Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1
[νδʹ.] Ἑτέρα ἐπίλυσις ψαλμικῆς ῥήσεωσ Ὃ δοκεῖς ἀκατάλληλον καὶ ἀνακόλουθον εἶναι παρὰ τῷ ἑβδομηκοστῷ ψαλμῷ ῥητὸν κείμενον, καὶ λίαν ἐστὶ κατάλληλον καὶ ἀκόλουθον· εἰρηκὼς γὰρ ὁ Δαυίδ, «τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου», εὐθὺς ἐπήγαγεν, «ὅτι οὐκ ἔγνων γραμματείας, εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου». ἐπαγγειλάμενος γὰρ μέγα τι πρᾶγμα καὶ δυσκατόρθωτον, ἀ [ναγγελ] εῖν τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν σωτηρίαν αὐτοῦ–» τίς» γὰρ «ἔγνω νοῦν κυρίου», τίς «εἰς τὰ ἔσχατα» αὐτοῦ «[ἀφί] κετο», τίς δὲ καὶ ἐτόλμησέ ποτε διηγήσασθαι «τὴν ἄβυσσον τῶν κριμάτων» αὐτοῦ καὶ τὴν ἰσορροπίαν τῆς θείας δικαιοσύνης ἐν τοῖς φαινομένοις ἀνίσοις ζυγοῖς, ἐκ ποίων δέ τις καὶ ἀφορμῶν ἐπὶ τὴν ἐκπλήρω σιν τῆς τοιαύτης ὁρμηθείη ἐπαγγελίας;– ὡς οὖν οὐ χωρούσης τῆς ἡμετέρας φύσεως τὰ τῆς «δικαιοσύνης» αὐτοῦ «στάθμια» ἐξακριβώσασθαι, οὐδὲ βιβλίοις τισὶν ἐντυχούσης, τὸ μέτρον τῶν δικαιωμάτων αὐτοῦ ἀναγγέλλουσι, διὰ ταῦτά φησιν, «ὅτι οὐκ ἔγνων γραμματείας, εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου», μονονουχὶ τοῦτο λέγων, ὡς, ἐπειδὴ οὐκ ἐντετύχηκα γράμμασιν ἱεροῖς τὴν τοῦ θεοῦ μοι δικαιοσύνην ἀνακαλύπτουσιν, οἰκείοις μὲν οὐ θαρρήσω λογισμοῖς οὐδὲ πρὸς τὸν τηλικοῦτον ἀγῶνα ἀπὸ τῆς κατ' ἐμὲ γνώσεως ἀποδύσομαι, ἀλλὰ θαρρήσω τῆς ἐπαγγελίας τὸ στάδιον, τὴν δυναστείαν τοῦ κυρίου προσειληφώς. οὐκ οἶδα εἴ τι ἀκολουθότερον ἕτερον ἐν τοῖς λεγομένοις ἐστίν. Τὸ δὲ «τιθεὶς ἐν θησαυροῖς ἀβύσσους» τοῦτό ἐστιν ὡς οἱ λόγοι τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ θεοῦ. «Κιθάρας» δὲ καὶ «ψαλτηρίου» κατὰ ἀναγωγὴν ἡ διαφορὰ αὕτη· κιθάρα μὲν γάρ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν κινουμένη, ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς ἐξακριβούμενος γνώσεως. «Ἔργα» δὲ «κυρίου» εἴποις ἂν ἐπιβάλλων εὐστόχως τὰς ἀρετάς, «ἔργα». δὲ «χειρῶν αὐτοῦ» τοὺς λόγους τῶν γεγονότων· ἢ ἔργα μὲν κυρίου εἶεν ἂν τὰ νοητά, ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητά. Τὸ δὲ «ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην» τὴν πρακτικὴν ἀρετὴν καὶ τὴν θείαν γνῶσιν αἰνίττονται· τῷ γὰρ τελείῳ βίῳ προγυμνάζεται ὁ κοπετὸς κατὰ τὰς πρακτικὰς ἀρετάς, διαδέχεται δὲ τοῦτον ἡ τῆς γνώσεως ἀγαλλίασις. αὐτὸς γοῦν ὁ πρακτικὸς βίος καὶ ῥηγνύμενος σάκκος ἐστίν· ἡ δὲ εὐφροσύνη, ᾗ περιζώννυται ὁ σαρκοφόρος ἀνήρ, ἡ πρὸς τὸν νοῦν διαβαίνουσα ἔλλαμψίς ἐστι τοῦ θεοῦ. «Ὀστᾶ δὲ φυλασσόμενα» παρὰ κυρίου «καὶ μὴ καθ' ἓν συντριβόμενα» αἱ τῆς ψυχῆς εἰσι δυνάμεις, ἢ τὰ ἀληθῆ δόγματα τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς. Τὸ δὲ «καὶ ζητήσεις τὸν τόπον αὐτοῦ» περὶ τοῦ ἁμαρτωλοῦ λεγόμενον «καὶ οὐ μὴ εὕρῃς» τὴν κακίαν αἰνίττεται. τόπος γὰρ ἁμαρτωλοῦ ἡ κακία· ἔσται δὲ ὅτε οὐκ ἔσται κακία, ὥσπερ ἦν ὅτε οὐκ ἦν· οὐκ ἔσται δὲ ὅτε οὐκ ἔσται τὸ ἀγαθόν, ὥσπερ οὐκ ἦν ὅτε οὐκ ἦν. Τὸ μέντοι γε «ἐκκλῖναι ἀπὸ κακοῦ» ὁ τοῦ κυρίου φόβος παρέχει, τὸ δὲ «ποιῆσαι ἀγαθὸν» ἡ ἀγάπη. «Οἱ» δὲ «φίλοι καὶ οἱ πλησίον καὶ οἱ ἀπὸ μακρόθεν ἑστηκότες» τοῦ πειραζομένου δυνάμεις εἰσὶν ἀγγελικαί, ὑποχωροῦσαι ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμασίαν τοῦ πειραζομένου ἢ πρὸς τιμωρίαν.