Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
νʹ. Εἰς τὸ «καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐν ἡμῖν καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον» Πεφιλοσόφηται τοῦτο θαυμασίως τῷ θείῳ Δαυίδ, νῦν μὲν πληθυντικῶς εἰρηκότι τὸ αὐτὸ ὄνομα, νῦν δὲ εἰς ἑνικὴν σημασίαν συναγαγόντι. ὥσπερ γὰρ τῆς γεωργικῆς ἐπιστήμης πολλά τε ἅμα τὰ ἔργα καὶ ἕν, καὶ πολλὰ μὲν ἂν εἶεν ὁπόσα πρὸ τοῦ σπεῖραι τῷ γεωργικῷ συντετέλεσται καὶ ὁπόσα ἐν τῷ σπέρματι συνεισῆκται, ἓν δὲ ἔργον ἐστὶν ἐφ' ᾧ τὰ ἄλλα προήγηται, ὁ πολλοστῷ μηνὶ τῆς γεωργίας ἀναδεδομένος καρπός (τοῦτο γάρ ἐστι δι' ὃ τὰ ἄλλα προείληπται καὶ τούτου ἕνεκα ἐκεῖνα προεισενή νεκται), οὕτω τῆς κατ' ἀρετὴν τελειότητος ἐν δυσὶ τούτοις ὡς εἰς ἐλάχιστα τεμεῖν διῃρημένης, πράξει καὶ θεωρίᾳ, διττὰ τὰ τῆς πρακτικῆς ἔργα. τὰ μὲν πολλά· ἐπιθυμίαν τε γὰρ δεῖ συστεῖλαι καὶ παιδαγωγῆσαι θυμόν, καὶ ὥσπερ δὴ πώλοις ἐπιβαλεῖν τούτοις τὸν λόγον ἡνίοχον, πιστεῦσαί τε καὶ φοβηθῆναι τὸν πρῶτον φόβον καὶ ἀτελέστερον, συντονίαν τε καὶ κακο πάθειαν ἐπιδείξασθαι, ἐλπίσαι τε καὶ ἀγαπῆσαι θεόν. ἓν δὲ τὸ μετὰ ταῦτα καὶ πρὸς ὃ μάλιστα ὁ πρακτικὸς ἐπείγεται νοῦς, ἡ θεωρία τῶν ὄντων καὶ ἡ γνῶσις τοῦ κρείττονος. Ἱκετηρίαν οὖν ὁ προφήτης πρὸς θεὸν ποιεῖται τά τε ἔργα τῶν χειρῶν κατευθῦναι καὶ τὸ ἔργον τῶν χειρῶν εὔοδον ποιῆσαι καὶ ἀπλανές· εἰ γὰρ καὶ ἐφ' ἡμῖν ἡ φέρουσα πρὸς θεὸν ὁδὸς καὶ ἐν ταῖς τῆς ψυχῆς τοῦτο κεῖται αἱρέσεσί τε καὶ προαιρέσεσιν, ἀλλὰ δεῖ πάντως ἡμῖν καὶ τῆς ἀπὸ τοῦ κρείττονος συντελείας· οὐδὲ γὰρ οὐδ' αὐτὸ τοῦτο ἴσμεν οἷ πεπορεύμεθα, μὴ θεοῦ πάντως εὐοδοῦντος καὶ κατευθύνοντος. αἰτεῖται οὖν τὸν θεὸν ὁ προφήτης εὐθῦναι μὲν αὐτῷ καὶ τὰ ἔργα τῆς πρακτικῆς ἀρετῆς, μάλιστα δὲ τὸ σκοπιμώτατον αὐτῆς ἔργον, τὴν θεωρίαν· οὗ γὰρ ἀναχθῆναι χρὴ καὶ ὁπόσον καὶ πηνίκα, θείας ἔργον ἐπιστασίας τε καὶ τελειώσεως· πολλοὶ γὰρ οἱ ἀντικείμενοι καὶ τὴν ἀνάβασιν παρεκκλίνοντες καὶ τὸ τῆς ἀληθείας ὑποκρινόμενοι φῶς. δυοῖν οὖν ὁδοῖν, κρείττονός τε καὶ χείρονος, ἐπί τε πράξει καὶ θεωρίᾳ προκειμένοιν, ἐφ' ἑκατέρας ἑστᾶσι δυνάμεις· αἱ μὲν ὁδοιποροῦντας ἡμᾶς ἐπὶ θεὸν κατευθύνουσαι, αἱ δὲ ὥσπερ ἀτραποῦ θείας ἐκτρέπουσαι καὶ πρὸς τὴν ἑτέραν τῶν ὁδῶν παρατρέπουσαι· ἐπὶ ταύτῃ γοῦν τῇ πορείᾳ καὶ τὸ τῆς διακρίσεως ἐνεργεῖ χάρισμα, καὶ ὁ μὲν τοῦτο κτησάμενος κατ' εὐθὺ πρόεισιν, ὁ δ' ἑτέρως ἔχων ἄλλοσέ πῃ παρατέτρα πται, ἢ ὥσπερ ἐν τριόδῳ ἀπειλημμένος οὐκ ἔχει οἷ βαδιεῖται. Ὅρα δὲ καὶ τὸ ἀκριβὲς τοῦ ῥητοῦ καὶ φιλόσοφον· ἐν μὲν γὰρ τῇ πρακτικῇ ἀρετῇ, ἧς πολλὰ τὰ ἔργα, προσκείμενον ἐστὶ τὸ ἐν ἡμῖν, οὐκέτι δὲ καὶ ἐν τῇ θεωρίᾳ τοῦτο προστέθειται· ἡ μὲν γὰρ πρᾶξις μεμέρισται θεῷ καὶ ἡμῖν, τῷ μὲν ὡς παρασχόντι τὰ σπέρματα, ἡμῖν δὲ ὡς προελομένοις τὴν ἀρίστην ὁδόν, τῆς δὲ θεωρίας τὸ ἔργον μόνης ἐστὶ τῆς τοῦ θεοῦ χάριτος· τὸ γὰρ ἀναχθῆναι νοῦν εἰς θεὸν καὶ ἀναπτῆναι εἰς οὐρανόν, εἶτα μετα τεθῆναι «εἰς τὸν παράδεισον» καὶ φωνῶν «ἀρρήτων ἀκοῦσαι» οὐχὶ καὶ τῆς ἡμετέρας ἐστὶ προαιρέσεως, ἀλλὰ μόνης τῆς κρείττονος ἀντιλήψεως. ἐν μὲν γὰρ τῇ πρακτικῇ ἀρετῇ ποιῆσαί τι δεῖ καὶ ἡμᾶς, ἐν δὲ τῇ θεωρητικῇ μόνως παθεῖν. ναυπηγητέον οὖν ὥσπερ ἡμῖν ἐπὶ τῶν πράξεων τὸ πρὸς θεὸν ὄχημα καὶ ξύλα συμφορητέον παντοδαπὰ ὑλοτομήσασί τε καὶ πρίσασι νήια καὶ ἀγκύλια, εἶτα δὴ τῷ θείῳ κυβερνήτῃ παραχωρητέον τῆς κυβερνή σεως καὶ εὐθύτητος· οὕτω δὴ καὶ τὸ ὄχημα πήγνυσι μὲν ἕτερος, ἐλαύνει δὲ ὁ ἡνίοχος. ἔστι γοῦν καὶ ἐν ἡμῖν ὅ τε «τοῦ ταὐτοῦ» κύκλος καὶ ὁ «τοῦ θατέρου» καὶ «ξυνωρὶς» ἵππων, τοῦ μὲν κατευθύνοντος, τοῦ δὲ ἀντιπίπτον τος, οὓς ὁ ἱερὸς συνεξομοιοῖ λόγος καὶ ἀνάγει πρὸς οὐρανόν. εἰ γὰρ καὶ τῆς θύραθεν σοφίας ὁ περὶ τῶν τοιούτων λόγος, ἀλλ' ἐγὼ εἴ τι καὶ παρὰ τοῖς ἔξω σοφοῖς συντελοῦν πρὸς τὴν ἡμετέραν φιλοσοφίαν εὑρίσκω, καὶ τοῦτο δὴ τοῖς ἱεροῖς λόγοις συνερανίζομαι, ἐφ' ἑτέροις ἑρμηνεύων τὸ «ἐλαίῳ ἁμαρτωλοῦ μὴ» ἐθέλειν «λιπαίνειν τὴν κεφαλήν». Χειρῶν οὖν ἔργα καὶ τὰ προηγούμενα τῆς θεωρίας τῶν πράξεων κατορθώματα, χειρῶν δὲ ἔργον καὶ ἡ «γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστὶ» καὶ ἡ θεωρία τοῦ κρείττονος, ἀλλὰ τὰ μὲν ὕλης ἔχει λόγον καὶ δῆτα καὶ προϋπόκεινται, τὸ δὲ εἴδους συμπεφυκότος μὲν τῇ ὕλῃ, ἀλλ' ὅμως χωριστοῦ. δοκεῖ μὲν γὰρ τοῖς πρακτικοῖς συναρμόζεσθαι ἔργοις, ἔστι δὲ ἄνωθεν ἐνδιδόμενον, καὶ ἀπὸ θεοῦ μὲν προϊόν, ἐφ' ἑαυτοῦ δὲ μένον, καὶ τήν τε ὕλην κοσμοῦν καὶ ἑαυτοῦ μὴ ἀπολειπόμενον. ἐπεὶ δὲ πᾶσα πρᾶξις χειρῶν δεῖται πρὸς τὴν ἐνέργειαν, διὰ ταῦτα ὁ προφήτης χεῖρας τὰ τῆς πρακτικῆς ἀρετῆς ἔργα ὠνόμασε. πεπορίσμεθα γοῦν ἐντεῦθεν καὶ τὸ μηδένα δύνασθαι θείας ἄνευ εὐθύτητος ἢ νεώσασθαι τὴν ἑαυτῶν γῆν ἢ ἀροτριᾶσαι ἢ τὸν προσήκοντα θερίσαι καρπόν· εἰ γὰρ οὐδὲ τῶν βαναύσων τεχνῶν οὔτε τὸ γινόμενον οὔτε τὸ γεγονὸς τῆς θειοτέρας ἄνευ δυνάμεως συντετέλεσται, ἀλλὰ καὶ ὁ χαλκεύων σὺν θεῷ χαλκεύει καὶ σὺν ἐκείνῳ τὸ τῆς χαλκευτικῆς ἐργάζεται ἀποτέλεσμα, καὶ ὁ οἰκοδόμος οὕτω καὶ ὁ σκυτοτόμος καὶ πᾶς ὁστισοῦν τέχνην τινὰ μετιών, πόσῳ γε μᾶλλον ὁ μετ' ἐπιστήμης τὰς ἀρετὰς κατορθῶσαι βουλόμενος ἐφ' ἑαυτοῦ ἂν ἢ πράττοι μόνος ἢ ἔχοι τὸ ἀποτέλεσμα. διὰ ταῦτα γοῦν ὁ προφητικὸς λόγος καὶ τὰ πολλὰ τῆς ἀρετῆς εἴρηκε καὶ τὸ ἓν ἐπήνεγκε καὶ τὸν θεὸν ἐφ' ἑκα τέροις προσκέκληται σύμμαχον.