴν δίψαν ὑποπιμπλᾶν, ἐπικλύζει τῷ ῥείθρῳ. Ἀλλ' οὐχ ὁ πατὴρ τοιοῦτος, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τὴν Λυσιακὴν χάριτα ἐν τοῖς οἰκείοις λόγοις νενικηκώς, ἀπέριττός ἐστι κατ' ἐκεῖνον, μετρῶν ἀεὶ τὸν λόγον καὶ οἱονεὶ σταθμίζων πρὸς τὴν ἀκρόασιν. τί γὰρ οὐκ ἂν εἶπε, τὸν Συντακτήριον μελετῶν, ἢ πόσοις οὐκ ἂν τοῖς ἐπιχειρήμασιν ἀπεχρήσατο, ἁπτόμενος εὐαφόρμως τῆς ὑποθέσεως; ὁ δὲ ὥσπερ αἰσχυνό μενος ἐφ' οἷς ἴσχυεν, οὐ ῥητορικῶς τὴν ὑπόθεσιν ἐσχημάτισεν οὐδὲ σοφιστικῶς τέθεικε τὰ κεφάλαια, ἀλλ' ἑτέραν τραπόμενος, φιλοσόφως τὴν ῥητορικὴν ἀντίστασιν ἐμελέτησεν, ἥν γε οὐδὲ ἐς τὸ παντελὲς εἴασεν εἶναι· μὴ γὰρ διδοὺς τὸ ἁμάρτημα, ἀπαριθμεῖται τὰ κατορθώματα. «τοῦτο» γάρ φησι «τὸ ποίμνιον» καὶ «ὁρᾶτε τὸν λαὸν τόνδε», καὶ «οὐ βοῦν παρ' ὑμῶν εἴληφα», καὶ τὰ λοιπὰ εὐεργετημάτων κατάλογος. τὸ δὲ ἀδίκημα ποῦ, ἀνθ' οὗ ταῦτα πεποίηκας, ὦ πατέρων ἐμοὶ πάντων σεβα σμιώτατε; ἀλλ' ἐπεὶ μὴ ἦν, οὐδὲ δέδωκε, καινοτομήσας τὴν τέχνην καὶ ἀκρωτηριάσας σοφῶς τὴν ἀντίστασιν. Οὕτω δὴ κἀνταῦθα ποιεῖ, καὶ ἐξὸν εἰπεῖν πολλὰ πρὸς τὸ διλήμματον τοῦτο πρόβλημα, συνοπτικῶς αὐτὸ ἀναιρεῖ, ὥσπερ δὴ καταμεμφόμενος τὸν Εὐνόμιον ὡς μὴ δυνάμενον ἐπιχειρεῖν λογικῶς καὶ αἰσχυνόμενος ὅτι τοιούτῳ ἀμαθεστάτῳ ἀνδρὶ κατὰ τοὺς λόγους συμπλέκεται. ἐχρῆν, γάρ φησιν, ὦ Εὐνόμιε, δύο προτείνας ἡμῖν ἐρωτήματα, εἴ γε λογικῶς ἐπεχεί ρεις, ἄμεσα ταῦτα ποιεῖν, ἵν' ἑκατέρῳ ἔχῃς ἑαλωκότας, ἔμμεσα δὲ ταῦτα προτείνας οὐχ ἕξεις θάτερον ἀποφυγόντας, ἐν θατέρῳ περιπεπτωκότας· οὐ γὰρ ὥσπερ ἀρετὴ καὶ κακία καὶ περισσὸν καὶ ἄρτιον καὶ ὑγεία καὶ νόσος ἄμεσα πέφυκε κατὰ τὸν σὸν Ἀριστοτέλην, οὕτω δὴ καὶ οὐσία καὶ ἐνέργεια οὐδὲν ἔχετον μέσον. διὰ τοῦτό φημί σοι ὡς «ὁ πατὴρ οὔτε οὐσίας ὄνομα οὔτε ἐνεργείας», τινὸς «δὲ σχέσεως καὶ τοῦ πῶς ἔχει πρὸς τὸν υἱὸν ὁ πατὴρ ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα». οὐχ ὁρᾷς γὰρ ὅτι καὶ «παρ' ἡμῖν» ταυτὶ τὰ ὀνόματα τῆς πρὸς ἄλληλα σχέσεως δηλωτικὰ πέφυκεν; ὁ γὰρ εἰρηκὼς πατέρα ἢ υἱὸν οὐ μᾶλλον οὐσίαν ἐγνώρισεν ἢ σχέσεις τὰς πρὸς ἄλληλα καὶ τὴν ἐν ἀμφοτέροις τοῖς προσώποις ὁμοφυΐαν. ἐντεῦθεν γοῦν καὶ ἡ θεολογία, βουλομένη τὸ ταὐτὸν τῆς φύσεως ἐν ταύταις δεῖξαι ταῖς ὑποστάσεσι, τούτοις χρῆται τοῖς ὀνόμασι πρὸς δήλωσιν τῆς ὁμοφυΐας· ὁμοφυὴς γὰρ πατὴρ καὶ υἱός. καὶ ὥσπερ πάντα ὅσα ὑπὸ τὸ πρός τι ἀνάγεται, ἃ δὴ καὶ ἐν δέκα συζυγίαις οἱ δεινοὶ περὶ ταῦτα διηριθμήκασι, τῆς πρὸς ἄλληλα σχέσεως σημαντικὰ πέφυκεν, οὕτω δὴ καὶ τὸ πατὴρ καὶ τὸ υἱός, καὶ ταῦτα μᾶλλον, ὅτι καὶ κατὰ φύσιν τούτοις τὸ πρός τι πῶς εἶναι πρὸς ἄλληλα. Εἰς τὸ «ἐὰν δὲ λεγόντων ἡμῶν» «Ἐὰν δὲ λεγόντων ἡμῶν», φησὶν ὁ πατήρ, «ὅτι τῷ αἰτίῳ μείζων ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν «τὸ δὲ αἴτιον φύσει» πρότασιν, ἔπειτα τὸ «μεῖζον τῇ φύσει» συνάγωσιν, οὐκ οἶδα πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς πρὸς οὓς ὁ λόγος. οὐ γὰρ ἁπλῶς, ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλὰ δῆλον κατὰ τίνος καὶ τίνα.» Ὁ μὲν τοῦ θεολόγου λόγος οὗτος· ὁ δέ γε ἡμέτερος ἀσθενὴς μὲν ἢ ὅσον ἐξηγήσασθαι τὸ λογικὸν τοῦτο θεώρημα, κατάλληλος δὲ ταῖς ἡμετέραις ἐννοίαις φανήσεται· οὐ γὰρ πρὸς τὸν ἄνδρα παραμιλλώμεθα, ἀλλὰ πρὸς ὑμᾶς ἑαυτοὺς παραβάλλομεν. ἔστι δὲ τὸ ἐνταῦθα λεγόμενον σόφισμα παραλογιστικόν, ὃ δὴ οἱ τῆς τοῦ Ἀνομοίου προστάντες αἱρέσεως κακοήθως πάνυ τῇ ἐκκλησίᾳ προσφέρουσι. τοῦ γὰρ κυρίου ἐν εὐαγγελίοις εἰρηκότος ὅτι «ὁ πατὴρ μείζων μού ἐστιν», ἡ μὲν ἐκκλησία τὸ μεῖζον ἐπὶ τοῦ αἰτίου μόνον ἐδέξατο. εἰ γὰρ καὶ ὁμοτιμίαν κηρύττομεν ἐν ταῖς τρισὶν ὑποστάσεσι καὶ τὴν αὐτὴν δόξαν τε καὶ λαμπρότητα, ἀλλὰ κατ' ἄλλον πάλιν λόγον μείζονά φαμεν τὸν πατέρα αὐτοῦ τε τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, ὅτι ὁ μὲν οὐχ ὑφ' ἑτέραν ἀρχὴν ἄνεισιν, ἀλλ' αὐτὸς πρώτη τῶν πάντων ἀρχή, τὰ δὲ ἐκεῖθέν τε πρόεισιν ὡς ἐξ αἰτίου καὶ παρὰ τούτῳ μένει καὶ πρὸς αὐτὸν ἄνεισι. μείζων οὖν ὁ πατὴρ ὅτι αἴτιος ἀμφοῖν, τῷ μὲν υἱῷ τῆς γεννήσεως, τῷ δὲ πνεύματι τῆς ἐκπορεύσεως. Ἡ μὲν οὖν ἐκκλησία, ὡς εἴρηται, οὕτως τὸ μεῖζον ἐδέξατο, ἀλλ' ὅ γε Εὐνόμιος καὶ τἆλλα ταράττων καὶ ξυγκυκῶν καὶ τούτῳ δὴ τῷ ποτίμῳ νάματι τοὺς ἁλμυροὺς αὐτοῦ λόγους προσέμιξε. πρότασιν γὰρ θέμενος τὸ «ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ» ἑτέραν προσήρμοσεν, ὅτι «τὸ αἴτιον φύσει», ἔπειτα συνελογίσατο οὕτως· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ, τὸ αἴτιον φύσει, καὶ συνεπέρανεν· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῇ φύσει, διδοὺς τὸ μεῖζον ἐντεῦθεν οὐ τῷ αἰτίῳ, ὡς ὁ ὀρθὸς λόγος βούλεται, ἀλλὰ τῇ τοῦ πατρὸς φύσει, ἵν' ἐντεῦθεν αὐτῷ ὁ τῆς αἱρέσεως κατασκευ ασθῇ λόγος. βούλεται γὰρ αὐτῷ τὸ δόγμα πρώτην μὲν οὐσίαν τὸν πατέρα ποιεῖν, δευτέραν δὲ τὸν υἱὸν καὶ τρίτην τὸ πνεῦμα. «οὐκ οἶδα» γοῦν φησιν ὁ πατήρ «πότερον ἑαυτοὺς παραλογίζονται ἢ τοὺς περὶ οὓς ὁ λόγος· οὐ γὰρ ἁπλῶς, ὅσα κατά τινος λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται, ἀλλὰ δῆλον κατὰ τίνος καὶ τίνα.» Πῶς μὲν οὖν παρελογίσατο ὁ Εὐνόμιος, καὶ τίνι εἴδει τῶν σοφισμάτων χρησάμενος τὸν παραλογισμὸν ἐποιήσατο, προϊόντες ἐροῦμεν, ἔνθα δὴ καὶ αὐτὸς ὁ πατὴρ ἐλέγχει τὸ σόφισμα· πρὸς δὲ τὴν τοῦ λόγου συνέχειαν τέως τὸν ἡμέτερον λόγον προσάψωμεν. ἀκηκοὼς ὁ Ἀνόμοιος τοῦ Ἀριστοτέλους ἐν Κατηγορίαις εἰρηκότος ὅτι «ὅσα κατά» τινος «λέγεται», ταῦτα «καὶ κατὰ τοῦ ὑποκειμένου» τούτῳ «ῥηθήσεται», ἀβασανίστως τὸν λόγον ἐδέξατο καὶ τὴν «ὅσα» φωνὴν ἐπὶ πάντων ἤκουσεν· ὅθεν τοῦ φιλοσόφου ἐπὶ τῶν οὐσιωδῶς κατηγορουμένων προσχρησαμένου τῷ ῥήματι, οὗτος καὶ ἐπὶ τῶν κατὰ συμβεβηκὸς ἀδιαστόλως ἐνόησε καὶ ἐπὶ πάντων ἁπαξαπλῶς τῶν ὁπωσδήποτε κατηγορουμένων. ἀλλ' ὦ Εὐνόμιε, πρὸς αὐτὸν ἂν φαίην ἐγώ, ἀπὸ τῆς θεολογικῆς πηγῆς ἀρυσάμενος, ὅτι πῶς, τοῦ ζῴου κατηγορουμένου κατὰ τοῦ εἴδους ἤτοι κατὰ τοῦ ἀνθρώπου, μὴ καὶ τὸ γένος αὐτοῦ κατηγορεῖται; καίτοι γε εὐθὺς ἡ τῶν προτάσεων σύνθεσις· τὸ γὰρ γένος παντὶ ζῴῳ, τὸ δὲ ζῷον παντὶ εἴδει, ἀλλὰ μὴν οὐ γένος τὸ εἶδος. οὐ τοίνυν, ὅσα κατά τινος λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ὑπόκειται γὰρ τῷ ζῴῳ ὁ ἄνθρωπος, ἀλλ' οὐχ ὅσα κατὰ τοῦ ζῴου λέγομεν, ταῦτα καὶ κατὰ τοῦ ἀνθρώπου εἴποιμεν ἄν, ἀλλὰ δῆλον κατὰ τίνος ἂν ταῦτα λεχθείη καὶ τίνα τὰ κατηγορούμενα. τὸ μὲν γὰρ ἔμψυχον καὶ τὸ αἰσθητικὸν διὰ μέσου τοῦ ζῴου καὶ τῷ ἀνθρώπῳ διαπορθμευθήσεται· οὐσιώδεις γὰρ αὗται διαφοραί, δι' ὧν τὸ ζῷον· συνίσταται· τὸ δὲ γένος, ἐπειδὴ λογικόν ἐστιν ὄνομα καὶ οὐκ εἰς οὐσίαν τῷ ζῴῳ συμβάλλεται, οὐ διαβιβασθήσεται πρὸς τὸν ἄνθρωπον. Ὅρα οὖν μήποτε καὶ ὁ σὸς παραλογισμός, παρὰ τὸν συλλογιστικὸν κανόνα τεθείς, τὴν ἀτοπίαν ἐποίησε· τρία γὰρ καὶ σὺ ὀνόματα τέθεικας, μεῖζον καὶ αἴτιον καὶ φύσιν. κατηγορήσας οὖν τὸ μεῖζον τοῦ αἰτίου καὶ τὸ αἴτιον τοῦ φύσει, ἐντεῦθεν ᾠήθης καὶ τὸ μεῖζον κατὰ τοῦ φύσει λέγεσθαι, ἐν πρώτῳ συμπεραινόμενον σχήματι. ἀλλ' ὦ μακάριε σύ, εἴ γε μακάριος, ἀλλὰ μὴ πάντων ἀνθρώπων ἀθλιώτερος πέφυκας, οὐ πάντα, ὅσα κατά τινος λέγεται, καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται· ἀλλ' εἰ μὲν οὐσιώδη, ῥηθεῖεν ἂν καὶ διαβιβασθεῖεν· εἰ δ' ἐπείσακτα καὶ ἄλλως λεγόμενα, οὐ μεθέξει τούτων τὰ ὑποκείμενα. ἐπεὶ οὖν καὶ τὸ μεῖζον οὐκ εἰς τὸ εἶναι τῷ αἰτίῳ συμβάλλεται, ἀλλὰ φωνή τίς ἐστιν ἐξ ἐπινοίας αὐτῷ συναπτομένη, διὰ ταῦτα οὐ πρὸς τὸ φύσει μετενεχθήσεται. «Ἐπεὶ τί κωλύει» φησὶν ὁ πατήρ «κἀμὲ ταύτην πρότασιν ποιησάμενον, «τὸ φύσει δὲ οὐ πάντως μεῖζον, οὐδὲ πατήρ», ἐντεῦθεν συναγαγεῖν «τὸ μεῖζον οὐ πάντως μεῖζον» ἢ «ὁ πατὴρ οὐ πάντως πατήρ»; εἰ βούλει οὕτως· «ὁ θεὸς οὐσία· ἡ οὐσία δὲ οὐ πάντως θεός»· τὸ ἑξῆς αὐτὸς σύναγε· «ὁ θεὸς οὐ πάντως θεός». ἀλλ' οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος. ἡμῶν τὸ μεῖζον τῇ τοῦ αἰτίου φύσει διδόντων, αὐτοὶ τὸ τῇ φύσει μεῖζον ἐπάγουσιν· ὥσπερ γὰρ εἰ καὶ λεγόντων ἡμῶν, ὅτι ὁ δεῖνα νεκρός, ἁπλῶς ἐπῆγον τὸν ἄνθρωπον αὐτοί.» βρενθυομένου γάρ, ὡς εἰκός, τοῦ Εὐνομίου ἐπὶ τοιαύτῃ εὑρέσει τοῦ παραλογισμοῦ καὶ οἰομένου ἐντεῦθεν χειροῦσθαι τὸν ἅγιον, πολλὰ τοιαῦτα ἐξ ὑπογύου ἀντισοφίζεται πρὸς αὐτὸν ὁ πατήρ, ἀντιπαίζων ἐν τοῖς ἐκείνου παικτοῖς. κἀγώ, γάρ φησιν, ὦ Εὐνόμιε, σοφίσματά σοι τοιαῦτα ποιήσομαι, οἷον «ὁ πατὴρ μείζων τῇ φύσει» κατὰ τὸν σὸν λόγον, «τὸ φύσει δὲ οὐ πάντως μεῖζον», κἀντεῦθεν συναγαγεῖν ὅτι «τὸ μεῖζον οὐ πάντως μεῖζον», ἢ πάλιν «ὁ πατὴρ μείζων τῇ φύσει», ὡς αὐτὸς εἴρηκας, «τὸ μεῖζον οὐ πάντως πατήρ», καὶ συμπερά νασθαι ὅτι «ὁ πατὴρ οὐ πάντως πατήρ». καὶ αὖθις «ὁ θεὸς οὐσία· ἡ οὐσία οὐ πάντως θεός· ὁ θεὸς οὐ πάντως θεός». εἰ γὰρ καὶ δοίημεν ἀληθεύουσαν τὴν σὴν πρότασιν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, συναληθεύσει καὶ «τὸ τῇ φύσει δὲ οὐ πάντως μεῖζον»· οὐ γὰρ πᾶν, εἴ τι φύσει, τοῦτο καὶ μεῖζον· φύσει γὰρ ὁ υἱὸς πρὸς τὸν πατέρα καὶ ὁ υἱωνὸς πρὸς τὸν πάππον καὶ ὁ ἀνεψιαδὸς πρὸς τὸν θεῖον, ἀλλ' οὐ δήπου καὶ μείζους πρὸς οὓς ἂν οὕτως λέγωνται. εἰ οὖν ὁ πατὴρ μείζων τῇ φύσει, ὡς σὺ φῄς, τὸ δὲ φύσει οὐ πάντως μεῖζον, συμβήσεται τὸ μεῖζον μὴ πάντως εἶναι μεῖζον, καὶ τἆλλα δὲ σοφίσματα οὕτως ἑρμηνευθήσεται. Ἐφ' οἷς ἐπάγει· «ἀλλ' οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος». ἰστέον τοίνυν ὅτι δεκατρεῖς ἡμῖν παραλογισμοὺς ἐν τοῖς ἐπιγραφο μένοις Σοφιστικοῖς ἐλέγχοις ὁ φιλόσοφος παραδέδωκεν, ὧν οἱ μὲν ἓξ παρὰ τὴν λέξιν εἰσί· πρῶτος ὁ κατὰ ὁμωνυμίαν, δεύτερος ὁ κατὰ ἀμφιβο λίαν, τρίτος ὁ κατὰ συνθήκην, τέταρτος ὁ κατὰ διαίρεσιν, πέμπτος ὁ κατὰ προσῳδίαν καὶ ἕκτος ὁ κατὰ σχῆμα τῆς λέξεως· οἱ δὲ ἑπτὰ παρὰ τὴν ἔννοιαν, ὧν, ἵνα μὴ τοὺς ἄλλους ἀπαριθμῶμεν, εἷς ἐστιν ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς, τουτέστι παρὰ τὸ μερικόν, ὅπερ ἐστὶ τὸ πῇ, καὶ παρὰ τὸ καθόλου, ὅπερ ἐστὶ τὸ ἁπλῶς. ὅθεν τὰ μὲν πῇ συνημμένως ἐκφέρεται, τὰ γὰρ συντιθέμενα μερικῶς γίνεται· τὰ δὲ ἁπλῶς ἀπολύτως. εἴ τις γοῦν τὰ πῇ ἢ ποτὲ λεγόμενα ἁπλῶς καὶ ἀπολύτως εἴπῃ, παραλογίζεται, ὥς πού τις οἴεται τὸ μὴ ὂν εἶναι. ἐνταῦθα εἰρηκότος γὰρ τοῦ Πλάτωνος ὅτι τὸ μὴ ὂν δοξαστόν ἐστι (δοξάζομεν γὰρ περὶ αὐτοῦ οὐχ ὡς ὄντος, ἀλλ' ὡς μὴ ὄντος) ᾠήθησάν τινες ἐντεῦθεν τὸ μὴ ὂν εἶναι. εἰ τὸ ἔστι, φησί, κατηγορεῖται τοῦ δοξαστοῦ (φαμὲν γάρ, δοξαστόν ἐστι), τὸ δὲ δοξαστὸν τοῦ μὴ ὄντος, κατηγορηθήσεται καὶ τὸ ἔστι τοῦ μὴ ὄντος, ὡς ἐντεῦθεν εἶναι τὸ μὴ ὄν. ἀλλ' ὅρα ὅπως παρελογίσαντο παρὰ τὸ πῇ καὶ ἁπλῶς· τὸ μὲν γὰρ μὴ ὂν δοξαστὸν εἶναι πῇ ἐστι, τὸ δὲ εἶναι ἁπλῶς. οὐ τοίνυν ἐστὶ τὸ μὴ ὂν εἶναι, ἐπειδὴ δοξαστόν ἐστι. σαφέστερον δὲ ὃ λέγω οὕτως γενήσε ται. ὁ Αἰθίοψ λευκός ἐστι τοὺς ὀδόντας· τοῦτο πῇ ἐστιν, ἐπὶ μέρους γὰρ λελεύκωται· εἰ οὖν τις ἐντεῦθεν πλῶς ὅτι καὶ λευκός ἐστι, παρὰ τὸ πῇ καὶ ἁπλῶς παρελογίσατο. Δείξομεν δὲ καὶ ἐφ' ἑνὸς ἐνταῦθα τοῦτο τῶν σοφισμάτων, οἷον «θεὸς οὐσία»· ἀληθὴς ὁ λόγος, ὅτι πῇ εἴρηται· «ἡ οὐσία δὲ οὐ πάντως θεός»· καὶ οὗτος ἀληθής, ὅτι ἁπλῶς εἴρηται, οὐ γὰρ πᾶσα οὐσία θεός· τὸ δ' ὅλον συντιθέμενον παραλογισμὸς ἀπὸ τοῦ πῇ καὶ ἁπλῶς συντεθειμένος. τοιοῦτόν φησιν ὁ πατὴρ τὸν τοῦ Εὐνομίου λόγον εἶναι. τῶν γὰρ ὀρθοδόξων λεγόντων ὅτι «μείζων ὁ πατὴρ τοῦ υἱοῦ τῇ τοῦ αἰτίου φύσει», ὅπερ ἐστὶ πῇ (συνημμένον γάρ ἐστι καὶ μερικόν), ἐκεῖνοι ἀποδιελόντες τὸ αἴτιον τὸ μεῖζον τῇ φύσει συνάγουσι, τὸ πῇ ποιοῦντες ἁπλῶς. «ὥσπερ» φησίν «εἰ καὶ λεγόντων ἡμῶν ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον». οἷον ὁ μερικὸς ἄνθρωπος οὐκ ἀναπνεῖ, ὅπερ ἐστὶ πῇ καὶ μερικόν· εἰ γοῦν οὕτως σου λέγοντος ἀποδιέλῃ τις τὸν νεκρὸν [καὶ] εἴπῃ τὸν ἄνθρωπον μὴ ἀναπνεῖν, τὸ πῇ ἁπλῶς ἐποίησεν· ὥσπερ εἴ τινος εἰρηκότος «ἡ χαλκῆ ναῦς οὐ πλεῖ», ἄλλος συνάξει «ἡ ναῦς οὐ πλεῖ», ὅπερ ἐστὶ παρὰ τὸ πῇ καὶ ἁπλῶς. καὶ αὖθις, εἴπερ εἰρηκότος ἐμοῦ ὅτι «ἡ κίβδηλος δραχμὴ οὐ καταλλάττεται», σὺ τὴν δραχμὴν ἁπλῶς ἐπάξεις μὴ καταλλάττεσθαι, παρὰ τὸ πῇ παρελογίσω με καὶ ἁπλῶς. τοιοῦτοι γοῦν οἱ Στωϊκοὶ παραλογισμοί· ὁ σωρείτης, ὁ κερατίνης, ὁ κυριεύων καὶ ἕτεροι πάμπολλοι, ἰδίας ὀνομασίας παρ' ἐκείνων τυχόντες· ἐπειδὴ γὰρ κέρασιν ἐχρήσατο ὁ σοφισάμενος ἐν ταῖς προτάσεσιν, «εἰ κέρατα ἔχεις, καὶ καλὰ ἔχεις κέρατα», καὶ πάλιν, «εἰ κυριεύσει Δίων, κυριεύσει Δίων», ἐντεῦθεν ὁ μὲν κερατίνης διὰ τὰ κέρατα, ὁ δὲ κυριεύων διὰ τὸ οὕτως ἐσχηματίσθαι τὴν πρότασιν ὠνομάσθη. ὁ δὲ σωρείτης ἰδιαίτερον οὕτως ὠνόμασται, ἐπεὶ κατὰ τὴν προχείρισιν πολυώνυμός ἐστι. καὶ γὰρ κομήτης καὶ φαλακρίτης καὶ δρομίτης καὶ νεωλκίτης καὶ ποριστὴς καὶ πενέστης καὶ τὰ τοιαῦτα κατονομάζεται. ἀλλ' ἐπειδὴ εἰς τὴν σωρείαν τὰ πλείω συνάγεται, διὰ ταῦτα σωρείτης κεκλῆσθαι κεκράτηκεν. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ σωρείτου τοιαύτη· ἐρωτᾷ γὰρ ὁ σοφιζόμενος, «ἆρά γε πληρωθήσεται μέδιμνος παρὰ κόκκον ἕνα, καὶ κομήσει τις παρὰ τρίχα μίαν, ἢ πλουτήσει τις παρὰ μίαν δραχμήν, ἢ νεωλκηθήσεται ναῦς παρ' ἕνα ἕλκοντα, ἢ προσπελάσει τῷ καμπτῆρι παρὰ βῆμα ἕν, ἢ φαλακρωθήσεται παρὰ ἀφαίρεσιν μιᾶς τριχός;» εἰ τοίνυν μία θρὶξ κρανίῳ προσφῦσα γυμνῷ κόμην ἢ βόστρυχον οὐ ποιεῖ, οὐδ' ἄλλως κομήσει παρὰ μίαν ὁ ἐψιλωμένος, ἀλλ' ἀπειράκις μιᾶς προσφυομένης τριχὸς ἐπὶ ταῖς προηγησαμέναις κόμη γενήσεται, καὶ οὐ παρ' ἕνα μὲν κόκκον ὁ μέδιμνος πληρωθήσεται, ἀλλὰ τούτου ἀεί ποτε γιγνομένου ποτὲ πλησθήσεται, καὶ οὐ παρὰ μίαν τριχὸς ἀφαίρεσιν ψιλωθήσεται τὸ κρανίον, ἀλλ' εἰ πολλάκις τοῦτο ποιεῖς, ἡ ψίλωσις ἐπιγενήσεται– ἐπεὶ οὖν τὰ πλείω κατὰ σωρείαν γίνεται, οἷον κόμη, θημωνιὰ ἅλωνος, σωρείτης ὁ παραλογισμὸς ὠνόμασται. Τοῦτο τὸ σόφισμά τινες μὲν τῶν φιλοσόφων τῆς ἀπόρου ὕλης νενο μίκασιν, ὅθεν οὐδ' ἐπεχείρησαν λῦσαι. ὁ δ' Ἀφροδισιεὺς Ἀλέξανδρος διελύσατο εὐφυῶς, εἰπὼν ὅτι τὸ ἐν πλάτει γινόμενον στενῶς ἠρώτηκεν ὁ παραλογιζόμενος· οὐ γὰρ ἁπλῶς ὁ εἷς κόκκος πληροῖ τὸν μέδιμνον, ἀλλὰ τοῖς λοιποῖς συναριθμηθείς· οὐδὲ ἡ μία θρὶξ κομᾶν ποιεῖ, ἀλλὰ μετὰ τῶν λοιπῶν τὴν κόμην ἐργάζεται· οὐδ' ἁπλῶς τὸ τελευταῖον ἓν βῆμα τοῦ δρομέως τὴν νίκην ποιεῖ, ἀλλὰ τοῖς λοιποῖς συναριθμούμενον βήμασι. τοῦτο δὲ τὸ σόφισμα καὶ εἰρωνείαν οἱ τὰ τῆς νομικῆς φασιν ἐπιστήμονες, κἀντεῦθεν οὐδ' Ἑλληνικὸν τὸ ὄνομα οἴονται, ἀλλὰ Σύριον ἢ Αἰγύπτιον, ὅσοι δὲ καὶ ὡς Ἑλληνικῷ προσεχρήσαντο, βαβαὶ τῆς ἀμουσίας καὶ ὅσα καταφλυαροῦσι τοῦ ῥήματος· εἰ γὰρ καὶ προσχρῶνται ὥσπερ ἡμεῖς τῇ ἐπὶ τῆς ἅλωνος σωρείᾳ, ἀλλ' οὐκ ἴσασιν ὅ φασιν. ἐγὼ δέ, εἰ μήπω περιττό τερός εἰμι τοῦ δέοντος, καὶ νομικοῖς θέμασι τὸ σόφισμα προσαρμόσαιμι καὶ ὅπως εἰρωνεία παρ' ἐκείνοις ἐστὶ δηλώσαιμι. ἔστι τις παρ' αὐτοῖς ἐπὶ χρεωστήμασιν εὐθυνόμενος, ὃν ἀπογυμνώσας τῶν προσόντων ὁ δικαστὴς οὐκ ἐδέδοτο πάντα τῷ δανειστῇ, ἀλλὰ τὸ λοιπὸν τοῦ χρέους, ἔστ' ἂν ἐκεῖνος αὖθις εὐπορήσῃ, ἐταμιεύσατο. ἐπεὶ οὖν οὐ παρὰ δραχμήν τις μίαν εὔπορος γίνεται, οὐδέποτ' ἂν ὁ χρεώστης οὗτος τῷ δανειστῇ εὐθυνθήσεται. εὐπόρησε γὰρ δραχμήν· ἀλλ' ἐπεὶ μὴ παρὰ δραχμὴν εὔπορος, μετὰ τῶν ἀπόρων ταχθήσεται· εἶτ' αὖθις ἄλλην καὶ πάλιν ἄλλην καὶ ἄλλην· ἐν οὐδεμιᾷ γοῦν εὔπορος, ὅτι μὴ παρὰ μίαν δραχμὴν τὸ εὐπορεῖν. ὁ μὲν οὖν ἀεὶ τῆς μιᾶς προστιθεμένης τὰ Κόδρου κτήσεται κτήματα, ὁ δὲ δανειστὴς «λύκος» ἔσται «μάτην χανών», ἐπιστομιζόμενος τῷ «παρὰ μίαν δραχμὴν οὐδεὶς εὔπορος». εἰρωνεία γοῦν ἐστι τὸ πᾶν ἐξαπατῶντος τὸν δικαστὴν καὶ χλευάζοντος τοῦ συνηγοροῦντος τῷ εὐποροῦντι. Ἀλλ' οὐχ ὁ ἡμεδαπὸς ἐπὶ τούτοις δρουγγάριος ἐξαπατηθήσεται, ἀλλὰ μετὰ Σωκρατικῆς ἐπιστήμης τὴν Ἰταλῶν σοφίαν μεμαθηκώς, μάλα φιλοσόφως ἐρεῖ, ὡς οὐχ ἡ μία σε δραχμή, ὦ τᾶν, πεποίηκε πλούσιον, ἐπεὶ οὐδὲ παρὰ μίαν εὔπορος, ἀλλ' αἱ πολλαὶ μετὰ τῆς μιᾶς, αἳ δὴ καὶ τὴν ἐσχάτην προσλαβοῦσαι πλείω σοι τὰ προσόντα πεποιήκασιν.

Intertext edge

Open linked passage

Note