Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 35 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1
νβʹ. Ἐξήγησις σύντομος κατὰ ἀλληγορίαν τοῦ νθʹ ψαλμοῦ Εὐεπιχείρητος πρὸς ἀλληγορίαν ἣν ἐζήτησας ἐπιγραφὴν τοῦ πεντη κοστοῦ ἐνάτου ψαλμοῦ, καὶ αὐτὸς δὲ ὁ ψαλμὸς ποριστικώτατος εἰς τοὺς ἀναγωγικοὺς τρόπους καθέστηκεν. ἔχει δὲ τὰ τῆς ἐπιγραφῆς οὕτως· «εἰς τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στηλογραφίαν τῷ Δαυίδ, εἰς διδαχήν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ Συρίαν Σωβὰλ καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας». ἃ γὰρ μέλλει, μᾶλλον δὲ ἅπερ ἔμελλε συμβήσεσθαι ἐν τῷ τέλει τοῦ κατὰ Χριστὸν μυστηρίου «τοῖς ἀλλοιωθησομένοις» ἀπὸ κακίας εἰς ἀρετὴν προαγγέλλει «εἰς στηλογραφίαν τῷ Δαυίδ». δίκην γὰρ στήλης οὐχ ἑνὶ τόπῳ ἱσταμένης, ἀλλὰ πανταχῇ διαβαινούσης, ἡ τοῦ λόγου τῷ παντὶ ἀνέστηκε σάρκωσις· αὐτὸς γάρ ἐστιν ὁ «ἐξουδενωμένος» Δαυὶδ καὶ «ἀποδεδοκιμασμένος λίθος», ὁ «εἰς κεφαλὴν γωνίας» γενόμενος. «εἰς στηλογραφίαν» μὲν ἦν ἐκείνῳ ἡ οἰκονομία, «εἰς διδαχὴν» δὲ σωτήριον ἐγεγόνει ἡμῖν. αὐτὸς γοῦν ἐστιν ὁ «τὴν Μεσοποταμίαν ἐμπυρίσας», τουτέστι τὴν ἐπικλυζομένην ψυχὴν τοῖς σωματικοῖς πάθεσι, καὶ τὴν «Συρίαν Σωβάλ»· ἑπτὰ δὲ ἡ Σωβὰλ ἑρμηνεύεται λέξις, ἤτοι τὴν ἠπατημένην τῷ αἰῶνι τούτῳ διάθεσιν. καὶ πᾶς δὲ ὁ τῷ νοητῷ βασιλεῖ Δαυὶδ ὑποτεταγμένος, ὁποῖος ἐκεῖνος «ὁ Ἰωάβ, πατάσσει δώδεκα χιλιάδας ἐν τῇ φάραγγι τῶν ἁλῶν»· φάραγξ δὲ ἁλῶν τί ἂν ἄλλο εἴη ἢ τὸ σῶμα τῆς ἀτιμίας, ἕτοιμον ὂν εἰς ὑποδοχὴν τῶν ῥευμάτων τῆς πονηρίας, ἐν ᾧ ἡ πενταδικὴ αἴσθησις καὶ ἡ ἑβδοματικὴ τοῦ χρόνου κίνησις τὰ τῶν οἰκείων ἐπιδείκνυνται ἐνεργειῶν; ἀλλ' ὅ γε ὑποστράτηγος τοῦ νοητοῦ Δαυὶδ πατάσσει τὸ σῶμα, ἤτοι τὴν «φάραγγα τῶν ἁλῶν», ἤγουν τὰς «δώδεκα χιλιάδας»· τὸ γὰρ αὐτό ἐστι καὶ σῶμα καὶ φάραγξ τῆς ἁλμυρᾶς ἐπικλύσεως καὶ μίγμα αἰσθήσεώς τε καὶ χρονικῆς ὑποστάσεως. Καὶ τὰ μὲν τῆς ἐπιγραφῆς οὕτω σοι ἠλληγόρηται· συναλληγορήσομεν δέ σοι καὶ ὁπόσα τοῦ ψαλμοῦ οὐ πρόχειρα πρὸς τὴν νόησιν. «ὁ θεός» γάρ φησιν «ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω». ἐλάλησε γὰρ τῷ ὄντι «ὁ ἐπὶ πάντων θεός», ὁ πατὴρ τοῦ μονογενοῦς υἱοῦ, ἐν τῷ σαρκωθέντι αὐτοῦ λόγῳ τὸν θεῖον αὐτοῦ σκοπὸν τὸν πρὸ πάντων «αἰώνων ἀποκεκρυμμένον», ἐν ᾧ καὶ ἠγαλλιάσατο καὶ τὰ Σίκιμα διεμέρισεν. ἑρμηνεύεται δὲ Σίκιμα ὠμίασις, ὁ δὲ ὦμος σύμβολον πράξεως. διεμέρισε γοῦν τὴν πρακτικὴν ἀρετὴν τοῖς τὴν θείαν δεξαμένοις ἀλλοίωσιν, καὶ διεμέτρησε τὴν τῶν σκηνῶν κοιλάδα, ἤτοι τοὺς προσφόρους ἑκάστῳ τῶν ὄντων κατὰ τὴν φυσικὴν θεωρίαν λόγους. Ἐφ' οἷς «ἐμός» φησίν «ἐστὶ Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου». ἑρμηνεύεται δὲ Γαλαὰδ μὲν ἀποκάλυψις, Μανασσῆς δὲ λήθη, Ἐφραὶμ δὲ πλατυσμός. ἀποκάλυψις δὲ καὶ λήθη προσγίνεται τῷ δικαίῳ λαμβάνοντι μὲν διὰ θεωρίας τῶν ἀπορρήτων τὴν μύησιν, τῶν δὲ κατὰ τὴν ἀρετὴν πόνων τὴν λήθην διὰ τὴν διαδεχομένην τοὺς πόνους τῶν ἀρετῶν εὐφροσύνην τῆς πνευματικῆς θεωρίας. ὁ δὲ Ἐφραίμ, φησί, κραταίωσις τῆς κεφαλῆς μου· ἑρμηνεύκαμεν δὲ τὸν Ἐφραὶμ πλατυσμόν, ὅστις ἐστὶ κατὰ τὴν πίστιν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς, ἥτις ἐστὶν «ἀντίληψις τῆς κεφαλῆς» τοῦ δικαίου, τουτέστι τῆς πίστεως· παντὸς γὰρ δικαίου κεφαλὴ ἡ πίστις ἐστίν. «Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου». ἑρμηνεύεται δὲ Ἰούδας μὲν ἐξομολόγησις, Μωὰβ δὲ ἕτερον πατρός. ἄρχει γοῦν ἡ δι' εὐχῶν ἐξομολόγησις ἐν τοῖς ἁγίοις παντὸς ἀγαθοῦ. καὶ Μωὰβ δέ, ὅπερ ἐστὶν ἕτερον πατρός– δηλοῦται δὲ διὰ τούτου τὸ ἡμέτερον σῶμα, ὅπερ οὐχ ὁμοούσιόν ἐστι τῇ ψυχῇ, ἀλλ' ἕτερον τοῦ γεννήσαντος ἐκείνην πατρός– καὶ τοῦτο γοῦν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, λουτροῦ δίκην, ὅπερ δηλοῖ σαφῶς ὁ λέβης, καθαίρεται τῶν ἁμαρτημάτων· κάθαρσις γάρ ἐστιν ὁ λέβης τῆς ἐλπίδος, τουτέστιν ἡ διὰ βίου κατὰ τὴν κάθαρσιν πρὸς κληρονομίαν τῶν κατ' «ἐλπίδας ἀποκειμένων» ἡμῖν ἀγαθῶν ἑτοιμότης· ἢ λέβης ἐλπίδος ἐστὶν ὁ νοῦς ὁ δεκτικὸς τῶν κατ' ἐπαγ γελίαν διδομένων ἡμῖν νοητῶν ἀγαθῶν. «Ἐπὶ τὴν Ἰδουμαίαν» φησίν «ἐκτενῶ τὸ ὑπόδημά μου». ὑπόδημα δὲ Χριστοῦ ἡ σὰρξ αὐτοῦ, δι' ἧς ἐπέβη ὡς ὑποδήματος τῷ παρόντι βίῳ· Ἰδουμαία γὰρ αἱματώδης πηλὸς ἑρμηνεύεται. Εἶτά φησιν· «ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν». ἀλλόφυλον δὲ γένος ἡμῖν τί ἂν εἴη ἢ ἡ τῶν δαιμόνων πληθύς, οἳ καθ' ἡμῶν διηνεκῶς ἐπαιρόμενοι ὑπετάγησαν τῷ σαρκωθέντι δι' ἡμᾶς θεῷ; Εἶτά φησιν ὁ προφήτης· «τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» ἀνατυπού μενος γὰρ τὰς ταπεινοτέρας καὶ ὑψηλοτέρας θεωρίας τῶν ὄντων, πρῶτον μὲν ἐρᾷ τῆς περιεκτικωτέρας τῶν ἄλλων γνώσεως, φημὶ δὴ τῆς θεουργικῆς καὶ ὑπὲρ νόησιν· πόλιν δὲ ταύτην καλεῖ ὡς συνῳκοδομημένην πολλοῖς κάλλεσιν ἀρετῶν. «τίς» οὖν, φησίν, «ἀπαγάγῃ με εἰς» ταύτην τὴν μεγάλην «περιοχήν;» ἐπεὶ δὲ κατάστασίς ἐστι μερικωτέρα τῇ χαμαιζηλοτέρᾳ ψυχῇ καὶ ἡ τῶν κτισμάτων κατανόησις, ἢ «τίς ὁδηγήσει με» φησίν «ἕως τῆς Ἰδουμαίας;» Ἰδουμαία γάρ ἐστιν ἡ πάντων τῶν ὑπὸ αἴσθησιν κτισμάτων σύστασις, περὶ ἣν ἡ ἐν πνεύματι φυσικὴ θεωρία συνίστασθαι πέφυκεν. εἰ γοῦν ἀπογνωστέα μοι ἡ πόλις τῆς περιοχῆς, τίς κἂν ἕως τῆς Ἰδουμαίας καθοδηγήσῃ με; εἶτα δὴ εἰδὼς ὡς οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ κύριος ἔσωσεν ἡμᾶς, «οὐχὶ σύ», φησίν, «ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς;» οὐχὶ γὰρ σύ, φησί, καὶ ἕως τῆς περιοχῆς ἀναβιβάσεις ἡμᾶς καὶ ἕως τῆς Ἰδουμαίας καθοδηγήσεις, ὁ διὰ τὴν ἁμαρτίαν τὸ κατ' ἀρχὰς ἀπωσάμενος; «Καὶ οὐκ ἐξελεύσῃ», φησίν, «ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν». ἐπειδὴ γὰρ ὁ καθοδηγῶν καὶ ἀπάγων εἰς πόλεών τινων οἰκοδομάς τε καὶ κατα στάσεις πρόεισιν ἐκεῖθεν καὶ ὁδηγὸς τοῖς ἑπομένοις αὐτῷ εἰς τὰς τοιαύτας κατασκηνώσεις γίνεται, «οὐκ ἐξελεύσῃ», φησίν, «ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν». δυνάμεις δέ εἰσιν ἡμῶν αἱ δοθεῖσαι τῇ ψυχῇ πρὸς τὴν τοῦ καλοῦ κτῆσιν συντέλειαι· ἀλλ' ἐπειδήπερ ἠλλοιώσαμεν ταύτας καὶ μετηνέγκαμεν ἐπὶ τὰς τῶν χειρόνων προσκτήσεις, οὐκ ἐπὶ ταῖς δυνάμεσιν ἡμῶν, φησίν, ἐξελεύσῃ. «Ἐν τῷ θεῷ» γοῦν φησί «ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς». ἐπειδὴ γάρ, φησίν, ἣν παρελάβομεν δύναμιν ἐπὶ τοῖς χειρίστοις κατηναλώσαμεν, καινὴν ἄλλην «ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς». «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου». τοῦτο δὲ τοιοῦτόν ἐστι· σωτηρίαν οἴεται ὁ πολὺς ἄνθρωπος τὴν βιωτικὴν εὐημερίαν· διδομένης δὲ ἄνωθεν ἡμῖν βοηθείας καὶ ἀναγομένων ἡμῶν εἰς τὰ οὐράνια ἀγαθά, ματαία ἡ σωτηρία αὕτη λογίζεται. 36 νγʹ. Εἰς τὰ ζητούμενα τοῦ ἑξηκοστοῦ ἑβδόμου ψαλμοῦ Τί μοι τάδε ἢ τάδε τοῦ παρόντος ψαλμοῦ; ξύμπας οὗτος οὐδέν τι τῶν αἰνιγμάτων ἀπέοικε, τήν τε φράσιν ἔχει κεκαινοτομημένην καὶ τὰ πολλὰ μεταπίπτουσαν ταῖς ὑπαλλαγαῖς τῶν προσώπων, ἔστι δὲ καὶ πολύστιχος καὶ μὴ ἀρκῶν μέτρῳ ἐπιστολῆς. ἀλλ' ἡμεῖς σοι τὸν δυνατὸν τρόπον οὐ πλατύτερον ἑρμηνεύοντες, ἀλλ' οἷον μεταφράζοντες ἐπὶ τὸ σαφέστερον, καὶ τὰ μὲν ἀλληγοροῦντες, τὰ δὲ ἱστορικώτερον λέγοντες, ἀκόλουθον ἑαυτῇ τὴν τοῦ ψαλμοῦ φυλάξομεν ἔννοιαν. Τὰ μὲν οὖν πρῶτα τῆς ᾠδῆς τοῦ ψαλμοῦ καὶ τὴν τούτου ἐπιγραφὴν ἐατέον ἡμῖν, σαφῆ πᾶσιν ὄντα καὶ γνώριμα· ἀρξώμεθα δ' ἐντεῦθεν. «ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις». σκοπὸς γὰρ ἐνταῦθα τῷ προφήτῃ περὶ πολλῶν μὲν καὶ ἄλλων διαλαβεῖν, μάλιστα δὲ τῆς τοῦ κυρίου σαρκώσεως, καὶ ὡς διὰ ταύτης οἱ παραπικραίνοντες τοῦτον καὶ τὸν θάνατον ἀναταλλαξάμενοι τῆς ζωῆς τῆς τε σωτηρίας καὶ τῆς ἀθανασίας κατηξιώθησαν. οὐ γὰρ ἐπειδή, φησί, μέλλει τῇ καθ' ἡμᾶς ἑνωθῆναι φύσει, ἀπέωσται τῆς προτέ ρας αὐτοῦ ἁγιότητός τε καὶ καθαρότητος, ἀλλ' αὐτός τέ ἐστιν ἐν τόπῳ ἁγίῳ αὐτοῦ, καὶ τοὺς μονοτρόπους, ἤτοι πρὸς μόνον αὐτὸν ἐσχηκότας τοῦ θελήματος τὴν ῥοπήν, ἐν οὐρανῷ κατοικίζει (οὗτος γὰρ οἶκος τοῦ κυρίου δοκεῖ) ἐξάγει τε τοὺς πεπεδημένους, κατὰ τοῦ θανάτου ἰσχύσας, οὐ μόνον τοὺς τὸν νόμον αὐτοῦ φυλάξαντας, ἀλλὰ καὶ τοὺς παραπικράναντας καὶ τοὺς παντάπασι στερηθέντας τῆς πρὸς τὰ κρείττω ζωῆς. Ὅτι δὲ προαναφώνησις ταῦτα τῆς οἰκονομίας, δηλοῖ τὸ ἐπαγόμενον. «ὁ θεός» γάρ φησιν «ἐν τῷ πορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου», ἤτοι ἐν τῷ ἐμφανῆ σαυτὸν καθιστᾶν τοῖς τε ἐκ περιτομῆς καὶ πᾶσιν ἔθνεσι, καὶ «ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ», ἤτοι τῇ καθ' ἡμᾶς φύσει ἐρημωθείσῃ παντάπασι τῆς σῆς προστασίας καὶ ἀντιλήψεως, «γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰσραήλ». ἡ μὲν γὰρ γῆ, ὥσπερ δὴ μὴ χωρήσασα τὸν ἀχώρητον ἢ ὑπενεγκαμένη τὸν ἄστεκτον, σέσεισται· οἱ δὲ οὐρανοί, ἐμπεφραγμένοι τέως τυγχάνοντες, ζωήρρυτον δρόσον ἐστάλαξαν, οὐκ ἀφ' ἑαυτῶν τοῦτο πεποιηκότες, ἀλλ' ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰσραήλ. Εἶτα δὴ αἰνιττόμενος ὁ προφήτης τὸ τῆς οἰκονομίας μυστήριον καὶ ὡς ὁ εὐαγγελικὸς λόγος προηγούμενος ἦν νόμος αὐτῷ, ὁ δὲ Μωσαϊκὸς προχάραγμα μόνον τοῦ ἐσομένου ἐτύγχανεν ὤν, «βροχήν» φησίν «ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου», οἷον ἐπιρροὴν σωτηριώδη τοῦ παντὸς αἰῶνος προεγνωσμένην σοι. ταύτην οὖν ἀφοριεῖς τῇ κληρονομίᾳ σου, ἥτις «ἠσθένησε» μὲν τοῖς φυσικοῖς τε καὶ παρὰ φύσιν ἐνσχεθεῖσα πάθεσι, «σὺ δὲ κατηρτίσω αὐτήν». «τὰ γὰρ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ», ἅπερ εἰσὶ τὰ τετράμορφα χερουβὶμ καὶ τὰ θεῖα καὶ ἀγγελικὰ ὀχήματα, ἑτοιμάζοντα τὴν τοῦ θεοῦ κληρονομίαν εἰς ὑποδοχὴν τῆς θείας κατα σκηνώσεως. «ἡτοίμασας» γὰρ «ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ θεός»· διὰ γὰρ τὴν ὑπερβάλλουσάν σου φιλανθρωπίαν τε καὶ χρηστότητα ἐν τῷ καθ' ἡμᾶς γένει τὴν σὴν ἐπιδημίαν ἡτοίμασας. καὶ ἐπειδὴ τὸ τῆς οἰκονομίας ἀπόρρητον δυσπαράδεκτον τοῖς πολλοῖς ἐτύγχανεν ὄν, ὁ τοῦ μονογενοῦς, φησί, πατὴρ «δώσει τοῖς εὐαγγελιζομένοις» τὴν τοῦ υἱοῦ αὐτοῦ παρουσίαν προφητικὴν ῥῆσιν καὶ σύνεσιν δυνάμεως πλήρη πολλῆς. Τίς δ' οὗτος; ὁ κύριος, «ὁ βασιλεύς» φησί «τῶν δυνάμεων τοῦ ἀγαπητοῦ»· τῶν γὰρ ἐξυπηρετουσῶν τῷ υἱῷ θείων δυνάμεων ἀναντίρρητος οὗτος δεσπότης καὶ βασιλεύς. «δώσει» γοῦν «ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ», ὥστε τῇ «ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα». οἴκου δὲ ὡραιότης τὸ κυριακὸν σκήνωμα, ὃ κατεσκήνωσε προσλαβὼν ὁ λόγος, ὃς καὶ «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων» νενόμισται, δι' οὗ καὶ ὁ δεινὸς καταπεπολέμηται τύραννος καὶ λαφύρων διανέμησις ἐκεῖθεν ἡμῖν προσεγένετο. «ἐὰν» γοῦν, φησί, «κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων», ἤτοι τῶν δύο τοῦ Χριστοῦ διαθηκῶν, ὥστε τὰς μὲν ἐμφάσεις ἀπὸ τῆς πρώτης ἔχειν νομοθεσίας, τὰς δὲ ἐκβάσεις ἀπὸ τῆς δευτέρας λαμβάνειν, «πτέρυγες περιστερᾶς περιηργυρωμέναι», εἴρηται δὲ κατ' ἔλλειψιν τοῦ «κυκλώσουσιν ἡμᾶς»· τοῖς γὰρ ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα διαβαίνουσιν αἱ δυνάμεις τοῦ θείου συνεργοῦσι πνεύματος· τοῦτο γὰρ ἡ περιστερά, ἧς «τὰ μετάφρενα χλωρότης χρυσίου». μετάφρενα δ' ἂν νοοῖντο τῆς θείας περιστερᾶς οἱ Μωσαϊκοὶ νόμοι, ὅθεν οὐδὲ καθαρὸς παρ' αὐτοῖς ὁ χρυσός· ὁ γὰρ εὔρυζος ἐν τοῖς ἐμπροσθίοις τεταμίευται μέρεσι, φημὶ δὴ τοῖς εὐαγγελικοῖς καὶ τῆς θείας οἰκονομίας. «ἐν» γοῦν «τῷ διαστέλλειν» φησί «τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς, χιονωθήσονται ἐν Σελμών». ὁπηνίκα, γάρ φησιν, ὁ ἐπουράνιος κύριος διορίζει τοὺς ἱεροὺς ἀποστόλους ὥσπερ τινὰς δυνάστας καὶ βασιλεῖς ἐπ' αὐτῆς τῆς θείας περιστερᾶς, φημὶ δὲ τῆς ὑψηλῆς τοῦ πνεύματος χάριτος, λαμπρότη τος ἀπορρήτου πλησθήσονται οἱ τὴν τοῦ ἁγίου πνεύματος δεξάμενοι κάθοδον ἐν Ἱερουσαλήμ. Καὶ ἵνα τὰ σαφέστερα τοῦ ψαλμοῦ ἐάσω, «ἀνέβης» φησίν «εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν», ὅπερ ἐστίν, ὑψώθης ἐν τῷ σταυρῷ καὶ τὴν αἰχμαλωτισθεῖσαν ἡμῶν φύσιν παρὰ τοῦ δεινοῦ τυράννου ἀντῃχ μαλώτευσας. «ἔλαβες δόματα ἐν ἀνθρώποις, καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι»· ἀπὸ γὰρ τῶν σεσωσμένων, φησί, παρὰ σοῦ ὥσπερ μισθοὺς τῆς σωτηρίας αὐτοῖς ἀπείληφας. τίνας τούτους; ὥστε ἀπειθεῖς αὐτοὺς ὄντας τὸ πρότερον δέξασθαι τὴν σὴν παρουσίαν καὶ κατασκήνω σιν. «Τοῦ» γὰρ «κυρίου» φησίν «αἱ διέξοδοι τοῦ θανάτου»· συγκεκλεισμένας γὰρ οὔσας τὰς τοῦ θανάτου πύλας ὁ θεὸς ἀνέῳξε καὶ διέξοδον τοῖς ἐγκεκλεισμένοις παρέσχετο. εἰ δὲ καὶ ἔτι σπαίρουσιν αἱ τῶν πονηρῶν δρακόντων σπεῖραι, ἀλλ' «ὁ θεὸς συνθλάσει τὰς κεφαλὰς» αὐτῶν, «κορυ φὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν», τουτέστι καὶ τὰ λεπτότατα τῶν ἡμετέρων ἁμαρτημάτων διακριβούντων κατὰ τὰς οἰκείας κακοηθείας. «κύριος» γὰρ «εἶπεν· ἐκ Βασὰν ἐπιστρέψω», τουτέστιν ἀπὸ τῆς προτέρας αἰσχύνης ἐπιστρέφω πρὸς ἐμαυτὸν τὴν ὀλισθήσασαν φύσιν, καὶ ἐπιστρέφω σε, φησὶ πρὸς τὸν πεπτωκότα ἄνθρωπον, ἐν τοῖς πνευματι κοῖς ὕδασιν, «ὅπως ἂν» ἡ πᾶσά σου τῆς ζωῆς βάσις «βαφῇ» τῷ ἐμῷ «αἵματι». «Ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ»· τοῦτο δὲ ὡς ἐξ ἑτέρου προσώπου εἰρημένον ἐστὶ πρὸς τὸν σῳζόμενον ἄνθρωπον, ὅτι, κἂν μετὰ τὴν ἐπάνοδον γλῶσσαί σε περιλιχμάζωσι κύνειαι, ὥσπερ ἐξ ἐχθρῶν τινων διερεθιζόμεναι, παρὰ θεοῦ ἔχουσι τὸ τῆς τιμωρίας ἐνδόσιμον, ὥστε δοκίμιον κἀνταῦθα φανῆναί σοι τῆς πρὸς τὰ δεινὰ γενναιότητος.

Intertext edge

Open linked passage

Note