Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1
Ἑτέρα λύσις προφητικῆς ῥήσεως. Ἀσαφέστατον μὲν καὶ τοῦτο παντάπασιν, ὅπερ ἠρώτησας τοῦ προφήτου Ἡσαΐου ῥητὸν καὶ χρησμῷ ἐοικὸς ἄντικρυς· δεῖ δὲ πρῶτον θεῖναι τὴν ῥῆσιν ψιλήν, εἶθ' οὕτω τὴν λύσιν ἐπαγαγεῖν. «Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλ λων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος». ἄχρι τούτου τὰ τοῦ χρησμοῦ. τοσοῦτον δὲ ἴσθι, ὡς τοῖς πρὸ ἐμοῦ τὸ ῥητὸν ἑρμηνεύσασι κατὰ τῆς Ἰουδαίων συναγωγῆς ἔδοξεν ἐξηγήσασθαι τοῦτο καὶ τούτοις ἐπενεγκεῖν τὸ οὐαί, ὡς ἐμπορικωτάτοις καὶ λημμάτων ἥττοσι καὶ μὴ μέχρις Αἰθιοπίας τὰ φορτηγὰ πλοῖα ἐκπέμπουσι καὶ τὰ ἐκεῖθεν ἀντικομιζομένοις ἀγώγιμα, ἀλλὰ καὶ περαιτέρω τὴν λιχνείαν ἐκτείνουσι καὶ μέχρι Βύβλου τὴν ἐμπορίαν ποιουμένοις καὶ τοῖς ἐκεῖσε διὰ θαλάσσης ὅμηρα ἐπιστέλλουσιν, ἵνα τι τῶν ἐκείνοις παρακερδήσωσι. τινὲς δὲ τῶν τὸν προφήτην ἑρμηνευσάντων καὶ μύθου Ἑλληνικοῦ ἥψαντο καὶ τῷ τῆς ἐξηγήσεως λόγῳ τὸν Ἄδωνιν παρεισηγηόχασι· περὶ οὗ δή, ὡς πρὶν μὲν ἀπολωλότος, ὕστερον δὲ ζητηθέντος καὶ εὑρεθέντος, οἱ κατὰ τὴν Ἰουδαίαν ἐπὶ τῇ εὑρέσει τούτου πανηγυρίζοντες ταῖς ἐν Βύβλῳ γυναιξὶν «ὅμηρα καὶ ἐπιστολὰς» διὰ θαλάσσης ἐξέπεμπον, τῇ ὑγρᾷ ταῦτα πιστεύοντες καὶ ἐπῳδαῖς τισι περὶ τῆς ἀποκομιδῆς τούτων τεθαρρηκότες. Οὕτω μὲν οὖν οἱ πρὸ ἐμοῦ τὸ ῥητὸν ἀναπτύσσοντες· ἐμοὶ δὲ εὐεπιχειρη τότερον μᾶλλον κατὰ τοῦ Βαβυλωνίου δοκεῖ. οὗτος γὰρ πάσης κατάρξαι γῆς ἱμειρόμενος, νῦν μὲν εἰς Αἰθιοπίαν, νῦν δὲ καὶ ἐπέκεινα τῶν ταύτης ποταμῶν τὰς συνήθεις ἐποιεῖτο ἀπειλὰς καὶ ἐπιστολάς, πτεροῖς ὥσπερ ἀπὸ τῆς γῆς κουφίζων τὰ πλοῖα καὶ διὰ θαλάσσης ἀφιείς. «οὐαί» οὖν φησι «γῆς πλοίων πτέρυγες». αὐτῶν γὰρ ὥσπερ τῶν πλοίων κατολοφύρεται τῶν ἀπὸ γῆς πτερυσσομένων ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ἤτοι εἰς τὴν Ἰνδικὴν εἰσβαλλόντων, βαθύτερον γὰρ τῆς Αἰθιοπίας ὡς πρὸς ἀνατολὰς ἡ τῶν Ἰνδῶν χώρα ἐξήπλωται. εἶτα δὴ τὴν Περσικὴν ἀπληστίαν ἐμφαίνων ὁ λόγος, μᾶλλον δὲ τὴν τῶν Περσῶν στηλιτεύων ἄνοιαν ἀπὸ κοινοῦ κατοιμώζεται καὶ «τὸν ἀποστέλλοντα ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος». εἰώθεσαν γὰρ οἱ τῶν Περσῶν αὐτοκράτορες, ἐπειδὰν ἔμελλεν αὐτοῖς διὰ θαλάσσης τὸ στράτευμα διαπεραιώσασθαι, ἐκεῖνο δὴ τὸ πέλαγος ἐξιλεοῦν ἑαυτοῖς καὶ ὅμηρά τινα πέμπειν, ἤτοι χρυσᾶς ταινίας καὶ περιδέραια τοῦ βυθοῦ καθιέναι, ἵν' ὅμηρα αὐτῷ εἴη τῆς τοῦ στρατεύματος περαιώσεως, ἐπεστέλλετό τε τῷ πελάγει καὶ γράμματα βίβλινα, ἢ εἰ βούλοιτό τις ἐρεῖν καὶ βύβλινα· τὸ γὰρ εἶδος τοῦ βιβλίου ἐκ τῆς ἐν Βύβλῳ ὕλης ἐσκεύαστο. Δαρεῖος γοῦν, ὁ μετὰ ταῦτα τὴν Περσικὴν βασιλείαν ἀναδησάμενος, καὶ ὁ μετ' ἐκεῖνον Ξέρξης, ἐπειδὴ τοῖς Ἀθηναίοις, ὁ μὲν κατὰ γῆν, ὁ δὲ κατὰ θάλασσαν, συμβεβλη κότες ἡττήθησαν, τῶν ἐν τέλει τοὺς κρείττους ἐπὶ τὴν θάλασσαν ἐκπεπόμ φασι μαστιγοῦν τε ταύτην καὶ κατῃκίσθαι ἐπὶ πολλοῖς δώροις ἀγνω μονήσασαν. Οὕτω μὲν οὖν ἡ τοῦ ῥητοῦ λύσις κατὰ τὴν λέξιν ἐμοὶ σαφηνίζεται· εἰ δὲ κἀνταῦθα θεωρίαν ζητοίης, ἔστω σοι ἀντὶ τοῦ Βαβυλωνίου «ὁ νοῦς ὁ μέγας, ὁ Ἀσσύριος», τὸν ἀντικείμενόν φημι δαίμονα, οὗ τὰ κοῦφα πλοῖα ἀπὸ γῆς πτερυσσόμενα πέμπεται ἐπέκεινα ποταμῶν Αἰθιοπίας. πλοῖα δὲ πτερωτὰ νοοῖντ' ἂν αἱ γεώδεις ἐπιθυμίαι, βαρεῖαι μὲν οὖσαι τῇ φύσει, τῷ δὲ τῆς ἡδονῆς ἡδεῖ κοῦφαι δοκοῦσαι καὶ εὐπετεῖς, οὐ τῷ τὴν πρακτικὴν ἀρετὴν ἐπιτηδεύοντι διενοχλοῦσαι, οὗ σύμβολον ἡ Αἰθιοπία, καυσουμένῳ καὶ μελαινομένῳ δεινῶς διὰ τὸν ὑπὲρ κεφαλῆς φλογίζοντα ἥλιον, ἀλλὰ καὶ τῷ ἐπέκεινα γῆς Αἰθιοπίας ὁδεύοντι καὶ εἰς τὴν τῆς θεωρίας προϊόντι ἀνατολήν. «Οὐαὶ» δὲ καὶ «ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος». θάλασσα δὲ τί ἂν ἄλλο νοοῖτο ἢ ὁ κυμαινόμενος βίος τοῖς πονηροῖς πνεύμασιν; ἐπειδὴ γὰρ οἶδεν ὁ πονηρὸς οὗτος δαίμων, ὡς ἀποχρῶσα πρὸς ἀποφυγὴν τοῦ κακοῦ αὐτὴ δὴ ἡ τοῦ βίου τροπικῶς ἐρεῖν θάλασσα, «ὅμηρα» ἐπὶ ταύτην ἐκπέμπει, φημὶ δὴ τὰς ἐμπαθεῖς ἡδονάς, ἵν' ἀντὶ πάσης ταλαιπωρίας ταύτας καρπούμενοι, ἁλώσιμοι ὦμεν τοῖς κύμασιν. ἐκπέμπει δὲ καὶ «ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος». ἐπιστολαὶ δὲ βίβλιναι ἂν εἶεν οἱ ἐπιστελλόμενοι παρ' ἐκείνου καὶ ἀποστελλόμενοι δαίμονες, κατείδωλος γὰρ ἡ Βύβλος. «ἐπάνω» δὲ «τοῦ ὕδατος» οὗτοι γίνονται ὡς ἐμπαθέστεροι καὶ γεωδέστεροι, καὶ οὐκ ἐξ ἀέρος πρὸς ἡμᾶς ἐπιτοξάζονται, ἀλλὰ προσεχῶς τῆς θαλάσσης ἁπτόμενοι, ἤτοι τοῦ βιωτικοῦ κλύδωνος, κἀντεῦθεν ἡμᾶς διακυμαίνοντες καὶ ταράσσοντες. Ταῦτα δὴ καὶ τὰ παρ' ἡμῶν ἐπὶ τῇ τοῦ χρησμοῦ λύσει. σὺ δέ, εἰ μὲν βούλει τὴν ἐπιτομωτέραν ἐπιέναι ὁδόν, ἔχε τὴν προλαβοῦσαν ἐξήγησιν, ἢ εἴ τι ἕτερος διηρμήνευκεν· εἰ δέ σοι ἀρέσκει, καὶ εἴ τις καινότερον ἐπιλύεται τὰ θεοπαράδοτα λόγια, ἔχε καὶ τὴν παρ' ἡμῶν ἐπίλυσιν, ἀποχρῶσαν νεανικῷ φρονήματι πρὸς τὰς νεωτέρας ἐπιλύσεις τῶν ζητη μάτων.