Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Ἑρμηνεία εἰς τὸ ῥητὸν τῆς Κλίμακοσ Ὃ μεμάθηκα, ἀλλ' οὐχ ὃ πέπονθα ἐπηγγειλάμην διδάσκειν ὑμᾶς· ὑμεῖς δὲ τῆς ὑποσχέσεως ὥσπερ ἐπιλαθόμενοι, καὶ πρὸς ἃ δὴ παθεῖν ἀνάγκη τὸν θεωρὸν ἡμᾶς καταναγκάζοντες ἕλκετε. ἐγὼ δέ, εἰ μέν τοι δι' ἀποδείξεως ἢ διαλεκτικῆς ἐξετάσεως μαθεῖν τι βούλεσθε, ἕτοιμος εἰς διδασκαλίαν· εἰ δὲ ταῖς ἀμέσοις τοῦ νοῦ θεωρίαις ἱμείρεσθε τὸν ὑμέτερον νοῦν προσάξαι τῷ νοητῷ, οὔτε βουλοίμην εἰπεῖν, οὔτ' εἰ βουλοίμην, δυναίμην ἄν. εἰς δύο γὰρ ταῦτα πᾶσα γραφὴ διῄρηται, ἥ τε θεόπνευστος καὶ τὸ λοιπὸν μέρος τῆς θύραθεν, εἴς τε τὸ διδακτικὸν καὶ τὸ τελεστικόν. τὸ μὲν οὖν πρῶτον ἀκοῇ τοῖς ἀνθρώποις παραγίνεται, τὸ δὲ δεύτερον, αὐτοῦ παθόντος τοῦ νοῦ τὴν ἔλλαμψιν, ὃ δὴ καὶ μυστηριῶδες Ἀριστοτέλης ὠνόμασε καὶ ἐοικὸς ταῖς Ἐλευσινίαις· ἐν ἐκείναις γὰρ τυπούμενος ὁ τελούμενος τὰς θεωρίας ἦν, ἀλλ' οὐ διδασκόμενος. ὅστις μὲν οὖν διὰ τοῦ αὐτοκινήτου τὴν τῆς ψυχῆς ἀθανασίαν ἐδέξατο, οὗτος διδασκαλικὴν ἔσχε τὴν μάθησιν, ἀλλ' οὐ τελεστικήν· εἰ δέ τις αὐτοπτήσας τῷ νῷ εἶδεν αὐτὴν τὴν ψυχήν, ἢ καὶ μὴ θεασάμενος ἀμέσως τῷ νῷ τὴν ἀθανασίαν ταύτης ἐδέξατο, οὗτος πε πονθώς ἐστι καὶ τελούμενος, οὐχ ὅτι καὶ μανθάνων οὐ πέπονθε (πάθος γὰρ καὶ ἡ μάθησις), ἀλλ' ὅτι ἐκεῖσε μὲν καὶ πεποίηκέ τι συνεισαγαγὼν τῇ σπουδῇ καὶ ξυντείνας τὸν νοῦν, ἐνταῦθα δὲ ἄρρητος ἡ θέα, ἀναισθήτων τῶν αἰσθητηρίων μενόντων, καθ' ἣν καὶ Παῦλος εἶδέ τε καὶ ἤκουσε τὰ ἀθέατα καὶ τὰ ἀπόρρητα καὶ Μωυσῆς τῷ θεῷ προσωμίλησε καὶ Ἰεζεκιὴλ καὶ ὁ θειότατος Ἡσαΐας τάδε ἢ τάδε τεθέανται. τοιοῦτός ἐστι καὶ ὁ μέγας οὗτος πατήρ, ὅν, διότι βαθμίσιν ἀπεικάζει τὰς ἀρετὰς καὶ κλιμακηδὸν εἰς αὐτὰς ἀναβιβάζει τὸν προσφοιτῶντα, ἐπὶ τῆς κλίμακος ὠνομάκαμεν. οὗτος τοίνυν ὁ τελεστικώτατος τῷ ὄντι ἀνήρ, τὴν θείαν φιλοσοφίαν οὐ μεμαθηκώς, ἀλλὰ πεπονθώς, αὐτὸ δὴ τὸ πάθος καὶ τὰς ἐπὶ διαφόροις καιροῖς τοῦ πάθους ἐξαλλαγὰς ἐν γραφαῖς ἀπορρήτως ἐξέθετο· ὁποῖον δὴ καὶ τοῦτο τυγχάνει τὸ παρὰ πολλῶν μὲν ἀπορούμενον, μηδέπω δὲ τυχὸν ἐπικρίσεως. ὁ γὰρ τῆς Κύρου ποιμὴν Θεοδώρητος ἀπεριμερίμνως ἥψατο τοῦ ῥητοῦ· οὐ θαυμαστὸν δὲ εἰ πλέον τι ἐκείνου ἡμεῖς εἰπεῖν ἔχομεν, ἑτέρωθεν λαβόντες τὰς ἀφορμάς. ἀλλ' οὐδ' ἐκεῖνο καινόν, εἰ τὸ ἑτέρου πάθος οἱ μηδὲν πεπονθότες διατρανοῦμεν ἡμεῖς· οὐ γὰρ ὅπως πέπονθεν, ἀλλ' ὅπως εἴρηκε διασαφῆσαι πειρώμεθα. Ἀλλὰ πρῶτον αὐτὸ τὸ ῥητὸν παραθήσομεν, εἶθ' οὕτως ἐξηγησόμεθα κατὰ δύναμιν. «μετερχόμενος» φησί «τὸ μέσον ἐν» τοῖς «μέσοις γέγονα, καὶ ἐφώτιζε διψῶντα· καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις· τί μὲν ἦν πρὸ τῆς ὁρατῆς αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐδὲ γὰρ ἠφίετο ὁ ἄρχων. πῶς δὲ νῦν πέλει ἠρώτων λέγειν· ἐν τοῖς ἰδίοις μέν, ἔλεγεν, ἀλλ' οὐκ ἐν τούτοις. ἐγὼ δέ· τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου; ἀδύνατον ἔφη ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα. πρὸς ὃ δέ μοι ὁ πόθος εἷλκε προσ αγαγεῖν τῷ καιρῷ ἐκείνῳ ἠρώτων· οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν δι' ἔλ λειψιν πυρὸς ἀφθαρσίας. ταῦτα εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα, εἴτε τούτου χωρὶς λέγειν εἰσάπαν οὐκ ἔχω». Αὕτη μὲν οὖν ὥσπερ ἐν ἀντωμοσίαις ἡ τοῦ χωρίου ὑφή· δεῖ δέ, ὥσπερ ἐπηγγειλάμεθα, κατὰ μέρος διελόντας, εἰκαστικῶς ἀπαγγεῖλαι τὸ δυσθεώρητον. «διερχόμενος» φησί «τὸ μέσον ἐν μέσοις γέγονα». χρὴ τοίνυν εἰδέναι ὑμᾶς ὅτι, ὥσπερ τῆς ἀνόδου τῶν ἀρετῶν τὰ μέν εἰσιν ἔσχατά τε καὶ πρόσγεια, τὰ δὲ ὑψηλὰ καὶ μετέωρα, τὰ δὲ μέσα καὶ μέτρια, οὕτω δὴ καὶ τῶν ἐν θεωρίᾳ νοήσεων ἡ μέν τις αὐτῷ τῷ πρώτῳ ἐγγίζει αἰτίῳ, ἡ δὲ ὑποβέβηκε καὶ διῄρηται, ἡ δὲ ἐγγύτατα τοῦ κάτω πέφυκε θεατοῦ. μετρούμεθα δὲ κατὰ τὸ μέτρον τῶν ἀρετῶν πρὸς τὰς ἀνόδους τῶν γνώσεων· καὶ ὥσπερ ἐπὶ τῶν πτερυσσομένων νεοττῶν {καὶ} πρὸς τὸ τῆς πτερώσεως μέτρον καὶ ἡ πρὸς τὸν ἀέρα πέφυκεν ἄνοδος, οὕτω δὴ καὶ ἐπὶ τῆς λογικῆς ταύτης πτερουφυΐας ἐστίν. καὶ ἵνα ὑμῖν πλατύτερον τὸ νόημα ἐξαπλώσωμεν, ἔστωσαν ἡμῖν τέσσαρες τῶν ἀρετῶν βαθμοί, καὶ ὁ μέν τις ἔστω τῶν πολιτικῶν, ὧν τέλος ἡ μετριοπάθεια, ὁ δὲ τῶν καθαρτικῶν τε καὶ θεωρητικῶν, ὧν τέλος ἡ ἀποχὴ τοῦ σώματος καὶ τὸ πρὸς τὰ πάθη ἀνένδοτον, ὅστις δὴ βαθμὸς καὶ συμβέβηκε τῇ ψυχῇ, ὁ δέ τις ἔστω νοερός, μεθ' ὃν ὁ παραδειγματικός. πρὸς γοῦν τὰ τέσσαρα ταῦτα μέρη καὶ αἱ γνώσεις τῶν ὄντων διῃρήσθωσαν. ἔστωσαν γὰρ καὶ αὗται πρακτικαὶ καὶ θεωρητικαὶ καὶ νοεραὶ καὶ παραδειγματικαί, καὶ ὥσπερ ἐπὶ τῶν ἀρετῶν μέσους βαθμοὺς εὕρομεν τὴν κάθαρσιν καὶ τὴν νοερωτάτην ἀνέλιξιν, οὕτω δὴ κἀπὶ τῶν γνώσεων μέσα τυγχάνει τὰ θεωρητὰ καὶ νοερά. «διερχόμενος» οὖν φησί «τὸ μέσον ἐν μέσοις γέγονα», τουτέστιν ὑπερβὰς τὴν πολιτικὴν ἀρετήν, ἣν δὴ πρακτικὴν ἡ θεία κατονο μάζει γραφή, καὶ ἀπὸ τοῦ σώματος καθαιρόμενος καὶ πόρρω γινόμενος, ἐν ταῖς μέσαις γέγονα γνώσεσιν, ἐπεὶ καὶ οὕτω συμβαίνει κατὰ τὸν λόγον τὸν τὰς μέσας ἀρετὰς μετερχόμενον τῶν μέσων ἔχεσθαι θεωριῶν. «Καὶ ἐφώτιζε» φησί «διψῶντα, καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις». τοῦτο δὲ τὸ «ἐφώτιζεν» οὐκ ἐπὶ τῶν μέσων ἀκουστέον, ἵν' ᾖ Ἀττικὴ ἡ σύνταξις, ὡς εἴ τις εἴποι «καὶ ἐφώτιζέ με τὰ μέσα διψῶντα», ἀλλ' ἐπὶ προσώπου νοητέον ὃ δὴ τέως παρῆκεν ἄρρητον. ἐφ' ἑκάσταις γὰρ ταῖς νοήσεσι δυνάμεις ἐφεστήκασι μυσταγωγοῦσαι τὸν θεωρὸν καὶ τὸ νοητὸν πλάτος διοίγουσαι. ἐφώτιζεν οὖν με διψῶντα, τουτέστιν ἀπλήστως ἔχοντα τῶν θεωριῶν ἐκάθαιρεν ἡ ἐφισταμένη τούτοις δύναμις, καὶ οἷον ἐνεπίμπλα, καὶ τὴν ἀχλὺν ἀποδιώκουσα τῆς ψυχῆς φαεσφόρους μοι τὰς πρὸς τὰ νοητὰ εἰργάζετο ἐμβολάς. ἐγὼ γοῦν ἀκορέστως διψῶν καὶ περὶ τῶν ὑψηλοτέρων ἱμειρόμην μαθεῖν· διψῶντι γὰρ ἀτεχνῶς ἐῴκειν. «καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις»· ὁ μὲν γὰρ πόθος πολύς, τὸ δὲ μέτρον τῆς μέσης ἀρετῆς πρὸς τὴν μέσην γνῶσιν ἀνθεῖλκέ με, καὶ πάλιν ἦν ἐν ἐκείνοις. «Τί μὲν» οὖν «ἦν» φησί «πρὸ τῆς ὁρατῆς αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐ γὰρ ἠφίετο ὁ ἄρχων». ἐπειδὴ γάρ, φησί, τὴν μέσην διερχό μενος ἀρετὴν ἐν μέσοις γέγονα, οὐκ αὐτὸς καθαρῶς ἑώρων τὸν θεόν, ἀλλ' ἐν συμβόλοις τισὶ καὶ ἰνδάλμασι· ποτὲ γάρ μοι ἡλιῶσα ὄψις ἐφαίνετο καὶ αὖθις ἀέριος καὶ πάλιν αἰθέριος, καὶ νῦν μὲν ἠλεκτρώδης καὶ ἐπὶ φλογίνου ὀχήματος, νῦν δὲ ὡς εἶδος τοῦ βεζέκ, τουτέστι τῆς ἀστραπῆς, καὶ νῦν μὲν γὲλ ἐῴκει, τουτέστι τροχῷ, νῦν δὲ δὶς τοῦτο, ἤτοι κύκλοις ἐπιπεπλεγμένοις. τὰ μὲν οὖν ὁρώμενα τοιαῦτα ἦν ὡς εἰκός· ἐμοῦ δὲ ζητοῦντος αὐτὸν τὸν θεὸν ὅστις ἐστὶν ἰδεῖν ἔξω τῆς ὁρωμένης ταύτης μορφῆς τυγχάνοντα, διδάσκειν ὁ ἐφεστηκὼς οὐκ ἠδύνατο, οὐχ ὅτι μὴ δύναμις ἦν αὐτῷ δεῖξαί μοι τὸ ζητούμενον, ἀλλ' ὅτι καταμετρήσας τὴν θεωρίαν πρὸς τὴν ἐμὴν τῶν ἀρετῶν δύναμιν διὰ τῆς ἑαυτοῦ ἀδυναμίας τὴν ἐμὴν ἔλλειψιν ὑπῃνίττετο. «οὐ γὰρ ἠφίετο ὁ ἄρχων». ὁ γὰρ ἐφεστηκώς, φησί, καὶ διασαφῶν μοι τὴν ὅρασιν ταῖς ἐμαῖς ἐλλείψεσιν ὥσπερ ἐμποδιζό μενος οὐκ ἠφίετο ἔξω συμβόλων μοι ὑποδεικνύειν τὰ νοητά. «Πῶς δέ» φησί «νῦν πέλει ἠρώτων· ἐν τοῖς ἰδίοις, ἔλεγεν, ἀλλ' οὐκ ἐν τούτοις». ἀπεγνωκώς, φησί, τῆς ὑψηλοτέρας θέας, τοιοῦτον τῷ ἐφεστῶτι προσῆγον ἐρώτημα· πῶς ὁ ἀσώματος καὶ ἀναφὴς καὶ ἀθέατος ἠλέκτρινός μοι νῦν καὶ ἡλιώδης ὁρᾶται, καὶ νῦν μὲν ἑστηκώς, νῦν δὲ καθήμενος καὶ ἐπ' ὀχήματος ἵππους ἡνιοχῶν; ὁ δέ φησιν, «ἐν τοῖς ἰδίοις, ἀλλ' οὐκ ἐν τούτοις», τουτέστι πρὸς τὴν σὴν δύναμιν ταῦτα διατυποῦται τὰ σύμβολα, καὶ πρὸς τὸ σὸν μέτρον καὶ ὁ τροχὸς πέπλασται καὶ ὁ διαφανὴς ἤλεκτρος καὶ τἆλλα δὴ τὰ σωματικά. ἐκεῖνος δὲ «ἐν τοῖς ἰδίοις, ἀλλ' οὐκ ἐν τούτοις»· ὥσπερ γὰρ «οὐκ ἐν χειροποιήτοις κατοικεῖ» κύριος, οὕτως οὐδὲ ἐν διατυπώ σεσί τισι καὶ πλάσμασι. προβέβληνται δὲ ταῦτα ἀποτειχίζοντα τὴν ἐκκεκιβδηλευμένην ψυχὴν καί, ἵνα τὸ μετριώτερον εἴπω, τὴν μὴ δυναμένην καθαρῶς ἐνατενίσαι πρὸς τὴν ἀλήθειαν, ἀλλ' ἔτι τοῦ «ἐσόπτρου» ἐχομένην καὶ τοῦ «αἰνίγματος». Εἶτα καὶ δεύτερον ἐπῆγον ἐρώτημα· «τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου;» ὁ δὲ «ἔφη ἀδύνατον ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα». ἐπειδὴ γὰρ τὸ ὁρώμενόν μοι ἐν δεξιᾷ κατεφαίνετο, νῦν μὲν ἑστηκός, νῦν δὲ καθήμενον, περὶ αὐτοῦ τούτου διεπυνθανόμην πῶς δὴ ὁ πάντων αἴτιος θεὸς καὶ τῶν ὅλων ἀσχέτως ἐπιδεδραγμένος, καὶ ἐν τῷ παντὶ ὢν καὶ ὑπὲρ τὸ πᾶν, μᾶλλον δὲ καὶ ὑπὲρ τοῦτο, ὥσπερ ἔν τινι κόσμου μέρει χωρούμενος ἐν δεξιᾷ μοι φαίνεται, νῦν μὲν ἐπὶ γόνυ καθήμενος, νῦν δὲ ἱστά μενος ἀκλινῶς. ὁ δὲ ἀδύνατον ἔφη ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα· ἐπειδὴ γὰρ οὐκ αὐτόθεν ἐχώρησας τὴν τῆς καθέδρας δύναμιν καὶ τῆς στάσεως οὐδὲ νοεραῖς ἀντιβλέψεσι τὴν διαφορὰν τούτων ἔσχηκας, πῶς ἂν ἐξ ἀκοῆς διδαχθήσῃ τὰ μηδὲ γυμνῷ τῷ νῷ χωρητά; «Πρὸς ὃ δέ μοι ὁ πόθος εἷλκε τῷ καιρῷ ἐκείνῳ ἠρώτων· οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν δι' ἔλλειψιν πυρὸς ἀφθαρσίας». ἐν ᾧ γάρ, φησί, διελεγόμην πρὸς τὴν ἐφεστηκυῖαν δύναμιν, ἐπειδὴ ταῖς ἐμοὶ συμμέτροις κατελαμπόμην αὐγαῖς, πάλιν ἐγλιχόμην ἰδεῖν καὶ τὰς κρείττονας, καὶ κατελιπάρουν τὸν τῆς θεωρίας ἄρχοντα κατὰ τὸν καιρὸν ἐκεῖνον προσαγαγεῖν μοι ταῖς ὑπερτέραις θέαις, ἐφ' ἃς δή με ὁ τῆς ψυχῆς ἔρως ἠρέθιζεν. ὁ δὲ «οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν δι' ἔλλειψιν πυρὸς ἀφθαρσίας». τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἡ ἡμετέρα ψυχὴ θεία πέφυκε καὶ ἀθάνατος, εἰς δὲ γένεσιν ἐληλυθυῖα καὶ πρὸς τὴν ὕλην πεσοῦσα, ἀπὸ μὲν τῆς ἀθανασίας οὐ μετεβάλετο οὐδὲ φθαρτὴ γέγονε, σωματοειδὴς δὲ καὶ οἷον θνητοειδής, ἀλλοιουμένη καὶ ἐπιλανθανομένη καὶ πρὸς μυρίας τρεπομένη μεταβολάς. ἀλλ' οὕτως ἔχουσα καὶ «συμπεφυρμένη» τῷ σώματι καὶ «τῆς αὐτοῦ ἀναπεπλησμένη φύσεως», οὔτε ἐν τοῖς ἐσχάτοις οὔτε ἐν τοῖς πρώτοις οὔτε ἐν τοῖς μέσοις γενήσεται. εἰ δὲ ἐπιγνοίη μὲν αὑτῆς τὸ ἀξίωμα, ὅτι ἄφθαρτος καὶ ἀίδιος, πειρᾶται δὲ διαιρεῖν αὑτὴν καὶ διαστέλλειν ἀπὸ τοῦ σώματος καὶ ὥσπερ ἐπανάγειν αὑτὴν ἀπὸ βυθοῦ καὶ πρὸς τὴν προτέραν ἀφθαρσίαν ἀποκαθ ίστασθαι, καὶ τὴν ἐμπύριον αὑτῆς οὐσίαν ἀμιγῆ πρὸς τὸ σῶμα ποιεῖν (ἐμπύριον δέ φημι, οὐχ ὅτι πῦρ ἐστιν, ἀλλ' ὅτι λεπτομερὴς καὶ αἰθέριος καὶ πυρὶ κατὰ τοῦτο ἐοικυῖα), τηνικαῦτα πρὸς τὸ μέτρον τῆς ἀπὸ τοῦ σώματος ἀποστάσεως τὴν πρὸς τὸν θεὸν προσλαμβάνει ἀπόστασιν ἢ ἐγγύτητα. ἐπεὶ οὖν ὁ θεῖος οὗτος πατὴρ ἀπὸ τῆς ὕλης τὴν ψυχὴν συλλεξάμενος ἐν ταῖς μέσαις ἔστησεν ἀρεταῖς καὶ οὔπω τὸ πᾶν τῆς ἀφθαρσίας συνήθροισε πῦρ, διὰ ταῦτά φησιν εἰρηκέναι αὐτῷ τὸν ἐφεστηκότα μὴ ἥκειν τὴν ὥραν καθ' ἣν τοὺς τύπους μὲν ὑπερβήσεται, ἄπλαστον δὲ καὶ ἀδιατύπωτον γνώσεται τὸν θεόν, δι' ἔλλειψιν πυρὸς ἀφθαρσίας. σαυτὸν γάρ, φησίν, αἰτιῶ ὅτι μὴ περαιτέρω χωρεῖς· ἀκμὴν γὰρ κατέχῃ τῷ σώματι καὶ οὐχ ὅλον σοι τὸ τῆς ἀφθαρσίας συνήθροισται πῦρ. Εἶτα ἐπάγει ταῦτα· «εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα, εἴτε τούτου χωρὶς λέγειν εἰσάπαν οὐκ ἔχω», συνῳδὰ τῷ Παύλῳ φθεγγόμενος. τὴν μὲν γὰρ ὅρασιν ὡς εἶχεν ἀπήγγειλεν· εἴτε δὲ κατ' ἔκστασιν νοῦ εἴτε κατὰ κάθοδον τοῦ νοητοῦ εἴτε ὀφθαλμοῖς αὐτοῖς καὶ ὠσὶ τὰ μὲν ἑώρα, τῶν δὲ ἤκουε, λέγειν οὐκ ἔχω, φησίν. Ἀλλ' ἐπειδὴ πλείων ἐντεῦθεν τῆς ἀπορίας ὁ λόγος, δεῖται δὲ καὶ ἡ ἐπίλυσις τούτου θεολογικωτέρας διδασκαλίας, ὥστε εἰδέναι ἡμᾶς πῶς μὲν αὐτοψίαι γίνονται, πῶς δὲ ἐποπτεῖαι, καὶ πῶς τὰ μὲν κατ' αὐτο φάνειαν, τὰ δὲ διὰ μέσων ἡμῖν ὁρᾶται, ἐνταῦθα καταπαύσω τὸν λόγον, τοσοῦτον εἰπὼν ὅτι καὶ τοῖς θεωροῦσιν ὁμοῦ καὶ τοῖς περὶ ὧν ἐκεῖνοι τεθεωρήκασι λέγουσιν ἐξ εἰκασμάτων αἱ ἀφορμαὶ καὶ τῶν ὄψεων καὶ τῶν ἐπιλύσεων. 31 [μ] ηʹ. Εἰς τὸ «ὅσοι ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται» «Ὅσοι» φησίν «ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐννόμως ἥμαρτον διὰ νόμου κριθήσονται». εἶτα ζητεῖτε τί ποτέ ἐστι τὸ τοῦ ἀνόμως σημαινόμενον, καὶ διὰ τί τοῖς μὲν ἀνόμως ἁμαρτήσασιν ἀπώλεια, τοῖς δὲ διὰ νόμου κρίσις ἀποκεκλήρωται. ἐγὼ δὲ καὶ τοῦτο ζητῶ, ἐν ποίᾳ τῶν ζωῶν ταῦτα γενήσεται, ἆρα ἐν ᾗ βιοτεύομεν νῦν, ἢ πρὸς ἣν παραπεμφθησόμεθα, ἥτις «ἐν Χριστῷ» κατ' αὐτὸν τὸν ἀπόστολον «κέκρυπται»; ἀλλὰ πρὸς τὴν πρώτην ἀπορίαν θετέον καὶ τὴν ἐπίλυσιν. Ἰστέον τοίνυν ὅτι τοῦ ἀνόμως ἀπολωλέναι τινὰ δύο τὰ σημαινόμενα· ἓν μὲν τὸ χωρὶς νόμων διαταγῆς, ἕτερον δὲ τὸ παρὰ τὸν νόμον τῆς φύσεως· τί δὲ τοῦτό ἐστι προϊὼν ὁ λόγος ἐρεῖ. δεῖ δὲ πρὸ πάντων μὲν εἰδέναι ὡς ὁ ἐν γράμμασι νόμος πρῶτον μὲν ἐπὶ Μωυσέως καὶ παρὰ Μωυσέως ἐδόθη, εἶθ' ὕστερον ὑπ' αὐτοῦ τοῦ Χριστοῦ, τοῦ καταλύσαντος μὲν τὸν ἐν σκιᾷ νόμον, ἐπεισαγαγόντος δὲ τὸν τῆς χάριτος. ἀφ' οὗ δὲ γεγόναμεν ἄνθρωποι, μόνοις κατηυθυνόμεθα τοῖς νόμοις τῆς φύσεως, νόμος δὲ φύσεως ἡ ἀδίδακτος τῶν καλῶν αἵρεσις καὶ φυγὴ τῶν κακῶν, καὶ τῆς μὲν ἀληθείας ἐπίγνωσις, τῆς δὲ πλάνης ἀπόδρασις· ὁ γὰρ γενεσιουργὸς τῶν ἡμετέρων ψυχῶν πάσας τὰς ἀφορμὰς τῶν τε καθ' αἵρεσιν καὶ φυγὴν καὶ τῶν κατὰ διάγνωσιν ἅμα τῷ ποιῆσαι εὐθὺς κατεντίθησι. Ταύτην δὲ τὴν φύσιν οὐκ ἀνθρώποις μόνοις συνέκλεισεν, ἀλλὰ καὶ πᾶσι τοῖς ζῴοις ὑφήπλωσεν, ἀφ' ἧς ἴδοι τις τὸν ἀράχνην αὐτομάτως διαρτῶντα τοὺς μίτους, καὶ τοὺς μὲν εἰς κύκλους ἀπακριβοῦντα, τοὺς δὲ οἷόν τινας στυλίσκους ὑποτιθέντα. κατὰ ταύτην καὶ μύρμηξ ὥρᾳ θέρους τὸν σῖτον ἐν μυχοῖς ἀποτίθησι γῆς καὶ χειμῶνος ἐξάγων ὑπὸ θερμῇ ὑφαπλοῖ τῇ ἀκτῖνι, καὶ ἡ χελιδὼν τὴν καλιὰν πήγνυσι, καὶ ἡ μέλισσα τὰ ἐν τοῖς σίμβλοις πλάττει ἑξάγωνα καὶ ἑκάστην πλευρὰν παρ' ἑκάστην τίθησι. διὰ ταύτην καὶ ὄφις τμηθείς, εἶτα τῷ μαράθρῳ διαλείψας τὰ τμήματα συγκολλᾷ, καὶ ἡ χελιδόνιος δὲ βοτάνη ἀπὸ τοῦ περὶ τὴν χελιδόνα πάθους τὴν κλῆσιν εἴληχε· ταύτην γὰρ προστριβομένη ἡ χελιδὼν ἀμβλυώττουσι τοῖς ὀφθαλμοῖς ὑπανοίγνυσιν. εἰ τοίνυν ἐν τοῖς ἀλόγοις τῶν ζῴων φυσικῶς ταῦτα ἐνέσπαρται, πόσῳ γε μᾶλλον ἡμῖν τοῖς τοῦ λόγου μετειληφόσι καὶ νοερᾶς ἕξεως. Ἀλλὰ μέχρι μὲν τῶν χρόνων Μωυσέως ὁ τῆς φύσεως ἐν ἡμῖν ἐνήργει θεσμός, καὶ διὰ τοῦτον Ἄβελ μὲν ἐδικαιοῦτο παρὰ τῷ θεῷ, Κάιν δὲ κατεκρίνετο· καὶ Νῶε μὲν τῆς παρὰ τοῦ κρείττονος εὐφημίας ἠξιοῦτο καὶ ἐν τῇ κιβωτῷ διεσῴζετο, ὁ δὲ περὶ τὰ Σόδομα ἐναυάγει λαός, καὶ Ἰακὼβ μὲν εὐλογίας τυγχάνει πατρικῆς, ἀπὸ δὲ μήτρας Ἡσαῦ ἀφορίζεται· καὶ Ῥουβεὶμ μὲν ὡς ἐπιβὰς τῆς πατρικῆς εὐνῆς κατακρίνεται, ὣς δὲ καὶ Λευῒ καὶ Συμεών, ὅτι πανούργῳ τρόπῳ κατὰ τῶν ἀλλοφύλων χρησάμενοι παρανομίαν εἰργάσαντο· Ἰούδας δὲ τῶν ἀδελφῶν χωρίζεται, καὶ ὁ πολλοστὸς λαμβάνει τὰ πρωτοτόκια. Οὗτοι τοιγαροῦν ἅπαντες (καὶ τοὺς πλείους ὁ λόγος παρῆκε) κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ «ἀνόμως», χωρὶς νόμων ἀπὸ γραφῆς, παρὰ τὸν νόμον τῆς φύσεως πλημμελήσαντες ᾤχοντο. οἱ δ' ἐπὶ Μωυσέως καὶ μετ' ἐκεῖνον πρὸς τῷ τῆς φύσεως νόμῳ καὶ τὸν ἐν δέλτοις δεξάμενοι, εἶτ' ἐναντία τούτοις διαπραττόμενοι, διὰ νόμου τὴν κατάκρισιν ἔχουσιν. οἵ τε γὰρ τὰ σάββατα μὴ τηροῦντες καὶ οἱ τὴν περιτομὴν ἀθετοῦντες καὶ οἱ νεκροῦ μὲν ἁπτόμενοι σώματος, ἔπειτα τοῖς ἱεροῖς προσιόντες καὶ μὴ ἁγνιζόμενοι, καὶ οἱ μὴ τῷ ἀσβέστῳ πυρὶ χρώμενοι, καὶ οἱ ἄλλο τι τῶν ἐν τοῖς νόμοις ἀναγεγραμμένων παραβαίνειν τολμῶντες διὰ τῆς τοῦ νόμου δυνάμεως κατακρίνονται. οὐχ ἡ αὐτὴ δὲ παρ' ἀμφοτέροις τῶν ἐπιτιμίων δύναμις, ἀλλὰ τοῖς μετὰ τὸν ἀναγεγραμμένον νόμον ἁμαρτήσασι καὶ τὸ δικαστήριον φρικωδέστερον καὶ ἡ ἀπόφασις βαρυτέρα. οἱ μὲν γὰρ ὑπὸ τὸν τῆς φύσεως τελοῦντες μόνον θεσμὸν αὐτὸν μόνον ἐφεστηκότα τοῖς πράγμασι καὶ κατήγορον ἢ συνήγορον ἔχουσιν· οἱ δὲ μετὰ τούτου καὶ τὸν ἐν γράμμασι νόμον δεξάμενοι, διπλῆν ἔχοντες τὴν ὁδηγοῦσαν πρὸς τὸ καλὸν δύναμιν καὶ τῶν χειρόνων ἀπάγουσαν, μείζονος τυγχάνουσι καὶ κολάσεως. οἱ μὲν οὖν φυσικοὶ μόνον (οὕτω γὰρ κλητέον τοὺς κυβερνωμέ νους ὑπὸ τῆς φύσεως) ἀφ' ἑαυτῶν μόνων ἀπόλλυνται, οὐδενὸς αὐτοῖς τὸν ἐν τοῖς γράμμασι νόμον ὑπαναγινώσκοντος, καθ' ὃν δέον βιοτεύειν, τοῦτον παραβεβήκασι· τοῖς δὲ νομικοῖς (οὕτω γὰρ τὴν ἑτέραν μοῖραν κλητέον) ἥ τε φύσις ἔνδοθεν κατηγοροῦσα ἐφίσταται καὶ ὁ γραμματεὺς ἔξωθεν ὑπαναγινώσκει τὸ βιβλίον καὶ διαιρῶν ἐν κεφαλαίοις τὸν νόμον δείκνυσι, τίνες μὲν αἱ παρὰ τούτῳ διατάξεις, τίνα δὲ οὗτοι παρὰ ταύτας εἰργάσαντο. πολλὴ οὖν ἡ διαφορὰ τοῖς ὑπὸ νόμοις δυσὶ κρινομένοις πρὸς τοὺς ὑφ' ἑνί· ὅθεν οἱ μὲν καὶ ἀνόμως ἀπολοῦνται, οὐδὲ γὰρ ἔχουσι τὸν ἐν γράμμασι νόμον κατήγορον, ἀπολοῦνται δ' οὖν· τοῖς δὲ σὺν τῷ φυσικῷ καὶ ὁ γραπτὸς ἐπανίσταται νόμος τὰ κατ' ἐκείνων ἐπαυξάνων ἐγκλήματα. Ἀλλὰ ζητεῖτε διὰ τί τοῖς μὲν ἔλαττον ἡμαρτηκόσι τὸ τέλος ἀπώλεια, τοῖς δὲ τὸ πλέον παρανομήσασι τὸ διὰ νόμου κεκρίσθαι ἀποκεκλήρωται, ὅπερ καταδεέστερον τῆς ἀπωλείας δοκεῖ· διὰ τί γὰρ ὁ μὲν ἀπόλλυται, ὁ δὲ κρίνεται, δέον τὸν μὲν νομικὸν ἀπολλύναι, τὸν δὲ φυσικὸν κρίνεσθαι; πρὸς δὲ τὴν τοιαύτην ἀντίρρησιν ἐκεῖνο ἂν εἴποιμι, ὅτι αἱ τῶν ὀνομάτων σημασίαι τὴν ἀμφιβολίαν ταύτην ἡμῖν ἐμπεποιήκασιν, ἐπεί, εἴ γέ τις ἐθέλοι σκοπεῖν αὐτὴν τὴν ἀλήθειαν, μείζων ἐνταῦθα τῆς ἀπωλείας ἡ κρίσις· κρίσιν γὰρ οὐ τὴν ἁπλῶς ἐξέτασιν ἐν τῷ λόγῳ νοητέον, ἀλλὰ τὴν μετὰ τὴν ἐξέτασιν κατάκρισιν, τὸ δὲ κατακεκρίσθαι παρὰ τοῦ θεοῦ βαρύτερον τοῦ ἀπολωλέναι. ἀπόλλυται γὰρ ὁ φυσικῶς ἁμαρτάνων, οὐκ ἀφανιζόμενος ἢ εἰς τὸ μὴ ὂν χωρῶν κατὰ τὴν δοκοῦσαν σημασίαν τῆς ἀπωλείας, ἀλλὰ τῆς σωτηρίας μὴ τυγχάνων τῆς κρείττονος· ὁ δὲ τὸν νόμον παραβὰς μετὰ τοῦ μὴ τυγχάνειν καὶ κατακέκριται. ὥστε ὁ μὲν οὐ τεύξεται τῶν ἀγαθῶν, ὅπερ ἐστὶ τὸ ἀπολωλέναι, οὐδὲ τῆς σῳζομένης μερί δος γενήσεται, ὁ δὲ καὶ μετὰ «τῶν ἐρίφων» στήσεται καὶ πικρῶς ἐφ' οἷς πεποίηκεν ἐξετασθήσεται καὶ ἀναγινωσκομένῳ τῷ νόμῳ αἰσχυνθήσεταί τε καὶ ἐντραπήσεται καὶ τέλος «τῷ πυρὶ τῷ αἰωνίῳ» παραπεμφθήσεται, ὅπερ ἐστὶ τὸ «κριθήσεται». Οὕτω μὲν οὖν κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ «ἀνόμως» ἐξωμαλίσα μεν, τὴν ἀπώλειαν ἐλάττονα τῆς κατακρίσεως δείξαντες· εἰ δὲ κατὰ τὸ ἕτερον τὸ «ἀνόμως» διερμηνεύσομεν, οὐκέτι πρὸς τὴν καινοτομίαν τῆς λέξεως βιασθείημεν, ἀλλ' αὐτὴν ἐφ' ἑαυτῆς θήσομεν. ἰστέον οὖν ὅτι εἰσί τινες ἁμαρτίαι τῆς φύσεως, ἃς ὁ κατὰ ταύτην θεσμὸς οὐκ ἐπίσταται· τὸ γοῦν «ἀλλάττειν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν», ὅπερ ἐπὶ τῶν θηλειῶν ἐζήτησεν ὁ ἀπόστολος, καὶ τὸ ἄρρεν τῷ ἄρρενι ἐπιθόρνυσθαι παρὰ τὸν ἐν τῇ φύσει νόμον ἐστίν. ὅσοι γοῦν πρὸς τὴν τοιαύτην ἀνομίαν τοῖς παρὰ φύσιν πάθεσι συνηλάθησαν «ἀνόμως ἀπολοῦνται», τουτέστιν οὐχ ὑπ' αὐτῆς τῆς φύσεως συγκατηγορούμενοι, ἀλλὰ παρά τινος ἑτέρας χείρονος καὶ βαρυτέρας δυνάμεως. τρία οὖν ὁ λόγος ὑποτίθησι δικαστήρια, ἓν μὲν τοῖς μὴ κατὰ τὸν γραπτὸν νόμον βιώσασι, καὶ ἄλλο τοῖς μὴ τῷ νόμῳ πεισθεῖσι τῆς φύσεως, καὶ τρίτον τὸ φρικωδέστερον τοῖς παραλ λάξασι τὴν φύσιν καὶ «ὑπὲρ τὰ ἐσκαμμένα πηδήσασιν», οἳ δὴ ἐλάχιστα τῆς ἐν τῷ δικαστηρίῳ ἀξιωθήσονται κρίσεως· εὐθὺς γὰρ ἀπολοῦνται τῷ βαθυτέρῳ σκότῳ παραπεμπόμενοι, ὡς μηδὲ αὐγῆς βραχείας τυγχάνειν τοῦ ἀγαθοῦ, εἰ μὴ μετανοίᾳ τὴν ἑαυτῶν ζωὴν διορθώσονται. οὐκ «ἐν τῷ μέλλοντι» δὲ μόνον ταῦτα «αἰῶνι» γενήσονται, ἀλλὰ κἀνταῦθα πολλοὶ καὶ κατακρίνονται καὶ ἀπόλλυνται. τὴν διττὴν ταύτην ἀπώλειαν κατεκρίθη Μανασσῆς, τὸν ἐν γράμμασι νόμον παραβάς, ἀλλ' αὖθις σωτηρίας τετύχηκε καὶ πρὸς τὸν κρείττονα βίον ἐπανελήλυθεν. ἀπώλετο Κάιν τὸν ἐν τῇ φύσει νόμον παραβάς, ἀλλ' οὐκ εὐθὺς ἐξ ἀνθρώπων ἠφάνισται, μετρίας δὲ τετύχηκε τῆς παιδεύσεως. ἡ δὲ ἐν Σοδόμοις πόλις, ἀνόμως ἐξαμαρτήσασα καὶ τὴν φύσιν ὑπερπηδήσασα ἐπὶ τὸ χεῖρον, αὔτανδρος τῷ θείῳ κατηναλώθη πυρί. Οὕτως ἐγὼ τὴν ἀποστολικὴν ἔννοιαν ἐφ' ἑκατέρους ἕλκω τοὺς χρόνους· οὐδὲν γὰρ τῷ τῆς ἀληθείας λυμανεῖται λόγῳ, εἴ τι παρὰ τὴν κειμένην ἔννοιαν ἀκριβέστερον ὁ ἡμέτερος λόγος προσεξευρίσκει. 32 μθʹ. Εἰς τὸ ῥητὸν τοῦ Ἰὼβ τὸ ὅτι «καὶ ὁ διάβολος παρέστη ἐνώπιον τοῦ κυρίου» σὺν τοῖς ἀγγέλοισ Οὐκ ἐβουλόμην τοῦτο μόνον διαλύσασθαι τὸ ἀπόρημα, διότι φάραγγες αὐτῷ ἑκατέρωθεν περιερρώγασι καὶ κρημνοί, μία δέ τις ἀταρπὸς πρὸς αὐτὸ φέρουσα στενωτάτη ἄγαν «καὶ ἀμφιτάλαντος» καὶ «τῶν ὁδευόντων τὸν νοῦν συνάγουσα πρὸς ἀσφάλειαν»· ἐκ θατέρου δὲ μέρους καὶ ἑτέρα τις ὁδὸς ὁμαλωτάτη καὶ συνήθης αὐτῷ κατεσκεύασται, ἣν ὑμεῖς βαδίσαι οὐκ ἂν ἀνέξεσθε, εἰθισμένοι πάλαι τῶν μὲν λεωφόρων ἐκτρέπεσθαι, κατὰ δὲ τὰς αἶγας, εἰ μή μοι μέμφοισθε, «ἅλμασιν ἀκρωνύχοις ἀποξέειν τὰς πέτρας» καὶ τῆς Ἀόρνου πέτρας κατατολμᾶν, ἣν Ἀλέξανδρος μὲν ὁ βασιλεὺς ἰδεῖν ἐπεθύμησεν, οὐκ ἐτόλμησε δέ, τὸν ὑπὲρ ταύτης ἀέρα φοβούμενος. ἀλλὰ τίς ἡ πλατεῖα αὕτη τρίβος καὶ ὁμαλή; ἡ τῆς Ἑβραΐδος διαλέκτου συνήθεια, ἣ δή, ἔλαττον τῶν δογμάτων φροντίζουσα, ἐν ταῖς διηγήσεσι τῷ καινῷ τῶν ὑπολήψεων καὶ ταῖς περὶ ἕκαστον τῶν διηγουμένων ἐμφάσεσι δεινῶς κατασείει τὸν ἀκροατήν. οὕτω τοιγαροῦν καὶ ὁ Ἰεζεκιὴλ καὶ ὁ Δανιὴλ καὶ ὁ τοῦ Ἀμὼς Ἡσαΐας καὶ ὁ συμπαθέστατος Ἱερεμίας καὶἁπλῶς οἱ προφῆται σύμπαντες τὰς ὑποκειμένας αὐτοῖς ὑποθέσεις λέξεσι τροπικαῖς καὶ διηγήμασι πολὺ τὸ ἐμφατικὸν ἔχουσιν ἐξώγκωσαν. αὐτίκα Ἰεζεκιὴλ «ἐξαίροντι πνεύματι» ἀπεικάζει τὸν Βαβυλώνιον «ἀπὸ βορέα» ἐρχόμενον πτέρυγάς τε αὐτῷ περιτίθησι καὶ συριγμὸν ἐν ταῖς πτέρυξι καὶ ῥοῖζόν τινα περὶ τὴν κίνησιν φοβερώτατον, καὶ Ἡσαΐας δὲ αὐτὸν τοῦτον γίγαντι ἀπεικάζει καὶ τοὺς καταχθονίους πάντας ἐκπεπλῆχθαι, ὅτε πρὸς αὐτοὺς ἧκε τῷ θανάτῳ λυθείς, ὅτι μετὰ τούτων ἐγένετο κατενε χθεὶς τῆς ἐπάρσεως. οὕτω τοιγαροῦν σύμπασαν εὑρήσεις τὴν Ἑβραΐδα διάλεκτον οὐκ ἐστενοχωρημένην τοῖς ῥήμασιν, ἀλλὰ καὶ μάλα διαχεομένην καὶ κατὰ πλουσίαν πλατυνομένην ταῖς ὑποκειμέναις τῶν ὑποθέσεων. Καὶ μάλιστά γε οἱ ταύτην ἐξακριβώσαντες πλείονα τὸν ὄγκον τοῖς συντάγμασιν ἑαυτῶν συνεισήνεγκαν. ὧν δὴ τὰ πρῶτα τὸν ἐκ Δαυὶδ Σολομῶντα αὐτὸς τίθημι· εἰ γὰρ καὶ μὴ ἠκρίβωσα τὴν διάλεκτον, ἀλλ' ἀπό γε τῶν Ἑξαπλῶν καί τινων ῥηματίων ἑτέρων Ἑβραϊκῶς συγκειμένων ἔγνων ὅπως τὰ Σολομῶντος τῶν λοιπῶν ὑπερέχει. τούτου δή φημι καὶ τὸν παρὰ τῷ Ἰὼβ διάλογον ἀξιοσπούδαστον εἶναι πόνημα. ὥσπερ γὰρ τὰ κάλλιστα τῶν ἀγαλμάτων καὶ ὁπόσα δὴ εἰς ἦθος ἐρρύθμισται τὴν τοῦ Φειδίου χεῖρα ἢ Πολυκλείτου τέχνην κατηγορεῖ, οὕτω δὴ καὶ τῶν συγγραμμάτων τὰ ἀνθηρότατα τὴν Σολομώντειον εὐθὺς παρεισάγει τέχνην καὶ δύναμιν. καὶ ὥσπερ οὐκ ἄν με διαλάθοι λόγος Λυσιακός, ἀλλ' ἡ χάρις καὶ ἡ σαφήνεια πρὸς τὴν γνῶσιν ἐνέγκοι τοῦ ῥήτορος, οὕτω δή με οὐ διαφεύξεται Σολομῶντος μελέτημα, ἀλλ' ἡ τῶν λόγων ἠχὼ καὶ ὁ τροπικὸς χαρακτήρ, τό τε τῶν διηγημάτων οἷον κρημνῶδές τε καὶ ἀπότομον ἐπ' αὐτὸν ἄν με κάλλιον ὁδηγήσοι ἢ τὸν Ἡρακλῆν ὁ Ἑρμῆς ἐπὶ τὴν τυραννικὴν κορυφήν. καὶ γὰρ ὡς ἀληθῶς κρημνὸς ἀχανὴς καὶ πέτρα τις ἀπορρὼξ τὸ οἴεσθαι τὸν διάβολον ἑστάναι μετὰ τῶν ἀπτώτων ἀγγέλων ἐνώπιον τοῦ θεοῦ, καὶ αὖθις «τὸν εἰδότα πάντα πρὶν γενέσεως αὐτῶν» τῶν μὲν λοιπῶν μὴ πυνθάνεσθαι, ἐκεῖνον δὲ ἐρωτᾶν «πόθεν πάρει;» κἀκεῖνον αὖθις μετὰ θράσους ἀποκρίνασθαι ὡς πᾶσαν «ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν» καὶ μηδὲν ἄβατον ἑαυτῷ καταλιπών, ἀθρόον αὖθις παρ έστηκα. Ἡ μὲν οὖν πλατεῖα ὁδὸς αὕτη καὶ ἀληθεστάτη τοῦ ῥητοῦ καὶ συντο μωτάτη ἐξήγησις. ἀλλ' ὑμεῖς γε, εὖ οἶδα, οὐ βούλεσθε διὰ τῶν φανερῶν δρόμων ἰέναι οὐδὲ τοῖς ἁπαλωτέροις τῶν κισσῶν οὐδὲ κατατρυφᾶν τῶν ὡρῶν ἐν καιρῷ, ἀλλὰ ζητεῖτε καὶ ἐν χειμῶνι τὸ ῥόδον, καὶ δέον μετὰ κρείττονος εἶναι φύσεως καὶ τῶν ἀναδενδράδων ἀπολαύειν καὶ τῶν ἠρτημένων βοτρύων, ὑμεῖς δέ, εἰ μὴ καὶ τὸν συνήθη καὶ φίλον καπνὸν θεάσεσθε, «ἀβίωτον» τὸν «βίον» ἡγεῖσθε· διὰ τοῦτο καταίρετε πρὸς τὴν θάλασσαν, καὶ αὖθις τὰ πείσματα λύετε καὶ πρὸς ἀναγωγήν ἐστε εὐχερεῖς, ἀλλὰ τῷ Αἰόλῳ μόνῳ περὶ τὸν ἄπειρον πλοῦν πιστεύοντες, καὶ ταῦτα οὐδὲ ἀνέμους δεδεκότι ἐν ποδεῶσιν ἀσκῶν. προλέγω γοῦν ὑμῖν ὅτι καὶ Κύκλωψί τισιν ἐντεύξοισθε καὶ Σκύλλα τις ἀθρόον ἐπεισπηδή σασα διαταράξοι καὶ Σειρήνων ᾠδαὶ καταθέλξουσι καὶ τἆλλα πείσεσθε τὰ δεινότατα. ἀλλ' ἐπειδή γε τὴν ὑμετέραν ὁρμὴν κατέχειν οὐκ ἔστι, σὺν θεῷ θαρρητέον τῷ πλῷ· ἐγὼ δὲ ὑμῖν πηδαλιουχήσω τὸν νοῦν, καὶ ὡς ἐνὸν ἀπὸ τῶν σκοπέλων καὶ τῶν ὑφάλων πετρῶν πρὸς τὸν λιμένα διασωσά μενος ὑμῖν φανήσομαι. «Ἐγένετο» φησίν «ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος σὺν αὐτοῖς. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; ὁ δὲ διάβολος τῷ κυρίῳ εἶπεν· διελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι». ὁ μὲν πλοῦς οὗτος· ὅπως δὲ δεῖ τοῦτον διαπλεῦσαι, θεὸς ἡμῖν ὑποθείη. «Ἐγένετο» φησίν «ὡς ἡ ἡμέρα αὕτη». παρ' ἡμῖν γὰρ ἡμέραι καὶ νύκτες τὸν ἐνιαυτὸν πληροῦσι καὶ διορίζουσιν, ἐπὶ δὲ τῆς ἄνω καὶ πρώτης ἀρχῆς ἡμέρα τὸ ξύμπαν. «ἐγένετο» δέ φησιν, οὐχ ὅτι μὴ ἦν, γέγονε δέ, ἀλλ' ὅτι βουλόμενος παραδειγματίσαι ὁ Σολομῶν τὴν ἀγέννητον ἐκείνην καὶ τῷ ὄντι ἀνέσπερον πρὸς τὴν γενητὴν ταύτην ἡμέραν καὶ ὁριζομένην νυκτί, τὸ «ἐγένετο» προστέθεικε· διὸ καὶ ἐπήγαγεν «ὡς ἡ ἡμέρα αὕτη». ἢ καὶ ἄλλο τι ὁ λόγος παραδεικνύει βαθύτερον· ἐπειδὴ γὰρ μέλλει ὁ πονηρὸς τοῖς ἀγγέλοις συναναμίγνυσθαι καὶ τὸ καθαρὸν ἐκεῖνο φῶς συνεπιθολοῦν, διὰ τοῦτό φησιν· «ἐγένετο ὡς ἡ ἡμέρα αὕτη», τουτέστιν, ὁποία ἡ κατὰ γένεσιν καὶ παρ' ἡμῖν δεικνῦσα τὸν ἥλιον· ὁ γὰρ τοῦ δαίμονος ζόφος ὥσπερ ἐπεσκότησε τῷ φωτί, καὶ γέγονεν ἡ ἡμέρα ἐκείνη τῇ ἐνταῦθα παρεικασμένη. «Καὶ οἱ ἄγγελοι» φησί «τοῦ θεοῦ παρέστησαν ἐνώπιον τοῦ κυρίου». τί οὖν; πρὸ τούτου δὲ οὐ παρίσταντο; τί γοῦν τὸ τῆς παραστάσεως ταύτης μυστήριον; πρὸ δὲ τῆς ἀνακαλύψεως τοῦ ἐννοουμένου τοσοῦτον ὑμῖν προειπεῖν βούλομαι, ὅτι ἐννέα τετηρημένως ἀπηριθμημένων τάξεων παρὰ τῇ θείᾳ γραφῇ, αἳ δὴ περὶ τὸν θεόν εἰσι καὶ τὰ πρῶτα ἐκεῖθεν ἐλλάμπονται, ἐσχάτη τέτακται ἡ ἀγγελική, ἣ δὴ πρώτη τοῖς ἀνιοῦσίν ἐστι καὶ πηγὴ λέγεται τῶν περὶ τοῖς κόσμοις ὀχετῶν. ἀλλ' αἱ μὲν ἄλλαι περὶ θεὸν ἑστᾶσιν ἀεί, ἡ δὲ τῶν ἀγγέλων μόνη κοσμοπομπὸς οἷον καὶ κοσμαγὸς πέφυκε, καὶ «εἰσὶν» οὗτοι «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλό μενα» κατὰ τὸν ἀπόστολον «διὰ τοὺς μέλλοντας κληρονομεῖν» βασιλείας. ἄρχουσι δὲ οἱ μὲν ὁλοκλήρων ἐθνῶν, οἱ δὲ καὶ τῶν κατὰ μέρος ἀνθρώπων· ἐπιστατεῖ δὲ οὐχ εἷς ἑνί, ἀλλ' ἕκαστος πολλοῖς. ἐπεὶ οὖν τοῦτο ἐγνώκειτε, αὐτὸ δὴ τὸ ῥητὸν ἀναπτύξωμεν· «ἦλθον» φησίν «οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου». ἦλθον πόθεν; ἀπὸ τῶν προνοουμένων ἐθνῶν, ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων, ἀπὸ τῶν τοῦ τῇδε βίου προνοιῶν τε καὶ διοικήσεων. ὥσπερ γὰρ διὰ μέσου τοῦ ἀέρος αἱ τοῦ ἡλιακοῦ φωτὸς ἡμῖν ἀπόρροιαι παραγίνονται, οὕτω δὴ καὶ διὰ μέσων ἀγγέλων καὶ νόμων διαταγαὶ καὶ θείων χαρίτων μηνύματα καὶ πολέμων ἐπαναστάσεις καὶ τὰ ἐπὶ τούτοις τρόπαιά τε καὶ κατορθώματα. ἐπειδὴ οὖν αἱ δυνάμεις αὗται τὰ προστεταγμένα τελέσωσιν, αὖθις ὁμοῦ συναθροίζονται καὶ τῷ θείῳ παρίστανται βήματι. σὺ δέ μοι καὶ τὴν ἀποστολὴν καὶ τὸν συναθροι σμὸν ὡς προσῆκον ἀγγέλοις νόει, καὶ ἀποστολῇ μὲν προσεικάσαις τὴν περὶ τὰ τῇδε τούτων ῥοπήν τε καὶ διοίκησιν, συναθροισμῷ δὲ αὖθις καὶ τῇ ἐπὶ τοῦ βήματος παραστάσει τὴν πρὸς τὸ θεῖον ἀνάνευσιν καὶ ἀπὸ τῶν μεριστῶν πρὸς τὸ ἓν σύννευσιν καὶ συναγωγήν. Πῶς δὲ καὶ ἔστησαν ἐνώπιον θεοῦ, [......] τάγμασιν ὅλοις ὀκτὼ διατειχιζόμενοι; ὅτι μὴ πρὸς αὐτοὺς τὸ «ἔστησαν» εἴρηται, ἀλλὰ πρὸς τὴν «πάντα ἐφορῶσαν» δύναμιν τοῦ θεοῦ. ὥσπερ γὰρ λέγεται «ἐγγὺς κύριος πᾶσι τοῖς συντετριμμένοις» καὶ ὅτι κάμνουσα ψυχὴ ἐγγίζει θεῷ, αἱ δὲ ἐγγύτητες αὗται οὐ κατὰ τοπικὴν συνέλευσιν γίνονται, οὕτω δή φαμεν καὶ τὸν [ἄγγελον] ἐνώπιον ἵστασθαι τοῦ θεοῦ, ὅτι ἀπερίγραπτος ὁ θεὸς ὢν πανταχῇ πάρεστιν, οὐ διαστατῶς, ἀλλ' ἀμερῶς· διὰ τοῦτο ἔστησαν οἱ ἄγγελοι ἐνώπιον τοῦ θεοῦ. σὺ δέ μοι νόει καὶ τὴν τῶν προσώπων προαναφώνησιν· «οἱ ἄγγελοι» γάρ φησι «τοῦ θεοῦ ἔστησαν ἐνώπιον τοῦ κυρίου», ὥσπερ καὶ ὁ Δαυίδ φησιν· «ἔβρεξε κύριος πῦρ παρὰ κυρίου». καὶ εἴ γέ τις μὴ τυφλώττειν ἐθέλοι, εὑρήσει τὸ τῆς τριάδος μυστήριον καὶ παρὰ τῇ παλαιᾷ προκεκηρυγμένον. ἀλλ' ὁ λόγος ἐχέσθω τοῦ σκοποῦ. «Καὶ ὁ διάβολος» φησί «μετ' αὐτῶν». ἀλλὰ τίς οὗτος ὁ λόγος ὁ βαθὺς καὶ ἀπόρρητος; φήσουσιν ἡμῖν ἴσως Ἕλληνες ὅτι «πᾶν μὲν σῶμα ἐν τόπῳ, οὐδὲν δὲ τῶν καθ' αὑτὰ ἀσωμάτων, καθὸ τοιοῦτον, ἐστὶν ἐν τόπῳ», καὶ ὅτι τὰ «καθ' αὑτὰ ἀσώματα πανταχῇ» πεφύκασιν εἶναι, τόπῳ μὴ περιγρα φόμενα. κἀντεῦθεν καὶ συλλογίσονται ὡς, ἐπεὶ καὶ ὁ διάβολος ἀσώματος πάντῃ, καὶ ἀπερίγραπτος· εἰ δὲ καὶ ἀπερίγραπτος, καὶ πανταχῇ· εἰ δὲ πανταχῇ, σταίη ἂν καὶ ἐνώπιον τοῦ θεοῦ. ληρώδης οὗτος ὁ λόγος καὶ τῆς Πορφυρίου πλάνης ἀμβλωθρίδιον ἀπογέννημα. ἀλλὰ τίς ὁ ἡμέτερος; «καὶ ὁ διάβολος» φησί «μετ' αὐτῶν», ὅ γε ἀπωσμένος καὶ τοῖς καταχθονίοις καταδεσμηθεὶς μέρεσιν. ἀλλὰ τοῦτο μὲν ὕστερον. πῶς δὲ ὅλως ὁ τῆς ἀγγελικῆς ἀποπεσὼν τάξεως μετὰ τῶν ἀγγέλων συνάγεται τοῦ θεοῦ; φημὶ τοίνυν ἐγὼ ὡς αἱ κακοποιοὶ δυνάμεις αὗται δημίων λόγον ἐπέχουσι παρὰ τῷ θεῷ· τῆς μὲν γὰρ τῶν ἀγγέλων τούτους ἀπεστέρησε τάξεως, δύναμιν δέ τινα ταῖς οὐσίαις τούτων ἐτήρησε σύμμετρον τοῖς παιδευομέ νοις, καὶ εἰσὶν οἷον ποιναὶ καὶ φύσεις τιμωροὶ κολάζουσαι τοὺς ἀξίους κολάσεως. χρῶνται δὲ οὐκ ἐφ' οὓς ἂν ἐθέλωσι τῇ κακωτικῇ δυνάμει, ἀλλ' ἐφ' οὓς ἂν αὐτοῖς ἡ πρόνοια χρήσαιτο. οὐ γὰρ ἂν ἄγγελος κατασκάψειε πόλιν ἢ ἀντὶ πυρὸς γένοιτο τοῖς ἀξίοις τῆς καύσεως· σωστικὸς γάρ, οὐκ ἀφανιστικὸς ὁ ἄγγελος. ὁ δὲ ποιναῖος οὗτος δαίμων πάσαις ἐπεξέρχεται ταῖς κακώσεσι, καὶ δηλοῖ τοῦτο ὁ προφητικὸς λόγος, ὃς ἀλληγορικώτερον περὶ τοῦ Ναβουχοδονόσορ λέγει, ὅτι ὃς μὲν ἂν ὑποταγῆ, φησὶν ὁ θεός, Ναβουχοδονόσορ τῷ δούλῳ μου, τάδε καὶ τάδε τῶν ἀγαθῶν πείσεται (οὐ γὰρ ἀπομνημονεύω τῶν λέξεων), τοῖς δὲ ἀνθισταμένοις αὐτῷ μαστίγωσίς τ' ἐπενεχθήσεται κλοιοί τε σιδηροῖ καὶ πέδαι καὶ κύφωνες. εἴληπται γὰρ ὁ Ναβουχοδονόσορ ἐνταῦθα ἀντὶ τοῦ πονηροῦ δαίμονος· δοῦλος δὲ προσείρηται τοῦ θεοῦ, ὅτι ὑπηρετεῖ τοῖς θείοις βουλήμασι καὶ ποιναῖς αἰκίζει τὸν ἄνθρωπον. ἀλλ' ὅστις μὲν ἡμέρως τὰς τιμωρίας προσδέξαιτο καὶ πρὸς σωφρονισμὸν ταῖς κακώσεσι χρήσαιτο, οὗτος ἀγαθυνθήσεται παρὰ τῷ θεῷ· εἰ δὲ τοῖς ἀκουσίοις πειρασμοῖς ἀντιπέσοι, τὰ ἔσχατα πείσεται τῶν δεινῶν. οὗτος καὶ ἐχθρός ἐστι καὶ ἐκδικητής· ὡς ὑπὲρ θεοῦ γὰρ ἀμυνόμενος τὰς τιμωρίας ἐπάγει, οὐ μὴν οὕτως ἔχει, ἀλλ' ἀπο χρῆται τῇ πονηρᾷ φύσει καὶ ἐχθρὸς τοῦ τῶν ἀνθρώπων πλάσματος πέφυκεν. ἐπεὶ οὖν ἐγκελεύεται τούσδε ἢ τούσδε τιμωρήσασθαι πυρῶσαί τέ τινας καὶ δοκιμάσαι, ἵνα φανεῖεν ὡς ἀπὸ χωνευτηρίου λαμπρότεροι, διὰ τοῦτο τὴν θείαν πρόσταξιν ἐκπληρῶν καὶ τῇ κολαστικῇ δυνάμει ἀποχρησάμενος, αὖθις ἵσταται μετὰ τῶν ἀγγέλων ἐπὶ θεοῦ· ὥς που δὴ καὶ οἱ παρ' ἡμῖν δήμιοι σατράπαις ἔστιν ὅτε καὶ δυνάμεσι συνίστανται κρείττοσι, καὶ ἐμφαίνονται τῷ βασιλεῖ ἀπαγγέλλοντες ὅτι «τοῖσδε μὲν τοὺς ὀφθαλμοὺς διωρύξαμεν, καὶ τῶνδε τὰς ῥῖνας κεκόφαμεν, κἀκείνων τὰς γλώττας ἐξείλομεν, καὶ τούτων μὲν τὸν νῶτον ἐμαστιγώσαμεν, ἐκείνων δὲ ταῖς ἀγκύλαις ὑφήψαμεν πῦρ». ἀλλ' οὐχ ὁ σατράπης τοιαῦτα, ἀλλὰ «τήνδε μὲν τὴν πόλιν σέσωκα, ἐκείνην δὲ διπλῷ ἐπύργωσα περιζώ σματι, καὶ τάδε ἢ τάδε τῶν κρειττόνων πεποίηκα». Κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ὁ διάβολος ἔστη μετὰ τῶν ἀγγέλων ἐνώπιον τοῦ θεοῦ. ἀλλὰ διὰ τί ἐρωτᾷ ὁ θεός· «πόθεν σὺ πάρει;» ὅτι μὴ ὃ ἐβούλετο, τοῦτο πεποίηκεν, ἀλλ' ὃ οὐκ ἐβούλετο. προηγουμένως γὰρ σεσῶσθαι τὸν ἄνθρωπον ὁ θεὸς βούλεται καὶ μήτε πυρὶ ἠφανίσθαι μήτε διαρρυῆναι κατακλυσμῷ· ἐπεὶ δὲ οὐκ ἔξεστιν ἄλλως παιδαγωγηθῆναι πρὸς ἀρετήν, διὰ τοῦτο ταύταις κέχρηται ταῖς κολάσεσι. τρόπον γοῦν τινα μὴ βουλόμενος ἐπάγει τὴν τιμωρίαν. ὅθεν ἀγνοοῦντι ἔοικεν ὃ μὴ βούλεται· «ἔγνω» γὰρ «κύριος» πάσας τὰς «ὁδοὺς» τῶν «δικαίων», πρὸς δὲ τοὺς κατακεκριμένους φησίν· «οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ». διὰ τοῦτο κἀνταῦθα ὡς ἀγνοῶν ἐρωτᾷ· «πόθεν πάρει;» Ὁ δὲ οἷα φθέγγεται; «περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι». ἀλλ' «ἐπιτιμήσαι σοι κύριος», πρὸς αὐτὸν ἂν φαίην ἐγώ, ἢ καὶ θαρρούντως ἐγκελευσαίμην διὰ τὸ τῆς παλιγγενεσίας λουτρόν· «σιώπα, πεφίμωσο». τὴν μὲν γὰρ γῆν εἰκὸς ἐμπεριπατῆσαί σε, πρὸς ταύτην ἀπὸ τῶν οὐρανῶν ῥυέντα, πῶς δὲ καὶ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐβάδισας; τί γάρ σοι καὶ τοῖς ἄστροις ἢ τῷ ἡλιακῷ φωτὶ ἢ ταῖς ἄλλαις ἐνταῦθα δυνάμεσι, μόλις που τῶν ἐσχάτων ἀνηγμένος τοῦ ἀέρος δι' ἣν πέπονθας πτερορρύησιν, τὰ δ' ἄλλα πεζὸς καὶ σεσυρμένος ὑπάρχων καὶ τοῖς ἐπὶ γῆς ἀνθρώποις ἐπιβουλεύων; περιελθών, φησί, τὴν γῆν καὶ τούσδε ἢ τούσδε κακώσας, ὅσους τε ἡ ἐν τῷ βορρᾷ βόσκει γῆ καὶ ὅσους τὸ νότιον κλίμα συμπεριείληφε, καὶ τοὺς μὲν καταναλώσας πυρί, τοῖς δὲ ὕδωρ ἐπικλύσας ἀθρόον, καὶ ἄλλοις ἀναρρήξας τὴν ἄβυσσον, τοῖς δὲ καὶ θῆρας ἐπαφιείς, καὶ τὰς σὰς ἀρρήτους οἰκονομίας πεπληρωκώς, πάρειμι. Ἀλλὰ μὴ ἡμεῖς οὕτως παρασταίημεν τῷ θεῷ, ἀλλ' ὡς φῶτα τέλεια τῷ καθαρωτάτῳ καὶ πρώτῳ φωτί· γενοίμεθα δὲ καὶ τὴν ἰσχὺν ἀπρόσιτοι καὶ ἀήττητοι, ὡς θαρρούντως ἐπιβαίνειν αὐτῷ καὶ ἢ τὴν «κεφαλὴν» τούτου «συνθλᾶν», τὰς πρώτας πρὸς τὴν ἡμετέραν ψυχὴν εἰσβολάς, ὁπότε δὴ ὡς ὄφις τοῖς ἡμετέροις βουλήμασιν «ἐνσκολιεύεται», ἢ «καταπατεῖν», ἡνίκα πρὸς «λέοντος» ἑαυτὸν μετασκηνώσει μορφὴν καὶ «δράκων» γένηται τὸ οὐ ραῖον ἐπανατείνας· εἰ δὲ καὶ πρὸς «λύκον Ἀραβικὸν» μεταμορφωθείη καὶ «ἀλώπεκα ἀμπελῶνας βραχεῖς διαθρύπτουσαν», τότε καὶ μᾶλλον αὐτῷ ἀντισταίημεν, μὴ χερσὶν ἄγχοντες ἢ ποσὶν ἀποφυγγάνοντες, ἀλλὰ ταῖς πρακτικαῖς αὐτὸν τῶν ἀρετῶν ἀποπνίγοντες καὶ ταῖς θεωρητικαῖς ὑπερπτερυσσόμενοι.