Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 43 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
Τῶν εἰς τὸ ἅγιον πάσχα ἀλληγορουμένων κρυφίως τῷ θεολόγῳ Γρηγορίῳ ἐξήγησις. Ὁ μὲν μέγας πατὴρ Γρηγόριος, ὁ τῆς θεολογίας φωστήρ, τοῖς εὐαγ γελικοῖς ἑπόμενος ῥήμασι καὶ τὴν ἱστορίαν εἰς ἀλληγορίαν τιθείς, οὐδέν τι πλέον τοῦ πνευματικῶς ἡμῖν ἐντεῦθεν προτρέπεσθαι τὰ ἱστορούμενα περὶ τὴν ὑψηλολογίαν τῶν ἀπορρήτων ἐπραγματεύετο· ἐγὼ δέ σοι ἐκεῖθεν ὥσπερ ἐκ πηγῆς βρυούσης τὰς ἀφορμὰς λαβὼν τοῦ ἀλληγορεῖν καὶ αὐτό σοι τὸ εἶδος ἐν τοῖς κατὰ μέρος μορφώσομαι τῆς ἀναγωγῆς. «Τὴν Ἰωάννου». τοίνυν «ζώνην μιμούμεθα τοῦ ἐρημικοῦ καὶ προδρόμου», τὸ γόνιμον τῆς ψυχῆς διὰ γνώσεως πρακτικῆς ἐπισφίγγοντες. Ὁ δὲ «πεμπόμενος ἐπὶ τὸ εὐαγγέλιον μαθητὴς φιλοσόφως καὶ ἀπερίττως, ὃν δεῖ πρὸς τῷ ἀχάλκῳ καὶ ἀράβδῳ καὶ μονοχίτωνι ἔτι καὶ γυμνοποδεῖν» ὁ τοῖς τρόποις ἐστὶ παντελῶς τὴν πρὸς τὸν κόσμον τοῦτον ἐπιδεικνύμενος ἀλλοτρίωσιν τῷ ἀφιλαργύρῳ καὶ ἀοργήτῳ, πρὸς δὲ καὶ ἁπλοϊκῷ τρόπῳ μηδὲ νεκρότητος σύμβολον τῷ ἴχνει τῆς ψυχῆς ὥσπερ ὑπόδημα ἐναφείς. «Ῥαχὴλ» δέ ἐστιν ἢ «Λεία ψυχὴ πατριαρχικὴ καὶ μεγάλη, τὰ εἴδωλα κλέπτουσα τοῦ πατρός, ἅπερ ἂν εὕρῃ, ἵνα ἀφανίσῃ» πᾶσα ψυχὴ θεωρητικὴ τοῖς κατὰ πρᾶξιν θεσμοῖς τὰ πάθη τῆς σαρκὸς τῷ γονίμῳ τῆς ψυχῆς ὑποτάσσουσα· εἴδωλα δὲ πατρὸς τὰ γεώδη φαντάσματα τοῦ νοὸς ἢ τὰ τοπικὰ σύμβολα τῶν κρυφίων, ἃ δεῖ βλέπειν ἐκεῖθεν καὶ ἀφανίζειν τὴν πρακτικὴν καὶ θεωρητικὴν ψυχήν. «Εἰ δὲ Ἰσραηλίτης εἶ» φησί «σοφός, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας μετένεγκε». Ἰσραηλίτης δέ ἐστι σοφὸς νοῦς θεωρητικός, τὰ τοῦ αἰῶνος τούτου νοήματα πρὸς τὴν χώραν τῆς γνώσεως μεταβιβάζων, κατὰ τὸν μέγαν ἐκεῖνον Ἰακὼβ τὸν πάντα τὰ τοῦ Λάβαν πρὸς τὴν γῆν τῶν πατέρων μετακομίσαντα. «Σίμων» δέ ἐστι «Κυρηναῖος τὸν σταυρὸν αἴρων καὶ ἀκολουθῶν» πᾶς ἕτοιμος πρὸς ὑπακοὴν τοῦ εὐαγγελίου καὶ πρόθυμος διὰ νεκρώσεως τῶν ἐπὶ γῆς μελῶν τὴν ὑπὲρ ἀρετῆς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν ὑπερχό μενος κάκωσιν· Σίμων μὲν γὰρ ὑπακοή, Κυρηναῖος δὲ ἑτοιμότης εἰς τὴν Ἑλλάδα ἑρμηνεύεται γλῶτταν. «Λῃστὴς» δέ ἐστιν «εὐγνώμων» ὁ διὰ βίου μὲν παντὸς πᾶσαν πονηρίαν ἐπιδειξάμενος, ἐν τῷ τέλει δὲ τῆς ζωῆς αἰσθόμενος ὧν ἐξειργάσατο καὶ αἰτῶν συγγνώμην εἰλικρινῶς ἐκ βάθους ψυχῆς ὧν ἡμάρτηκεν. «Ἰωσὴφ» δέ ἐστιν «ὁ ἀπὸ Ἀριματθίας, αἰτῶν τὸ σῶμα» τοῦ Ἰησοῦ «ἀπὸτοῦ σταυροῦντος» πᾶς ἄνθρωπος προσθήκην πίστεως ἔχων καὶ γνώσεως καὶ τοῖς κατ' ἀρετὴν ηὐξημένος τρόποις καὶ πᾶσαν ἀπάτην τῶν ὑλικῶν ἑαυτοῦ περιελόμενος· Ἰωσὴφ μὲν γὰρ ἑρμηνεύεται πρόσθεσις, Ἀριματθία δὲ ἆρον ἐκεῖνο. οὗτος τοιγαροῦν τὸ σῶμα τοῦ Χριστοῦ λαβὼν ἐντίθησι τῇ ἐκ πίστεως λελατομημένῃ καρδίᾳ· σῶμα δὲ Χριστοῦ ἐστι κατὰ τὸν φιλόσοφον Μάξιμον ἢ ἡ ψυχὴ ἢ αἱ ταύτης δυνάμεις ἢ αἱ αἰσθήσεις ἢ αἱ ἐντολαὶ ἢ αἱ ἀρεταὶ ἢ οἱ λόγοι τῶν γεγονότων· σταυροῖ δὲ ταῦτα πάντα ὁ διάβολος, οὐκ ἐῶν αὐτὰ ἐν τοῖς παραδεξαμένοις αὐτὸν κατὰ φύσιν ἐνεργεῖσθαι. «Νικόδημος» δέ ἐστι «νυκτερινὸς θεοσεβὴς μύροις ἐνταφιάζων» τὸν κύριον ὁ κατὰ διάνοιαν μὲν ἐρρωμένος εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ, τὴν δὲ τῆς πράξεως τῶν ἐντολῶν φιλοτιμίαν φειδοῖ τῆς σαρκὸς παραιτού μενος. οὗτος γοῦν τῇ εὐωδίᾳ καὶ μόνῃ τῆς κατὰ πίστιν ζωῆς ἐνταφιάζειν λέγεται τὸν θεόν. «Μαρία» δέ τις γίνεται Μαγδαληνή, καὶ αὖθις ἑτέρα «Μαρία καὶ Σαλώμη καὶ Ἰωάννα» ἢ πρακτικὴ ψυχὴ ἀφῃρημένη «ἑπτὰ δαιμόνια», ἤτοι ἀπολυθεῖσα τοῦ ἑβδοματικοῦ τούτου αἰῶνος, ἢ θεωρητικὴ διὰ γνώσεως ἀληθοῦς τὴν πρὸς τὸν λόγον κατὰ χάριν κτησαμένη συγγένειαν. Σαλώμη δέ ἐστιν, ἥτις ἑρμηνεύεται εἰρήνη, ἡ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξασα τῷ νόμῳ τοῦ πνεύματος. Ἰωάννα δέ ἐστιν, ἥτις ἑρμηνεύεται περιστερά, ψυχὴ διὰ πραότητος ἀποθεμένη τὸ ἐμπαθὲς καὶ τὴν ἐν γνώσει πολυγονίαν τοῦ πνεύματος διάπυρον ἔχουσα. αὗται δὲ «δακρύουσιν ὄρθρια»· ὄρθριον δέ ἐστι δάκρυον ἡ ἐπίπονος κατὰ θεωρίαν τῆς ἀληθείας τῶν ὄντων ζήτησις. καὶ ὁρῶσι «τὸν λίθον» ἐκ τῆς θύρας «ἠρμένον» τοῦ μνημείου, τουτέστι τὴν ἐπικειμένην τῇ καρδίᾳ τῆς ἀσαφείας τοῦ λόγου πώρωσιν· εἶτα «τοὺς ἀγγέλους» τοὺς ἐν πνεύματι τῶν ὄντων φυσικοὺς λόγους ἢ τῆς ἁγίας γραφῆς τῶν περὶ θεολογίας καὶ οἰκονομίας τρόπων τρανοτέραν αὐταῖς παρεχομένους τὴν ἔννοιαν· «ἕνα» γάρ φησιν αὐτὰς ὁ λόγος ἑωρακέ ναι «πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσί». «Πέτρος» δὲ γίνεταί τις «ἢ Ἰωάννης καὶ ἐπὶ τὸν τάφον ἐπείγεται, ἀντιτρέχων, συντρέχων, τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενος»· Πέτρος μὲν ὁ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως κατὰ τὴν ἀναστροφὴν τοῦ βίου κτησάμενος, Ἰωάννης δὲ ὁ διὰ τῆς «εἰς τὸ στῆθος» τοῦ λόγου ἐμπτώσεως τοὺς ἀπορρήτους ἐκεῖθεν λόγους σπα [σάμεν] ος. καὶ συντρέχουσι μὲν οὗτοι κατὰ πρόθεσιν ἀλλήλοις, ἑκάτερος κατὰ τὸ ἴσον περὶ τὸ οἰκεῖον ἀγαθὸν εὐοδούμενος· ἀντιτρέχουσι δέ, ὁ μὲν κατὰ τὴν ἐνάρετον πρᾶξιν τὴν τοῦ ἑτέρου θεωρίαν νικῆσαι φιλονεικῶν, ὁ δὲ κατὰ τὴν γνωστικὴν θεωρίαν τὴν πρᾶξιν τοῦ ἄλλου παραδραμεῖν ἐπειγόμενος. «Θωμᾶς» γίνεταί τις τοῖς ἥλοις τῶν τύπων πιστούμενος τὴν ἀνάστασιν, ὅντινα αἱ μνῆμαι τῶν προγεγενημένων ἁμαρτημάτων, ἀπαθῶς τυπούμεναι κατὰ διάνοιαν, πείθουσι τοῦ ἐν αὐτῷ θείου λόγου δέξασθαι τὴν ἀνάστασιν. «Εἰς ᾅδου» δέ τις καταβαίνει τῷ λόγῳ «καὶ γινώσκει τὰ ἐκεῖ τοῦ θεοῦ μυστήρια» καὶ «τὸν λόγον τῆς διπλῆς καταβάσεως» ὁ πανταχοῦ γινώσκων ὑπάρχειν τὸν τοῦ θεοῦ λόγον καὶ ἑπόμενος διὰ θεωρίας αὐτῷ καὶ τῆς ἐπὶ πάντα προνοίας μετὰ συνέσεως τὴν ἐπιστήμην δρεπόμενος. λόγος δέ ἐστι «τῆς διπλῆς καταβάσεως» τὸ καὶ μετὰ σωμάτων ψυχὰς σῴζειν διὰ πίστεως καὶ ἀγωγῆς βίου καθαρωτέρας καὶ χωρὶς σωμάτων εἰς τὸν ᾅδην κατελθόντα τὸν λόγον τὰς ἐκεῖσε τῶν προτετελευτηκότων ψυχὰς διὰ μόνης περιποιεῖσθαι τῆς πίστεως δύνασθαι. «Συνανέρχεται» δέ τις αὐτῷ ἀναλαμβανομένῳ «εἰς οὐρανοὺς» καὶ γίνεται «μετὰ τῶν παραπεμπόντων ἀγγέλων ἢ τῶν δεχομένων» καὶ «Ἀρθῆναι ταῖς πύλαις διακελεύεται» ὁ διὰ πολλὴν περιουσίαν γνώσεως καὶ τὴν τοῦ ἁγίου πνεύματος πλουσίαν μετοχὴν τὸν περὶ προνοίας ἀρκούντως περαιώσας λόγον καὶ εἰς τὴν οὐράνιον ἢ ὑπερουράνιον ζωὴν καταπαῦσαι βουλόμενος, ἀπὸ τῶν παραπεμπόντων ἀγγέλων, ὥσπερ τινῶν τῶν ἐν τοῖς οὖσι τῆς προνοίας λόγων, ἐπὶ τὴν τῶν ὑποδεχομένων ἀρρήτων τῆς θεολο γίας μυστηρίων χώραν ἀναγόμενος καὶ ταῖς κατὰ μέρος ἀναβάσεσιν ὑψηλοτέρας ποιῶν πρὸς ὑποδοχὴν τοῦ θεαρχικωτάτου λόγου τὰς νοερὰς τῆς ψυχῆς πύλας. Τοιαύτη σοι κατ' ἐπιδρομὴν ἡ τῶν τοῦ θεολόγου πατρὸς ῥημάτων ἐξήγησις. συνεχρησάμην πρὸς τὸν λόγον καὶ ταῖς ἑτέρων ἀλληγορίαις, οὐχ ὡς οὐκ ἀρκῶν ἐμαυτῷ, εἰ μή τί μοι μέμφοιο τοιαύτας ὑπονοίας ἀνακινεῖν, ἀλλ' ἵν' εἴ τις αἰτιῷτο τὸ περινενοημένον τῆς ἀλληγορίας, ἔχοιμι παραίτησιν εὐπρεπῆ καὶ ἀναχώρησιν ἕτοιμον τῶν ἑρμηνευσάντων ταῦτα πατέρων τὸ ἀπαραλόγιστον.

Intertext edge

Open linked passage

Note