Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 41 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1
νηʹ. Εἰς τὸ «δρέπανον» ὃ τεθέαται Ζαχαρίας «πετόμενον» Τὸ «δρέπανον», ὃ τεθέαται Ζαχαρίας «πετόμενον», τὸ δεκάπηχυ μὲν τὸ πλάτος, τὸ δὲ μῆκος οἷον εἰκοσάπηχυ καὶ διακόπτον «τὸν κλέπτην» καὶ «τὸν ἐπίορκον» καὶ «καταλῦον» μὲν «εἰς τὸν οἶκον αὐτοῦ», διαφθεῖρον δὲ τὴν τούτου πᾶσαν οἰκοδομὴν ἐκ «ξύλων» συντεθειμένην καὶ «λίθων», ὁ μονογενής ἐστι τοῦ θεοῦ λόγος, ὁ παντάπασιν ἀνώνυμος κατὰ τὴν θείαν ὑπόστασιν καὶ οὐδὲν ἔλαττον πολυώνυμος κατὰ τὴν πρὸς ἡμᾶς προνο ητικὴν δύναμιν. ὡς μὲν γὰρ ἐκθερίζων τὴν ἐν ἡμῖν τῆς κακίας ἕξιν καὶ τὰς τῆς φύσεως ἡμῶν παραφυάδας ἐκτέμνων, «δρέπανον» κατωνόμασται· ὡς δὲ ὑπερφυῶς ὁμιλήσας ἡμῖν καὶ σὰρξ μὲν γενόμενος, ἀνάλωτος δὲ τοῖς ἀπὸ τῆς σαρκὸς παθήμασι γεγονώς, «πετόμενον», ὅπερ ὦπται τῷ προφήτῃ, προσηγόρευται. Ἐπεὶ δὲ τοῖν δυοῖν νόμοιν ὁ αὐτός ἐστι κύριος, τοῦ τε παλαιοῦ φημι καὶ τοῦ νέου, ὧν ὁ μὲν τὴν προβεβλημένην εἶχε δεκάλογον, ὁ δέ γε τοῦ εὐαγγελίου καὶ τὴν ἑκάστου τούτων μυστικωτάτην ἔκβασιν, ὡς εἶναι τὴν νέαν διαθήκην τῆς παλαιᾶς διπλασίονα, διὰ ταῦτα τὸ θεῖον ἐκεῖνο δρέπα νον δεκάπηχυ τὸ πλάτος καὶ εἰκοσάπηχυ τὸ μῆκος ἐθεωρήθη τῷ βλέποντι. Ὁ δὲ «ἐπίορκος» καὶ «κλέπτης», ὃν τὸ δρέπανον «συνετέλεσεν», ὁ ἀρχέκα κός ἐστι δαίμων καὶ τῷ γένει ἡμῶν ἀεὶ ἀντικείμενος· κλέπτης μὲν γάρ ἐστιν ὡς ἀποσυλήσας τὸν ἄνθρωπον τοῦ θεοῦ, ἐπίορκος δὲ ὡς ἀθανασίαν μὲν αὐτῷ ὑποσχόμενος, ψευσάμενος δὲ τὴν ὑπόσχεσιν. οἶκος δὲ τοῦ τοιούτου κλέπτου τὸ τοῦ ᾅδου πικρὸν δεσμωτήριον, οὗ καταλύσας ὁ λόγος αὐτήν τε τὴν πονηρὰν στέγην τοῦ παμπονήρου κατέστρεψε καὶ τὰς ἐξαπτικὰς δυνάμεις τῶν ἐν ἡμῖν ἐπιθυμιῶν τάς τε πωρωτικὰς τῶν ἐν ἡμῖν θείων γνώσεων, ἅπερ εἰσὶν οἱ λίθοι καὶ τὰ ξύλα, ἠφάνισεν. 42 Περί τινων γραφικῶν ῥήσεων ἐναντίως ἔχειν ὑπειλημμένων Οὐ χρή σε θαυμάζειν, εἰ τὸ αὐτὸ διαφόροις καὶ ἐναντίοις δηλοῦται ὀνόμασιν· ἡ γὰρ κατ' ἀρετὴν καὶ γνῶσιν προκοπή τε καὶ αὔξησις ἐναλ λάττει τὸ ὑποκείμενον. οἷον ὡς ἐν παραδείγματι πρεσβεύει ὁ Μωσαϊκὸς νόμος τὸ σάββατον, «ἵνα ἀναπαύσηται» φησί «τὸ ὑποζύγιόν σου» καὶ «ὁ παῖς σου». δύο ταῦτα ὀνόματα, ὑποζύγιον καὶ παῖς, λέγεται δὲ κατὰ τοῦ αὐτοῦ ὑποκειμένου, φημὶ δὴ τοῦ σώματος, ἢ μᾶλλον αὐτὸ τὸ σῶμα πρὸς τὴν διάφορον προκοπὴν ἢ ὑποζύγιον ἢ παῖς ὀνομάζεται. τῷ μὲν γὰρ πρακτικῷ, ἔτι ἀτελεστέρῳ τυγχάνοντι καὶ τὸ ἐν ἡμῖν δουλαγωγοῦντι ἄλογον καὶ καταστέλλοντι τοῖς κόσμοις τῶν ἀρετῶν, ὑποζύγιον τὸ σῶμά ἐστιν ἀχθοφοροῦν κατὰ τὴν πρᾶξιν τοῖς τρόποις τῶν ἀρετῶν· εἶτα μεθαρμοσθέν τε καὶ τελειωθὲν καὶ πρὸς ὑπακοὴν λόγου καταρτηθέν, ὡς παῖς ὑπόκειται τῷ θεωρητικῷ, τοῖς γνωστικοῖς ἐπιτάγμασιν ὑπηρετού μενος τοῦ νοός, ὥσπερ δὴ καὶ ὁ αὐτὸς λόγος τοῖς μὲν ἔτι σωματικώτερον τὴν ἀρετὴν μετιοῦσιν ἄχυρον ἂν καὶ χόρτος ὀνομασθείη, διατρέφων τὸ παθητικὸν τῆς ψυχῆς μέρος αὐτοῖς πρὸς ὑπηρεσίαν τῶν ἀρετῶν· εἰ δέ τις ἀναχθείη πρὸς τὴν τῶν ὄντων γνῶσιν καὶ τὴν τῶν τελεωτέρων κατάληψιν, ἄρτος αὐτῷ γίνεται, ὑποτρέφων τὸ νοερὸν αὐτοῦ τῆς ψυχῆς πρὸς θεοειδῆ τελειότητα. κατὰ γοῦν τὴν τοιαύτην τῶν ὀνομάτων ἐπιβολήν τε καὶ θεωρίαν αὐτὸς ὁ θεὸς καὶ «δρόσος» λέγεται καὶ «ὕδωρ» καὶ «πηγὴ» καὶ «ποταμὸς» καὶ «ὁδὸς» καὶ «θύρα» καὶ «φῶς» καὶ ὁπόσα ἄλλα τῶν τοιούτων ὀνομάτων ἐστίν. Οὐ διαφόρως δὲ πρὸς ἀλλήλους περὶ τοῦ αὐτοῦ πράγματος ἐδόξασαν, ὥσπερ ᾠήθης, ὅ τε εὐαγγελιστὴς Ἰωάννης καὶ Παῦλος, ἡ σάλπιγξ τῆς ἐκκλησίας, εἰ ὁ μὲν εἰρήκει θεάσασθαι τὴν τοῦ λόγου «δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς πλήρη χάριτος καὶ ἀληθείας», ὁ δέ γε Παῦλος τὴν τοῦ αὐτοῦ γνῶσιν «ἐκ μέρους» ἔφη «γινώσκειν». ὁ μὲν γὰρ εὐαγγελιστής, τέλειον ὡς ἐν ἀνθρώποις τὸν τῆς ἐνανθρωπήσεως τοῦ λόγου μυηθεὶς λόγον, τὸν σκοπὸν καθ' ὃν ὁ θεὸς γέγονεν ἄνθρωπος πλήρη χάριτος καὶ ἀληθείας ἔφη θεάσασθαι, ὁ δὲ Παῦλος τὴν ὡς θεοῦ λόγου γνῶσιν ἐκ μέρους ἔφη γινώσκειν, «γινώσκεται» δὲ ὁ θεὸς «κρίματα ποιῶν». οὐ τοίνυν ἐκ τῆς κατ' οὐσίαν ὑπάρξεως, ἀλλ' ἐκ τῶν ἐνεργειῶν ὡς ἀπὸ μέρους γινώσκειν ὁ Παῦλός φησι τὸν θεόν. Ἡ μέντοι γε «ἀπὸ δυνάμεως εἰς δύναμιν» καὶ «ἀπὸ δόξης εἰς δόξαν» προκοπὴ ὥσπερ διάφορός ἐστι τοῖς ὀνόμασιν, οὕτω δὴ καὶ τοῖς πράγμασιν. «ἀπὸ» μὲν γὰρ «δυνάμεως εἰς δύναμιν» πρόεισί τις ἀναβαίνων τὴν τῶν ἀρετῶν κλίμακα· «ἀπὸ» δὲ «δόξης εἰς δόξαν» ἀνίπταται τὰς διαφόρους ἐλλάμψεις ἀμείβων τῆς ζωαρχικῆς τελειότητος. «Σκηνῆς» μέντοι «θαυμαστῆς τόπος» ἡ τῶν ἀρετῶν ἐστιν ἕξις· «οἶκος» δὲ «τοῦ θεοῦ» ἡ ἐκ πολλῶν καὶ διαφόρων συγκειμένη θεωρημάτων γνῶσις. ἡ δὲ «φωνὴ τῆς ἀγαλλιώσεως» ὁ ἦχος τοῦ σκιρτήματος τῆς ψυχῆς γινομένου ἐπὶ τῷ πλούτῳ τῶν ἀρετῶν· ἡ δὲ τῆς «ἐξομολογήσεως» ἡ ἐπὶ τῇ δόξῃ τῆς κατὰ τὴν σοφίαν εὐωχίας ἐστὶν εὐχαριστία. «Καρδία» δέ ἐστι «καθαρὰ» ἡ μὴ μορφουμένη τοῖς τῶν γνώσεων ποικίλοις νοήμασι μηδὲ τυπουμένη τοῖς εἴδεσι τῶν ἐλλάμψεων, ἀλλὰ πᾶν εἶδος καὶ ἀρετῶν καὶ γνώσεως ὑπερβᾶσα καὶ παντάπασιν ἀνείδεον ἑαυτὴν τῷ θεῷ παραστήσασα. «Χριστοῦ» μέντοι γε «νοῦς», ὣς δὲ καὶ «σῶμα», ἃ λαμβάνουσι καὶ γίνονται οἱ κατ' ἀρετὴν καὶ γνῶσιν προκόπτοντες, ὁ τῇ οἰκείᾳ ποιότητι τὴν τοῦ ἡμετέρου νοὸς λαμπρύνων ἐστὶ δύναμιν καὶ τὸ καθ' ὁμοιότητα τῆς τοῦ λόγου σαρκὸς τὴν φθορὰν ἀποικονομοῦν τῆς ἐν τῷ ἡμετέρῳ σώματι ἁμαρτίας. Εἰ δὲ ὁ αὐτὸς ἄνθρωπος «κιθάρα» καὶ «αὐλὸς» καὶ «ναὸς θεοῦ» λέγεται, μὴ θαυμάσῃς· οὐ γὰρ κατὰ τὸν αὐτὸν τρόπον ἢ τὸν τύπον τῆς ἀρετῆς, ἀλλὰ «κιθάρα» μὲν λέγεται ὡς ἁρμοσάμενος ἑαυτῷ τὰς συντονίας τῶν ἀρετῶν, «αὐλὸς» δὲ ὡς διὰ τῆς γνώσεως τὰς τοῦ πνεύματος ἄνωθεν ἐλλάμψεις δεχόμενος, «ναὸς» δὲ ὡς διὰ τὴν τοῦ νοῦ καθαρότητα θεοῦ γενόμενος οἰκητήριον. Ὁ δέ γε τοῦ θεοῦ λόγος διττὸν τρόπον λέγεται σάρξ, τὸν μὲν ὅτι σεσάρκωται, τὸν δὲ ὡς μὴ δυναμένων ἡμῶν γυμνὴν αὐτοῦ τὴν θεότητα χωρῆσαι, διὰ τῆς τῶν ἱστοριῶν καὶ «αἰνιγμάτων» καὶ «παραβολῶν» καὶ «σκοτεινῶν λόγων» ποικιλίας συντιθέμενος. «Κηπουρὸν» δὲ οἴεται τὸν ἀναστάντα λόγον ὁ μὴ πρεσβεύων καὶ τῆς νοητῆς καὶ νοερᾶς φύσεως δημιουργὸν αὐτὸν γεγενῆσθαι, ἀλλ' ἢ μόνον τῆς ἐν γενέσει τε καὶ φθορᾷ κατὰ καιροὺς φυτευομένης καὶ αὖθις ἀπολλυο μένης. Εἰ δέ γε παρὰ τῷ ἀποστόλῳ Παύλῳ οὔπω ὑποτέτακται ὁ μονογενὴς υἱὸς καὶ θεὸς τῷ μεγάλῳ πατρί, «ὑποταγήσεται» δέ ποτε κατὰ «τοὺς ἐπερχομένους αἰῶνας», μὴ οὕτως οἰηθῇς, ὡς αὐτός ἐστι κατ' οὐσίαν ὁ νῦν μὲν μὴ ὑπείκων τῷ γεννήτορι, αὖθις δὲ δεξόμενος τὴν ὑποταγήν, ἀλλὰ τὸ κατ' ἐμὲ ἀτελές τε καὶ τέλειον ἑαυτῷ προσοικειοῦται θεός. ὅσον γὰρ ἐγώ εἰμι ἀτελής τε καὶ ἀνυπότακτος, μὴ ὑπακούων τοῦ θεοῦ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν μήτε κατὰ τὴν γνῶσιν γινόμενος τέλειος, ἀτελὴς καὶ ἀνυπό τακτος τὸ κατ' ἐμὲ καὶ Χριστὸς νομίζεται δι' ἐμέ. «Ἱμάτια» δὲ τοῦ Χριστοῦ κατὰ τὴν μεταμόρφωσιν αὐτοῦ «λευκαινόμενα» τὰ ῥήματά εἰσι τῆς ἁγίας τῶν εὐαγγελίων γραφῆς. ὅταν γοῦν ὁ θεὸς ἐναπαστράψῃ τῇ ἡμετέρᾳ ψυχῇ, τότε δὴ καὶ τὰ θεοπαράδοτα λόγια σαφῆ καὶ ἀσύγχυτα γίνεται συμμεταβάλλοντα τῇ ἐκείνου μορφῇ καὶ τῆς καθαρᾶς κατὰ τὴν ἔννοιαν λευκότητος ἀποστίλβοντα· τηνικαῦτα γὰρ καὶ Μωυσῆς καὶ Ἠλίας μετ' αὐτοῦ παραγίνονται, τουτέστιν οἱ πνευματικώτεροι λόγοι τῆς Μωσαϊκῆς νομοθεσίας καὶ τῆς προφητικῆς χάριτος. Ἐρωτᾷς δὲ καὶ τίς ἐστιν «ὁ ἄνθρωπος, ὃν οὐκ ἔχει» ὁ παρειμένος τῷ σώματι, «ἵνα βάλῃ» αὐτὸν «εἰς τὴν» τοῦ Σιλωὰμ «κολυμβήθραν», ὅταν ταράσσηται· ὁ ἔμφρων λογισμός, ὁ ταῖς ἀρεταῖς τελειούμενος. κολυμβήθρα δέ ἐστι τοῦ τοιούτου ἡ δεκτικὴ τῆς γνώσεως ἀρετή· «αἴρειν» δὲ οὗτος «τὸν κράββατον» παρὰ τοῦ κυρίου προστέτακται, συμβολικώτερον ἆραι τὸ σῶμα τοῖς ὤμοις τῶν ἀρετῶν προσταττόμενος καὶ εἰς τὸν ἴδιον ἀπελθεῖν οἶκον, ἤτοι τὸν οὐρανόν. Τέσσαρας δὲ ἴσθι γενικοὺς τρόπους ἐγκαταλείψεως, τὸν οἰκονομικόν, τὸν κατὰ δοκιμασίαν, τὸν κατὰ παίδευσιν πατρικήν, τὸν κατὰ ἀποστροφήν.

Intertext edge

Open linked passage

Note