Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1
νζʹ. Εἰς τὸ θεολογικὸν ῥητὸν τὸ ὥσπερ «στέφανος δόξης», οὕτω καὶ «στέφανος ὕβρεως» Οὐκ ἔστι τῆς τοῦ θεολόγου Γρηγορίου γλώττης πρώτης ὅπερ ἠρώτησας, ἀλλὰ τῆς τοῦ Ἡσαΐου φωνῆς· γέγραπται γὰρ οὕτως ἐπὶ τοῖς προφητευο μένοις αὐτῷ· «οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ, τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος». καὶ αὖθις· «ταῖς χερσὶ καὶ τοῖς ποσὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ». καὶ πάλιν· «τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι λαῷ». Τὰ μὲν οὖν ῥητὰ τῆς προφητείας ταῦτα· λέγεται δὲ ὥσπερ «στέφανος δόξης», οὕτω καὶ «στέφανος ὕβρεως»· τὰ γὰρ ἐξαίρετα τῶν κρειττόνων καὶ τῶν χειρόνων στεφάνοις εἰκάζεται. στέφανος δὲ ὕβρεως παρὰ τοῖς Ἰουδαίοις ἡ τῶν Φαρισαίων συναγωγή· οὗτοι γὰρ ἦσαν οἱ πρώτως τὸν νόμον ὑβρίζοντες καὶ ἀθετοῦντες τὰ ἅγια, ἡ περιεκτικὴ τῶν ἀσυνετωτέρων κακία καὶ ὁ κόσμος τῆς πονηρίας, οἱ τοῖς ἀτίμοις ἐπικαυχώμενοι καὶ ταῖς κακίσταις πράξεσι στεφανούμενοι. Κατολοφύρεται δὲ ὁ προφήτης καὶ «τοὺς μισθωτοὺς Ἐφραὶμ» ὡς ἀδικωτάτους καὶ πονηροτάτους παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· μισθωτοὺς δὲ Ἐφραὶμ ἢ συμπάσας ὀνομάζει τὰς δέκα φυλὰς ἀπὸ τῆς βασιλικωτέρας, φημὶ δὴ τοῦ Ἐφραίμ, ταύτας προσαγορεύων, ἢ τὴν τοῦ Ἐφραὶμ φυλήν, ἐξ ἧς Ἱεροβοάμ, ὃν ὁ τοῦ Ναβὰτ υἱὸς διασύρει εἰς ἀνανδρείαν· τοὺς γὰρ μὴ ἐξαρκοῦντας ἑαυτοῖς στρατιώτας «μισθωτοὺς» εἰώθαμεν ὀνομάζειν, ὡς ἐν μὲν προσθήκης μέρει τῷ παντὶ λυσιτελοῦντας, ἑαυτοῖς δὲ μὴ ἰσχύοντας. «Ἄνθος» δὲ τὴν φυλὴν Ἐφραὶμ ὀνομάζει «ἐκπεσὸν ἐκ τῆς δόξης ἐκ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος» διὰ τὴν τοῦ γένους εὐγένειαν καὶ τὴν ἀρχαίαν ἀνθοφοράν, μεταστᾶσαν εἰς μισθοφοράν· ἐκπέπτωκε γὰρ ἀτεχνῶς τῆς προτέρας δόξης ἡ τοιαύτη φυλὴ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος. ἔστι δὲ «παχὺ» μὲν «ὄρος» ὁ ἀντικείμενος δαίμων· παχὺ μὲν ὅτι τὸν γεώδη περιβέβληται φορυτόν, ὑψηλὸν δὲ ὡς ἐπαιρόμενον κατὰ τῆς δόξης τοῦ θεοῦ καὶ κατὰ τῆς ὑπερουσίου δυνάμεως ἀλαζονευόμενον· κορυφὴ δὲ τοῦ τοιούτου ὄρους τὸ τῆς πονηρίας ἀκρότατον, ἐφ' οὗ κατα πέπτωκε τοῦ Ἐφραὶμ ἡ φυλή. Καὶ πᾶς δὲ τοῖς αἰσχίστοις ἔργοις καλλωπιζόμενος «στέφανον ὕβρεως» ἀναδέχεται καὶ «μισθωτὸς» ἀντὶ τοῦ υἱὸς καλεῖσθαι θεοῦ ὀνομάζεται, μισθωτὸς δὲ οὐ τοῦ θεοῦ, ἀλλὰ τοῦ πονηροῦ δαίμονος, ὃς οὐδένας τῶν προσκεχωρηκότων αὐτῷ υἱοποιεῖν δύναται, ἀλλὰ μισθωτοὺς ἔχει διακο νουμένους αὐτοῦ τοῖς θελήμασι. Καὶ ὁ μὲν «τῆς ὕβρεως στέφανος καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραὶμ καὶ χερσὶ καὶ ποσὶ καταπατηθήσονται· ἔσται δὲ κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῷ καταλειφθέντι τοῦ λαοῦ». ὁ μὲν γὰρ πρότερος στέφανος ἐκ τῆς ἀδοξίας ἐδέξατο πλοκήν, ὁ δέ γε τῶν ἀγαθῶν στέφανος θεός, ὁ περιεκτικὸς τῶν ἀρετῶν σύνδεσμος, ἐκ τῆς ὑψηλοτέρας δόξης συνδέδεταί τε καὶ πέπλεκται.