Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
[νεʹ.] Λύσις προφητικοῦ λόγου ἐκ τοῦ Ἡσαΐου Ἐκ μέρους ἠρώτηκας τὸν τῆς προφητείας χρησμόν· δεῖ δὲ ὅλην εἰπεῖν τὴν περικοπὴν καὶ οὕτω τὴν λύσιν ἐπενεγκεῖν. «καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου, βασιλέως Ἰούδα, ἀνέβῬασὶμ βασιλεὺς Ἀράμ, καὶ Φακεὲ υἱὸς Ῥωμελίου, βασιλεὺς Ἰσραήλ, ἐπιἹερουσαλὴμ πολιορκῆσαι αὐτήν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυὶδ λεγόντων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ. καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. καὶ εἶπε κύριος πρὸς Ἡσαΐαν· ἔξελθε εἰς συνάντησιν Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺν ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως, καὶ ἐρεῖς αὐτῷ· φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζόντων τούτων· ὅταν γὰρ ἡ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν Ἐφραὶμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου περὶ σοῦ λέγοντες· ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἐπιστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβελίου, τάδε λέγει κύριος σαβαώθ· οὐ μὴ μείνῃ αὕτη ἡ βουλὴ οὐδὲ ἔσται, ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμα σκοῦ Ῥαασίμ. ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ καὶ ἡ κεφαλὴ Ἐφραὶμ Σομόρων [καὶ ἡ κεφαλὴ] Σομόρων υἱὸς τοῦ Ῥωμελίου· καὶ ἐὰν πιστεύσητε, οὐδὲ μὴ συνῆτε». Οὗτος μὲν οὖν ὁ τῆς προ [φητείας] χρησμός· εἰωθότων δὲ τῶν τὰς τοιαύτας ἀσαφείας διευκρινούντων ἐξηγητῶν καὶ ἀναχωννύν [των κεκρυμ] μένην ἐν ἑαυτοῖς τὴν ἀλήθειαν, εἰς ὑπονοίας εὐθὺς τρέπεσθαι καὶ τὰς λεγομένας ἀλληγορίας, μ [ικρὸν] δέ τι τῆς ἱστορίας ἐπισημαίνεσθαι, ἐγὼ οὐκ εἰς ἀναγωγὰς εὐθὺς τρέψομαι, ἀλλὰ τὴν παρὰ τὸν καιρὸν ἱστορίαν γνωρίσας τὴν πρώτην, οὕτω δὴ ἀναγωγικώτερον θεωρήσω τὰ εἰρημένα. Τῶν ἀπὸ τοῦ Ἰακὼβ δώδεκα διαιρεθεισῶν φυλῶν ἐπὶ τῶν χρόνων Ῥοβοὰμ τοῦ υἱοῦ Σολομῶντος, αἱ μὲν δέκα φυλαὶ τῷ δούλῳ καὶ ἀποστάτῃ προσεχώρησαν Ἱεροβοάμ, ὃς δὴ μητρόπολιν τῆς κατ' αὐτὸν ἡγεμονίας ἔθετο τὴν Σαμάρειαν, τῆς δὲ τοῦ Ἐφραὶμ φυλῆς ὤν, ἐπώνυμον τῆς οἰκείας ῥίζης τὰς συναποστάσας αὐτῷ δέκα φυλὰς ἐξωνόμασεν. Ἐφραὶμ γοῦν ἐκαλοῦντο αἱ ξύμπασαι καὶ Ἰσραήλ, Ἐφραὶμ μὲν διὰ τὴν τοῦ βασιλεύοντος ἐν αὐτοῖς ἐξ οὗπερ ὥρμητο γένους προσηγορίαν, Ἰσραὴλ δὲ διὰ τὴν πρώτην ἀρχήν· ὁ γὰρ ἀρχηγὸς τοῦ γένους αὐτῶν Ἰακώβ, θείας ὀπτασίας ἀξιωθείς, Ἰσραὴλ παρὰ θεοῦ μετωνόμαστο, νοῦς ἄντικρυς ὁρῶν θεὸν προσαγορευθείς. οὕτω μὲν οὖν καὶ διὰ ταύτας τὰς αἰτίας αἱ συν αποστατήσασαι τῷ Ἱεροβοὰμ δέκα φυλαὶ ὠνομάσθησαν, αἱ δὲ ἐπὶ τοῦ πατρῴου καὶ σχήματος καὶ ἀξιώματος μείνασαι δύο φυλαί, ἥ τε τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμείν, τὸν Ἱεροβοὰμ ὡς ἀποστάτην ἀποστυγήσασαι, τὴν τοῦ Ῥοβοὰμ τοῦ Σολομῶντος βασιλείαν ἠσπάσαντο, ὠνομάζετο δὲ ὁ τῶν δύο φυλῶν οὗτος λαὸς Ἰούδας ἀπὸ τῆς κρείττονος φυλῆς. ἦν δὲ καὶ τῶν γενῶν τούτων ἡ πληθὺς ἀποχρῶσα ταῖς τῶν βασιλέων διαδοχαῖς καὶ ἀξιόμαχος βαρβάροις τε ἐπιοῦσι καὶ ἀλλοφύλοις πολεμοῦσι καὶ ταῖς δέκα φυλαῖς ἐπιβουλευούσαις αὐτοῖς· οἱ γὰρ δὴ τοῦ γένους ἀποστατήσαντες ἐβούλοντο καὶ τὰς δύο ταύτας φυλὰς εἰς ἑαυτοὺς μεταστῆσαι, ὥστε μὴ κατὰ τὰς διαδοχὰς τῶν τοῦ Ἰούδα γενῶν βασιλεύεσθαι, ἀλλ' ἀπὸ τῆς τοῦ Ἐφραὶμ ἡγεμονεύεσθαι βασιλείας καὶ διαδόχους τῆς ἀρχῆς ἔχειν τοὺς ἀπὸ τῆς τοῦ Ἱεροβοὰμ καταγομένους ὀσφύος. καὶ αὐτοὶ γὰρ οἱ βασι λεύοντες ἐν αὐταῖς ἐμεμήνεσαν τῷ Ἰούδᾳ καὶ τὴν ἀπὸ τῶν ἐθνῶν συμ μαχίαν ἐπ' ἐκείνους ἐπήγοντο· ὥσπερ δὴ καὶ Φακεέ, ὁ υἱὸς Ῥωμελίου, βασιλεὺς τοῦ Ἰσραὴλ ἐκ πατρῴας διαδοχῆς γεγονώς, τὸν Δαμασκοῦ βασιλέα Ῥαασίν, υἱὸν τοῦ Ἀράμ, πρὸς τὸν κατὰ τῶν δύο φυλῶν συνείληφε πόλεμον. «Καὶ ἀνηγγέλη» φησίν «εἰς τὸν οἶκον Δαυὶδ λεγόντων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ». οἶκον δὲ Δαυὶδ ἢ αὐτὰς τὰς δύο φυλὰς εἴρηκεν ὁ προφήτης, ἐξονομάσας ἀπὸ τοῦ κρείττονος– ὁ γάρ τοι Δαυὶδ τῆς τοῦ Ἰούδα ῥίζης ἐξέφυ, ὃς δὴ πέμπτος τῶν τοῦ Ἰακὼβ παίδων ἠρίθμηται– ἢ τοίνυν τοῦτο ἢ οἶκον Δαυὶδ τὴν Ἱερουσαλὴμ ὁ λόγος φησίν· ταύτην γὰρ Ἰεβουσαίων κατοικούντων πολιορκήσας καὶ ἐξελὼν ὁ Δαυίδ, Ἱερουσαλήμ τε ὠνόμασε καὶ πόλιν ἑαυτοῦ πεποίηται. τὸ δὲ «συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ» τοῦτό ἐστιν ὅτι ὁ τῆς Δαμασκοῦ βασιλεὺς Ῥαασίμ, ὁ υἱὸς τοῦ Ἀράμ, ὡμονόησε τῷ Φακεέ, υἱῷ Ῥωμελίου, πρὸς τὸν κατὰ τοῦ Ἰούδα πόλεμον. ὃν μὲν γὰρ ἄνω Ῥαασὶμ εἴρηκε, τοῦτον νῦν Ἀρὰμ ὀνομάζει, ἐκεῖ μὲν ἐκ τῆς οἰκείας προσηγορίας γνωρίσας, νῦν δὲ ἐκ τοῦ πατρῴου ὀνόματος, πατὴρ γὰρ τοῦ Ῥαασὶμ ὁ Ἀράμ· ὃν δὲ Φακεέ, υἱὸν Ῥωμελίουἐκάλεσε, τοῦτον νῦν Ἐφραὶμ προσηγόρευσεν, εἴρηται γάρ μοι ὡς ὁ πρῶτος τῆς ἀποστασίας ἄρξας καὶ βασιλεύσας Ἱεροβοὰμ τῆς τοῦ Ἐφραὶμ ἐγεγόνει φυλῆς. ἐντεῦθεν οὖν καὶ αἱ δέκα φυλαὶ Ἐφραὶμ ἐκαλοῦντο, καὶ οἱ βασιλεύοντες τούτων, ὡς ἐκεῖθεν γενεαλογούμενοι, Ἐφραὶμ ὠνομάζοντο. Ταύτης οὖν τῆς ἀγγελίας διαχεθείσης εἰς Ἰσραήλ, ὅ τε Ἄχαζ τῶν οἰκείων ἐπιλέληστο λογισμῶν, καὶ ὁ ὑπ' αὐτὸν λαὸς οὐδὲν ἧττον ἐπάγη τῷ δέει καὶ μικροῦ δεῖν ἐτεθνήκει· οἷς γὰρ καθ' ἑαυτοὺς οὖσιν οὐχ οἷοί τε ἦσαν ἀντιτάξασθαι, πῶς ἂν τούτους ἐθάρρησαν, Ῥαασὶμ τὸν βασιλέα Δαμασκοῦ, τὸν υἱὸν Ἀράμ, ἐπικαλεσαμένους εἰς συμμαχίαν; εἰκάζει γοῦν καὶ τὴν πτοίαν τοῦ λαοῦ ὁ προφήτης «ξύλῳ» τινὶ «ἐν δρυμῷ» μὲν ἑστηκότι, «σαλευομένῳ δὲ ὑπὸ πνεύματος». ἀλλ' ὅ γε θεὸς ἐπισκήπτει τῷ Ἄχαζ διὰ τοῦ προφήτου «ἡσυχάζειν» καὶ μὴ ταράττεσθαι «μηδὲ ἐξασθενεῖν τὴν ψυχὴν ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων». «ὅταν γάρ» φησίν «ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι». εἰ γὰρ καὶ μεγάλη, φησίν, ἡ τῆς Δαμασκοῦ δύναμις καὶ ὁ ἐπικαλεσάμενος ταύτην λαὸς πολλαπλασίους τῶν δύο φυλῶν τυγχάνουσιν ὄντες, ἀλλ' ἐμοῦ βουλομένου οὐδὲν ἀπεοίκασι δύο δαλῶν, καπνῷ μὲν ὑποτυφομένων, οὐ μέντοι γε καὶ πῦρ ἀποσπινθηριζόντων. εἰ γὰρ καὶ ὀργισθεὶς ὑμῖν ἐπὶ τὸν καθ' ὑμῶν τούτους ἐξήνεγκα πόλεμον, ἀλλ' αὖθις ἰάσομαι συντριβέντας καὶ ἀνακτήσομαι. εἰ γὰρ καὶ «ἐβουλεύσαντο βουλὴν πονηρὰν Ἐφραὶμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου περὶ σοῦ λέγοντε», τάδε καὶ τάδε ποιήσομεν (τί γὰρ δεῖ παλιλλογεῖν;) «καὶ βασιλεύσομεν» τῆς Ἱερουσαλὴμ «τὸν υἱὸν Ταβεήλ», ἀλλ' «οὐ μείνῃ αὕτη ἡ βουλὴ οὐδὲ ἔσται». Ἐφραὶμ οὖν ἐνταῦθα καὶ υἱὸν τοῦ Ῥωμελίου τὰς δέκα φυλὰς ὀνομάζει καὶ τὸν ἐν αὐταῖς βασιλεύοντα. Τὸ δὲ «ἀλλ' ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασίμ» ἀσαφὲς μὲν πάντῃ καθέστηκε, τοῦτο δέ μοι δοκεῖ ὑπ [αινίτ] τεσθαι, ὡς οὐκ ἄρξει ποτὲ ὁ τῆς Δαμασκοῦ βασιλεὺς τῆς Ἱερουσαλήμ, ἀλλ' ἐφ' ἑαυτῶν ἔσονται καὶ οἱ βασιλεῖς [τοῦ] ἔθνους καὶ ὁ λαός· καὶ ἀντικατηγορηθήσεται ἀλλήλοις τῷ τε ἔθνει καὶ τοῖς βασιλεῦσι τὸ τῆς Δ [αμασκοῦ] ὄνομα, καὶ τοῦ μὲν Ἀράμ, τοῦ πατρὸς Ῥαασίμ, ἀρχὴ ἔσται τὸ ἔθνος ὡς ὅλον μέρους καὶ περιεκτικὸν περιεχομένου, αὖθις δὲ τῆς Δαμασκοῦ κεφαλὴ ἔσται ὁ Ῥαασὶμ ὡς βασιλεὺς βασιλευομένου λαοῦ. Καὶ τὰ μὲν κατὰ τὴν Δαμασκὸν οὕτως, τὰ δὲ κατὰ τὸν Ἐφραίμ· «ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραὶμ ἀπὸ λαοῦ», καὶ αὐτὰ δὴ τὰ βασίλεια τῶν Σομόρων τοῦ Ἐφραίμ, ἤτοι ἡ μητρόπολις αὐτῶν Σαμάρεια, συνεκλείψει δὲ τούτους καὶ αὐτὸς ὁ τῶν «Σομόρων» βασιλεύς, «ὁ υἱὸς τοῦ Ῥωμελίου». «καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε». εἰ γὰρ μὴ πίστις, φησί, προηγήσεται τῶν παρ' ἐμοῦ λεγομένων, οὐδὲ σύνεσις περὶ τῶν προφητευομένων ἐπακολουθήσει· δεῖ γὰρ πιστεῦσαι καὶ οὕτως συνιέναι. Ὁ δὲ τοῦ Ταβεὴλ υἱός, ὃν ἐβούλοντο αἱ δέκα φυλαὶ καὶ ὁ τοῦ Ῥωμελίου υἱὸς βασιλέα ταῖς δυσὶ φυλαῖς ἐπιστῆσαι, εἷς ἦν τῶν ἀπὸ τῆς φυλῆς τοῦ Ἐφραίμ. οὕτω μὲν οὖν τὰ φερόμενα ἐν τῇ προφητείᾳ ὀνόματα οἰκείως ἀλλήλοις καὶ κατὰ τὴν ἱστορίαν διαιρεῖται καὶ συμβιβάζεται· ὅτι δὲ ἄμφω τὼ ἔθνη τούτω, ὅ τε Ἐφραὶμ καὶ ἡ Δαμασκός, πανωλεθρίαν ὑπομεμενήκατον, ἐκ τῆς κατ' αὐτοὺς ἱστορίας μεμαθήκαμεν. ὁ μὲν γὰρ Θαγλαχθφασὰρ τὴν Δαμασκόν, ὁ δὲ Σαλμανάσαρ τὸν Ἐφραὶμ ἐξηνδραποδίσαντο· ὃς καὶ τὴν Σαμάρειαν εἷλε πολιορκήσας. καὶ ὁ τῶν ἑξήκοντα δὲ καὶ πέντε ἐτῶν ἀριθμός, ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς τοῦ Ὀζίου βασιλείας ἀρξάμενος, εἰς τὸν τελευταῖον βασιλεύσαντα τῶν φυλῶν, φημὶ δὴ τὸν Ὠσηέ, καταλήγει. Καὶ ἡ μὲν καθ' ἱστορίαν τοῦ ῥητοῦ ἐξήγησις αὕτη· ἀφορμὰς δὲ ἀλλη γοριῶν λάβοις μὲν καὶ ἀπὸ τῶν σημασιῶν τῶν ἐν τοῖς ῥητοῖς ὀνομάτων. Ἀρὰμ γὰρ ἑρμηνεύεται ὅρασις ἢ φῶς ἢ λόγος· Δαμασκὸς αἵματος φίλημα ἢ αἵματος ποτισμός· Ταβεὴλ ἀγαθὰ θεοῦ ταῦτα· Ῥαασὶν ὅρασις ὕψους· Ἱερουσαλὴμ ὅρασις εἰρήνης· Ἱεροβοὰμ δικασμὸς λαοῦ· Ἰούδας ἐξομολόγησις· Ὀζίας ἀδελφὸς ἢ ἐπιφανὴς ἢ ἰσχὺς κυρίου· Ἄχαζ ἰσχύς. λήψεται μὲν οὖν τις κἀντεῦθεν ἀρχὰς τοῦ ἀλληγορεῖν καὶ μετάγειν τὴν κατὰ τόπον ἱστορίαν ἐπὶ τὴν κατὰ νοῦν θεωρίαν, ἐγὼ δὲ οὐκ εἴωθα τὰ πολλὰ ταῖς τῶν Ἑβραϊκῶν ὀνομάτων ἕπεσθαι σημασίαις, ἐπειδὴ πολλάκις ἐναντιοῦται τοῖς ἀλληγορουμένοις τὰ σημαινόμενα καὶ οὐ πάνυ τι κατάλληλος ἀπὸ τούτων ὁ τῆς θεωρίας λόγος φαίνεται. τῷ μέντοι Μαξίμῳ τῷ φιλοσόφῳ οὐκ ἄλλοθεν αἱ τῆς ἀλληγορίας ἀρχαὶ ἢ ἐντεῦθεν· ὅπῃ δὲ αὐτῷ ἀντιπίπτει τὸ σημαινόμενον τοῦ ὀνόματος, βιάζεται καὶ τὴν καλλίστην σημασίαν ἐπὶ τὸ χεῖρον ἐξερμηνεῦσαι καὶ τὴν πονηρὰν τοῦ ὀνόματος δύναμιν εἰς κρείττω τάξιν μεταποιῆσαι. Ὁ μὲν οὖν τὸν Ἀρὰμ ὅρασιν ἢ φῶς ἢ λόγος ἑρμηνευόμενον, ἐπειδὴ πρὸς κακοῦ τὸ ὄνομα τοῦτο κεῖται τῷ προφήτῃ, ἐξεβιάσατο ἂν τὴν σημασίαν ἐπὶ τὴν χειρίστην μεταστῆσαι ὑπόνοιαν· ἐγὼ δὲ οὐ πάνυ τι φροντίζων τῆς σημασίας τῶν ὀνομάτων, ἁπλῶς οὕτως τὴν ἐνταῦθα θηρῶμαι ἀλληγορίαν, ὅτι ἐπειδὴ ὁ Ἄχαζ οὐκ ἀγαθὸς ἦν τοῦ ἔθνους βασιλεὺς οὐδὲ κατὰ τοὺς εὐσεβεστέρους νόμους ἐξηγεῖται τὴν Ἱερουσαλήμ, εἰκότως ἂν εἰς τὸν ἐν τῇ ψυχῇ λόγον ἀλληγορηθείη, μὴ καταλλάττοντα τὸν ἐν γράμματι νόμον τῷ πνεύματι, μηδὲ [......] συμβιβάζοντα τὴν ὑπόνοιαν πρὸς τὴν ἀλήθειαν. διὰ γοῦν τὴν παράνομον ἐπιστασίαν τοῦ λόγου ἀνέβη ἐπὶ τὴν Ἱερουσαλὴμ καὶ ὁ υἱὸς Ἀρὰμ Ῥαασίν, ὁ βασιλεὺς Δαμασκοῦ, καὶ ὁ υἱὸςῬωμελίου Φακεέ, ὁ βασιλεὺς Ἰσραήλ. σύμβολον δὲ ὁ μὲν τῆς Δαμασκοῦ βασιλεὺς τῆς θυμικῆς ἐπὶ τὸν λόγον κινήσεως, ὁ δὲ υἱὸς τοῦ Ῥωμελίου Φακεὲ τῆς κατὰ τὴν ἄλογον ἐπιθυμίαν ὁρμῆς. ὑπὸ μὲν γὰρ τὴν ἀκριβῆ ἐπιστασίαν τοῦ λόγου ὥσπερ ὑφ' ἡνίοχον τεχνικὸν ἠρεμοῦσι τὼ ἵππω τούτω καὶ ὑπὸ τὸ ἅρμα τετάχατον· ἐπὰν δὲ διάστροφος ὁ λόγος γένηται καὶ καταφρονήσῃ τῆς Ἱερουσαλήμ, ἀναβαίνουσιν ἐπὶ ταύτην αἱ δυνάμεις αἱ ἄλογοι, καὶ πολεμεῖν μὲν ἐπιχειροῦσι, πολιορκεῖν δὲ ταύτην οὐ δεδύνην ται. ἀπαγορεύοντος δὲ τοῦ λόγου πρὸς τὴν τούτου ἰσχὺν καὶ τῶν τούτου δυνάμεων, ἀντίμαχος τούτοις εὑρίσκεται ὁ θεός, καὶ τὸν μὲν θυμὸν αὐτὸν ὑφ' ἑαυτοῦ φησι καταναλωθήσεσθαι, τὴν δὲ βασιλείαν Ἐφραὶμ μετὰ πέντε καὶ ἑξήκοντα ἔτη ἐκλείψειν ἀπὸ λαοῦ. ἔστι δὲ ὁ μὲν ἑξήκοντα ἀριθμὸς τῆς κατὰ τὴν πρακτικὴν ἀρετὴν τελείας ἐργασίας ὑπόθεσις, ὁ δὲ τῶν πέντε τῆς κατ' αἴσθησιν ἐντελοῦς ἐνεργείας οἰκειότατον σύμβολον, μεθ' ἃ ἡ κατὰ τὴν ἄλογον ἐπιθυμίαν ἐξοικίζεται δύναμις. Κἀγὼ μὲν οὕτως· ὁ δέ γε πολὺς τὰ θεῖα Βασίλειος τὸν μὲν Ῥαασὶμ τῇ διαλεκτικῇ ἀπεικάζει φιλοσοφίᾳ καὶ τῇ περὶ τὰ μετέωρα πραγματείᾳ, τὸν δὲ Ἐφραὶμ ταῖς ἐνδιαστρόφοις τῶν πιστευσάντων περὶ τὸ θεῖον ὑπολήψεσι, καὶ ταῦτά φησι πολλάκις ὁμονοεῖν ἐπὶ τὸν βασιλεύοντα νοῦν τῆς Ἱερουσαλήμ. εἰ μὲν οὖν ἄμφω σοι ἀρέσκει τὰ τὴν ἀλληγορίαν ὑφάναντα, οὐδὲν ἄν σε τῆς ψυχῆς ἐξελοίμην· εἰ δ' ἀπορεῖς ποτέρῳ πρόσθοιο, μηδὲν ἐνδοιάσας ἢ διακρίνας τὴν τοῦ μεγάλου προελοῦ Βασιλείου ἐξήγησιν. ὁ γὰρ σοφὸς οὗτος ἀνὴρ καὶ θεοφάντωρ ὡς ἀληθῶς καὶ πάσαις μὲν εὐδοκιμεῖ ταῖς τῶν θείων γραφῶν ἐξηγήσεσι, μάλιστα δὲ ἐν τοῖς εἰς τὸν Ἡσαΐαν ἐξηγητικοῖς αὐτοῦ λόγοις τῶν τε ἄλλων ἁπάντων κρατεῖ καὶ καθ' ἑαυτοῦ τὰ πρωτεῖα ἠνέγκατο. διὰ ταῦτα δὴ κἀγὼ ᾐδέσθην πολλὰς ἐπενεγκεῖν τῷ λόγῳ ἀλληγορίας· τί γάρ σοι δεῖ τῶν ἄλλων ἀστέρων, τοῦ φανοτάτου ἡλίου τὸν λόγον ἀποσαφοῦντός τε καὶ φωτίζοντος; Βασίλειον γὰρ ἢ τῶν πάντων οὐδεὶς ἤ, εἴ γέ τις νικῴη, ὁ ἑταῖρος Γρηγόριος.