Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1
ναʹ. Εἰς τὸ «ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώ σεται ἔτι τὸν τόπον αὐτοῦ» Εἴτε πνεῦμα βούλοιτό τις τὴν ψυχὴν ὀνομάζειν εἴτε τὸ ἐξ ἀέρος εἰσπνεό μενόν τε ἡμῖν καὶ ἐκπνεόμενον, τὸ ἄπταιστον κατ' ἀμφότερα ὁ προφητικὸς ἔχει λόγος, ὁμοῦ τε τὴν ἀθανασίαν τῇ ψυχῇ περισῴζων καὶ τὸ τῆς ἡμετέρας φύσεως ἐμφαίνων ἐπίκηρον. ἐπειδὴ γὰρ ἡ ψυχὴ κατὰ τὸν ἀκριβῆ λόγον ἀδιάστατός ἐστι τὴν φύσιν καὶ ἀμερής, ἐν ἡμῖν δὲ γενομένη μεμέρισται, οὐκ αὐτὴ διαστᾶσα καὶ μερισθεῖσα, ἀλλὰ τοῦ ὑποδεξαμένου αὐτὴν σώματος κατὰ τὴν οἰκείαν φύσιν μεριστῶς ἐκείνην λαβόντος, διὰ ταῦτά φησιν ὁ προφήτης «ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ». ἔστι δὲ τοῦτο κατασκευαστικὸν τοῦ προάγοντος· εἴρηκε γὰρ «ὡσεὶ χόρτος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει». κατασκευάζει δὲ τοῦτο ἐπενεγκών, «ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ», τουτέστιν ὅτι ἐπίκτητος τῷ ἀνθρώπῳ ἡ ἀθανασία, καὶ θνητὸς μέν ἐστι τῇ φύσει, τοῖς δὲ ἀθανάτοις συντάσσεται διὰ ψυχῆς παρουσίαν. χόρτῳ γοῦν παρείκασται, ὅτι μὴ αὐτόθεν τῶν αἰωνίων ἐστίν, ἀλλ' ὅτι τὸ εἰσοικιζόμενον αὐτῷ πνεῦμα παρέχει τὴν ὕπαρξιν, ὅπερ, ἕως ἂν παρῇ τῇ φύσει τοῦ σώματος, συντελεῖ τι τῷ ζῴῳ πρὸς ὕπαρξιν· ἀποπτάντος δὲ τοῦ ἐλλάμψαντος ἐν αὐτῷ διαπίπτει ἐκεῖνο καὶ ἀφανίζεται. Τὸ δὲ «διῆλθεν ἐν αὐτῷ» ἠκρίβωται μάλα τῷ ψαλμῳδῷ· ψυχῆς γὰρ φύσις ἄνευ μὲν σώματος ἑαυτῆς ἐστιν οὐσία τελεία καὶ ἀδιάστατος, σώματος δὲ ἐπιβᾶσα ὥσπερ ὀχήματος, ἐπειδὴ τὸ πᾶν δεῖ ζωοποιῆσαι καὶ οἷον συμπεριγραφῆναι τοῖς ὄγκοις αὐτοῦ, δίεισιν ἐν αὐτῷ, τουτέστι διίσταται καὶ παντὸς ἐφικνεῖται μέρους, αὐτό τε τὸ βάθος μετὰ τῆς ἐπιφανείας ψυχοῦσα, καὶ ἑαυτῇ μὲν ἐκεῖνο συμπεριγράφουσα, ἐκείνῳ δὲ συμπεριορίζουσα ἑαυτήν. Διὰ ταῦτα γοῦν «οὐχ ὑπάρξει, οὐδὲ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ». εἴρηται δὲ ταῦτα οὐ περὶ τοῦ πνεύματος, ἀλλὰ περὶ τοῦ ἀνθρώπου· οὗτος γὰρ οὐχ ὑπάρξει, ἐπίκτητον λαβὼν τὴν ζωήν, καὶ οὗτος οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. εἰ γὰρ τὸ σύνθετον ὁ ἄνθρωπός ἐστι τὸ ἐκ ψυχῆς συντεθειμένον καὶ σώματος, διαλύεται δὲ ἐν τῷ θανάτῳ θάτερον μέρος, φημὶ δὴ τὸ σῶμα, πῶς ἂν ἐπιγνοίη τὸν τόπον αὐτοῦ ὁ ἄνθρωπος, θατέρου μέρους διερρυηκότος; ἡ μὲν γὰρ ψυχὴ καὶ ὑπάρξει καὶ ἐπιγνώσεται τὸν τόπον αὐτῆς· εἰ μὲν γὰρ κατὰ μνήμην, τὸν σωματικόν, εἰ δὲ κατὰ γνῶσιν, τὸν ἀσώματον, ἢ ὅστις δήποτέ ἐστιν ὁ κλῆρος αὐτῇ. κἂν τὸ «διῆλθε» ταὐτόν τις φαίη τῷ παρεληλυθέναι, οἷον ὅτι παρελήλυθε τὸ πνεῦμα ἐν τῷ ἀνθρώπῳ, τουτέστιν οὐκ εἰς τὸ πᾶν ἐφέστηκεν αὐτῷ, ἀλλὰ διέπτη τε καὶ παρῴχηκεν, ἔτι μᾶλλον οὐχ ὑπάρξει ὁ ἄνθρωπος, τοῦ ψυχικοῦ πνεύματος διαπτάντος ἐν αὐτῷ καὶ παρῳχηκότος. Οὕτω μὲν οὖν τις βιάσαιτο τὴν ἐξήγησιν, εἴ γε πνεῦμα ὑπόθοιτο τὴν ψυχήν· εἰ δὲ τἀληθὲς ἐρεῖν βούλοιτο καὶ πνεῦμα ἐνταῦθα φήσειε τὴν ἀναπνοήν, ἥτις κατὰ δύο ταῦτα διῄρηται, κατά τε εἰσπνοήν τε καὶ ἐκπνοήν, ἔτι μᾶλλον τὸν προφητικὸν λόγον ἐξακριβώσαιτο, καὶ ἐπ' αὐτοῦ ἂν θαρρῶν εἴποι τὸ «οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ». πῶς γὰρ ἂν ὑπάρξῃ τὸ ῥέον καὶ διασκιδνάμενον; πῶς δ' ἂν γνοίη τὸ ἄψυχον καὶ ἀναίσθητον; ἐπίγνωσιν δὲ ἐνταῦθα οὐδὲ τὴν συναίσθησιν ὁ λόγος δηλοῖ, ἀλλὰ κατὰ κοινοῦ τὴν ἐπιρροὴν καὶ ἀπορροήν· τεθνηκότι γὰρ τῷ ἀνθρώπῳ οὔτε ἐπιρρεύσει τουτὶ τὸ πνεῦμα οὔτε ἀπορρεύσει οὔτε περιθάλψει τὸ σῶμα, ὃ δὴ πρὸ τοῦ ἐποίει, διὰ τῶν αὐτῶν πόρων ἑλκόμενόν τε καὶ ἀναρρέον. τόπος γοῦν τοῦδε τοῦ πνεύματος ὡς μὲν ὅλου μέρος ὁ σύμπας ἀὴρ ἢ ὁ τελευταῖος ἀφ' οὗ εἵλκυστο, ὡς δὲ εἰσρέων τε καὶ ἀπορ ρέων τὰ ἡμεδαπὰ σώματα· ἐν γάρ τοι τῇ παλινζωίᾳ ἢ οὐδαμῶς αὐτοῦ δεηθησόμεθα, «τοῦ θεοῦ τὰ πάντα ἐν πᾶσιν ὄντος» κατὰ τὸν θεῖον ἀπόστολον, ἢ διάφορον ἂν εἴη κατ' ἀριθμὸν τὸ πνεῦμα τοῖς πρὸ τοῦ πνεύμασιν. ἀλλ' οὐδὲ ἡ ψυχὴ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτῆς· εἰ γὰρ καὶ τὸ αὐτὸ ἀναστήσεται αὐτῇ σῶμα καὶ οὐδὲν διάφορον τῷ πρὸ τοῦ, ἀλλ' οὐκέτι περὶ αὐτὸ ἐκείνη στραφήσεται, οὔτε μὴν ἐπιγνώσεται τὴν πρώτην γνῶσιν καὶ ἀδιάκοπον ἔχουσα. εἰ γὰρ κἀνταῦθα ἐνθεαστικῶς ἐνεργοῦσα, οὗ αἱ γινόμεναι γνώσεις σύμβολα καὶ αἰνίγματα τῆς τελεω τέρας εἰσίν, ἀγνοεῖ τὸ σῶμα παντάπασι, πῶς ἂν ἐκεῖ γνοίη, θεοειδὴς ἄντικρυς γενομένη; κἂν εἰ τὸ «οὐχ ὑπάρξει» δὲ ἐπὶ ταύτης θεάσαιτό τις, οὐδὲν τῷ λόγῳ λυμαίνεται· οὐ γὰρ τοῖς τάφοις ἐνδιατρίψεται οὐδὲ τῷ διερρυηκότι σώματι ἀνεπιγνώστῳ γεγονότι παντάπασι διὰ τὴν τῶν χαρακτήρων διαφορὰν καὶ τὴν εἰς τὰ ὅλα τῶν ἐν μέρει στοιχείων ἀνάλυσιν. τὴν γάρ τοι ἀθανασίαν τῶν ψυχῶν καὶ τὴν τῶν σωμάτων ἀνάστασιν καὶ ὁ πρὸ τῆς χάριτος νόμος ἠπίστατο, καὶ πολλὰ τούτου καὶ ἐν πολλοῖς τὰ μαρτύρια. οὔκουν θάνατον τῶν ψυχῶν ὁ τοῦ Δαυὶδ λόγος κατηγοροίη οὐδὲ τὴν τῶν σωμάτων ἀπογινώσκει ἀνέγερσιν, ἀλλ' ἢ οὐ περὶ τῆς ψυχῆς ἐνταῦθα διαλέγεται οὐδὲ πνεῦμα ταύτην ἐπονομάζει, ἤ, εἰ καὶ τοῦτο δοίημεν, ἀλλὰ τόν γε εἰρημένον τρόπον τὸ ἀντίξουν τοῖς πολλοῖς ἐξωμάλισται.