Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 44 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1
Ἐκ τοῦ περὶ υἱοῦ λόγου, τὸ «καὶ πολλούς, ὃ φρίττω λέγων, Χριστοὺς ἀνθ' ἑνὸς» ἡ μετὰ θάρσους θερμότης πεποίηκεν Κατατρέχων οὗτος ὁ μέγας πατὴρ τῆς θερμῆς μετὰ θράσους φύσεως καὶ τὸν τοῦ λόγου χαλινὸν διαπτυούσης καὶ μέχρι πολλοῦ τὸν λόγον προενεγκὼν καὶ ἐπιχειρήματα ἄλλα ἄλλοις ἐπαγαγών, ὅτι ἐντεῦθεν αἱ διαιρέσεις καὶ αἱ κατατομαὶ τῶν γνωμῶν, ἄλλων ἄλλα προαιρουμένων, ἐπ' αὐτὸ δὴ τῆς ἀταξίας καταντᾷ τὸ κεφάλαιον· τὸ δέ ἐστιν ἡ περὶ τῶν τοῦ Χριστοῦ δοξῶν κατατομὴ καὶ διαίρεσις. πολλὰ γὰρ ἐπισυνείρας μετὰ τὴν τοῦ κεφαλαίου εἰσαγωγήν, «καὶ εἴθε» φησί «τοσοῦτον εἶχον εἰπεῖν, ἀλλὰ καὶ πολλούς, ὃ φρίττω λέγων, Χριστοὺς ἀνθ' ἑνὸς» ἡ μετὰ θράσους θερμότης πεποίηκε, «τὸν γεννώμενον καὶ τὸν κτιζόμενον καὶ τὸν ἀπὸ Μαρίας ἀρχόμενον καὶ τὸν ἀναλύοντα, ὅθεν εἰς τὸ εἶναι προῆλθε, καὶ τὸν ἄνουν ἄνθρωπον καὶ τὸν ὄντα καὶ τὸν φαινόμενον». σχεδὸν γὰρ ἐν τούτοις τὰς περὶ τῆς οἰκονομίας αἱρέσεις ἁπάσας κατηριθμήσατο, ὧν τῆς μὲν Ἀπολινάριος προστάτης ἐγένετο, τῆς δὲ Νεστόριος, τῆς δὲ Εὐτυχὴς καὶ ἄλλος ἄλλης. ἡμεῖς δὲ ἀπὸ τῆς ἐσχάτης ἀρξάμενοι ἐπὶ τὴν πρώτην βαδίσομεν, οὐ πάντων τῶν αἱρεσιαρχῶν καταλέγοντες τὰ ὀνόματα, ἀλλ' ὧν δὴ καὶ μεμνήμεθα, ἐπεὶ μηδ' ἀπαιτεῖται σχέδιος γλῶττα μετὰ τῶν ἐννοιῶν καὶ τὰ τῶν εἰρηκότων ὀνόματα παριστᾶν. Πρῶτος γοῦν φαντασίᾳ τὸ σῶμα περιβεβλῆσθαι τὸν Ἰησοῦν Εὐτυχὴς ἐδογμάτισεν. οὗτος γὰρ ἰλιγγιάσας τὴν τῶν ἐναντίων σύνοδον καὶ μὴ ἀποθαρρήσας πρὸς τὴν συνάφειαν, προεληλυθέναι μὲν τὸν λόγον ἀπὸ γεννήσεως ἐδογμάτισε, μὴ μέντοι γε ἐν ἀληθείᾳ σῶμα ἐνδεδύσθαι, ἀλλὰ δόξαι τοῦτο πεφορηκέναι φαντάσαντα τὴν οἰκονομίαν, ὡς ἐντεῦθεν πλασματώδη πάντα τὰ σωματικὰ ἐλέγχεσθαι τοῦ Χριστοῦ· ὁ γὰρ μὴ κυρίως μηδὲ ἀληθῶς τὸ ἡμέτερον προσλαβόμενος μηδὲ τὴν τοῦ ἀνθρώπου φύσιν ἑαυτῷ προσενώσας, ἤτοι τῇ καθ' ἑαυτὸν ὑποστάσει, τῇ θείᾳ καὶ ἀκηράτῳ μακαριότητι, πεπλασμένως τε τῆς μητρικῆς γαστρὸς προ ελήλυθε καὶ τὴν σπαργάνωσιν ὑπεκρίνατο καὶ ὥσπερ ἐν ὑποβολιμαίῳ προσωπείῳ τὴν ὅλην τῆς οἰκονομίας περίοδον ἐξωρχήσατο. τούτου δὲ τί ἂν γένοιτο ἀσεβέστερον ἢ ἀνοητότερον; ὁ γὰρ μὴ τὴν ἡμαρτηκυῖαν φύσιν ἑαυτῷ προσενώσας, ἀλλὰ σκιὰν ταύτης καὶ εἴδωλον, ἐξαπατήσας δὲ τοὺς τῶν ὁρώντων ὀφθαλμούς, ὡς αὐτὸ τὸ διολισθῆσαν προσειληφώς, οὔτε τὸ νενοσηκὸς ἐθεράπευσε καὶ ταῖς τῶν ἀπατώντων αἰτίαις ἁλίσκεται. πῶς δ' ἂν καὶ διαβαίη ὁ τῆς θεραπείας τρόπος πρὸς τὸν παρεθέντα ἄνθρωπον, ἑτέρου τοῦ ἰατρευομένου τυγχάνοντος; τοῦτο γὰρ δή τι ταὐτόν ἐστιν, ὥσπερ ἂν εἴ τις ἰατρός, ἐμψύχου πυρέττοντος σώματος, τὴν σκιὰν καταψύχει τοῖς ἐναντίοις. ἀλλ' οὔτε ἐκεῖθεν πρὸς τὴν ἠρρωστηκυῖαν φύσιν μετασταίη ἡ θεραπεία οὔτ' ἐντεῦθεν, ἀπὸ τοῦ φαινομένου φημὶ καὶ μὴ ἀληθῶς ὄντος προσλήμματος, πρὸς τὸν διολισθήσαντα ἄνθρωπον γενήσεται ἡ ἀνόρθωσις. Ἡ μὲν οὖν περὶ «τοῦ φαινομένου» δόξα τοιαύτη, καὶ ὁ ταύτης προστὰς δῆλος διὰ τοῦ ὀνόματος γέγονε. τὴν δὲ «τοῦ ὄντος» Νεστόριος πρὸ τοῦ Εὐτυχοῦς εἰσήνεγκεν ὥσπερ ἀπὸ μηχανῆς. οὗτος γὰρ τὴν μὲν τοῦ σώματος ἀλήθειαν παραδέχεται καὶ οὐσιώδη τούτου κηρύττει τὴν γέννησιν, ἑνωθῆναι δὲ τὸν λόγον οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ σχέσιν, ὥσπερ δὴ ἂν εἴ τις ἑταιρίας τρόποις καὶ διαθέσεως τῷ φιλουμένῳ συνενωθείη. κακῶς γὰρ ὁ Νεστόριος τῇ φιλοσοφίᾳ προσβὰς ἀκοινώνητον τοῖς σωματικοῖς τὸ θεῖον ἐδόξασεν, ἀγνοήσας ὡς πάντα θεὸς βουλόμενος δύναται, καὶ ὅτι τὸ ἀσώματον, μήτε μέγα μήτε μικρὸν τυγχάνον κατὰ τὸ μέγεθος, ὑπ' οὐδενὸς μὲν περιγράφεται, τῇ δὲ αὐτοῦ ἀμερείᾳ ἔν τε τοῖς μεγάλοις καὶ τοῖς μικροῖς εὑρίσκεται σώμασιν. ἀλλ' ἐκεῖνος, δεδοικὼς μὴ «ὥσπερ ἐν ζωγρείῳ» τῷ σώματι ὁ ἀπερίληπτος λόγος «κατακλεισθείη», ἐκεῖνον μὲν ἐν τοῖς ἀσωμάτοις τετήρηκε, σχέσεις δέ τινας καὶ διαθέσεις ἀπ' αὐτοῦ πρὸς τὸ τεχθὲν ἀπὸ Μαρίας σῶμα κατέπεμψεν. ἐτυφλώθη γὰρ «ἡ ἀσύνετος αὐτοῦ καρδία καὶ φάσκων εἶναι σοφὸς ἐμωράνθη» κατὰ τὸν θεῖον φάναι ἀπόστολον. ἡμεῖς γὰρ αὐτὸν τὸν λόγον ἑνωθῆναι τῇ καθ' ἡμᾶς φύσει πρεσβεύομεν, μήτε «τοὺς τοῦ πατρὸς κόλπους» ἀπολελοιπότα καὶ πρὸς τὴν τοῦ σώματος ἡμῶν ἐσχατιὰν καταπεφοιτηκότα. ἀλλ' ἐκεῖνος μὲν οὐσιωδῶς προεληλυθέναι τὸν ἄνθρωπον ἔλεγε, σχετικῶς δὲ τούτῳ ἡνῶσθαι τὸν κύριον· τοιαύτη καὶ ἡ τοῦ Νεστορίου δόξα, ἀντίρροπος τῇ τοῦ Εὐτυχοῦς πεφυκυῖα. Ἀπολινάριος δὲ ὁ τὰ τοῦ Πορφυρίου ὕστερον ἀνελὼν κατὰ τῆς ἀληθείας συγγράμματα καὶ μέχρι τούτου φιλοσοφήσας καλῶς, ἑτέραν αἱρέσεως βαδίσας ὁδόν, ἐναντίως μὲν ταῖς προειρημέναις δόξαις ἐχώρησε, μηδε τέραν παραδεξάμενος, «ἄνουν» δὲ τὴν προσειλημμένην φύσιν παρὰ τοῦ κυρίου ἐπρέσβευε. τί γὰρ ἔδει, φησί, τῷ σώματι νοῦ ὡς οὐκ ἀρκοῦντος τοῦ λόγου; ἵνα οὖν μὴ δύο νόες συνέλθοιεν μιᾷ φύσει ὑποκειμένῃ, τὸν μὲν τοῦ ἀνθρώπου παρεγράψατο, τὸν δὲ κύριον αὐτὸν ἀντὶ ψυχῆς καὶ νοῦ ἀρκέσαι τῷ σώματι ἐδογμάτισε. τοῦτο δὲ οὔτε φιλοσόφων δογμάτων ἐχόμενόν ἐστιν οὔτ' ἀνδρὸς ὅλως τὸν τῆς οἰκονομίας λόγον σκοπήσαντος. φιλόσοφον μὲν γὰρ οὐκ ἔστιν, ἐπεὶ τί κωλύει πολλὰς ἀσωμάτους φύσεις ἑνὶ συγκραθῆναι σώματι; οὐ γὰρ στενοχωρηθήσονται, ὄγκοις μὴ διειλημ μέναι· καὶ οἱ κατὰ μέρος δὲ ἄνθρωποι οὐκ ἐκ ψυχῆς καὶ νοερᾶς συνεστήκα σιν ἰδιότητος, ὡς ἄλλου τοῦ νοῦ τυγχάνοντος παρὰ τὴν ψυχήν. οὕτω μὲν οὖν οὐκ ἔστι τὸ δόγμα φιλόσοφον· ἀνόητον δέ, ὅτι μὴ τὸ πρῶτον ἐπταικὸς τῷ ἀνακαλοῦντι συνήνωσεν, ἀλλὰ τὸ ὑπουργῆσαν ἐκείνῳ τὴν ἁμαρτίαν. πρῶτον γάρ τις ἀνατυπωσάμενος τὸ εἶδος τοῦ παραπτώματος, πρὸς αὐτὴν ἔρχεται τὴν ἐνέργειαν, τὸ δὲ ἀνατυποῦν ψυχῆς ἴδιον χρωμένης σώματι. ἐπεὶ οὖν δύο τὰ διημαρτηκότα τοῦ Ἀδάμ, ψυχή τε καὶ σῶμα, ἡ μὲν δεξαμένη τῆς Εὔας τὴν συμβουλὴν καὶ πρώτως ἐναπομορξαμένη τὸ εἶδος τῆς ἁμαρτίας, τὸ δὲ ὑπουργῆσαν πρὸς τὴν συμπλήρωσιν, ὁ δὲ Χριστὸς τὸ ὑπηρετῆσαν σῶμα προσείληφε, τοῦτο μὲν κατὰ τὸν Ἀπολινάριον τεθεράπευκε, τὸ δὲ πρώτως παρολισθῆσαν ἀφῆκεν ἀνίατον. πέρας ἐχέτω καὶ ἡ τοῦ Ἀπολιναρίου δόξα. Ἀλλὰ καὶ «τὸν ἀναλύοντα» φησίν «ὅθεν εἰς τὸ εἶναι προῆλθε». τῆς δὲ τοιαύτης δόξης τὸν μὲν καθηγησάμενον ἀγνοῶ, τὸν δὲ τρόπον σαφέστατα δηλώσω ὑμῖν. Χριστοὺς ἡ παλαιὰ τοὺς ἱερεῖς ἐκάλει καὶ βασιλεῖς· ἔδει γὰρ τοὺς εἰς ἱερατείαν ἢ βασιλείαν προβαίνοντας μύρῳ κεχρῖσθαι σκευαστῷ· ἀπὸ γοῦν τοῦ τοὺς χριομένους χρίεσθαι ἡ τοῦ χριστοῦ προῆλθε προσηγορία. ἀλλ' ὁ κύριος ἡμῶν οὐκ ἐντεῦθεν τὴν τοῦ ὀνόματος ἐκτήσατο δύναμιν, ἀλλ' ἐπειδὴ τὴν ῥυπωθεῖσαν φύσιν ἡμῶν τῷ μύρῳ τῆς θείας φύσεως εὐωδίασεν, εἷς δὲ ὁ αὐτὸς ἦν τὴν ὑπόστασιν χρίων τε καὶ χριόμενος, Χριστὸς ἐντεῦθεν προσηγορεύθη. ὁ δὲ πατὴρ τῆς ἀναλυούσης ταύτης αἱρέσεως ἐπὶ πλέον καὶ τῆς τοῦ Εὐτυχοῦς ληρωδίας καὶ τῆς Νεστοριακῆς λύττης καὶ τῆς τοῦ Ἀπολιναρίου βαδίσας ἀνοησίας, ἁπλῶς ἄνθρωπον ἀπὸ Μαρίας γεγενῆσθαι ἐδογμάτισεν, καὶ μήτε οὐσιωδῶς ἐν αὐτῷ τὸν θεὸν μήτε ἐκ διαθέσεως εὑρίσκεσθαι, ἀλλὰ κρείττονα μὲν τοῖς τρόποις τῶν ἄλλων καὶ οἷον ἱερέως ἢ βασιλέως τάξιν ἐπέχοντα, καὶ διὰ τοῦτο τὴν τοῦ Χριστοῦ κλῆσιν ἰδιωσάμενον, μὴ μέντοι γε τὴν φύσιν ἐκπεφυκότα τοῦ σώματος, ἀλλὰ τὸ μὲν σῶμα αὐτοῦ ἐκ τῶν τεσσάρων στοιχείων συμπε πῆχθαι, ὥσπερ δὴ καὶ τὸ τοῦ Χριστοῦ πρόσλημμα, μὴ μέντοι γε προσ ειλῆφθαι τοῦτο τῷ κρείττονι ἢ οὐσιωδῶς ἢ σχετικῶς, ἀλλὰ τὸ ὅλον ψιλὸν ἄνθρωπον εἶναι τὸ προεληλυθός, διὰ τοῦτο δὴ καὶ φυσικῶς «ἀνα λύεσθαι ὅθεν εἰς τὸ εἶναι προῆλθε»· κοινῶς γὰρ ἀμφότερα ἀπὸ Μαρίας ἤρξαντο τῆς γενέσεως. πλὴν ἐκεῖνο μὲν ὁ τῆς αἱρέσεως προστάτης συνθεὶς αὖθις ἀνέλυσε καὶ τοῖς στοιχείοις κατεμερίσατο, σύνοδον δὲ ἔτι τῶν διαμερισθέντων οὐκ ἔδωκε· τοῦτον δέ, «τὸν ἀπὸ Μαρίας ἀρχόμενόν» φημι, ὁ τῆς περὶ τούτων δόξης καθηγητής, θαυμάσας τῆς γνώμης καὶ τῆς περὶ τὰς ἀρετὰς κατορθώσεως, ὁμοῦ τε ἀνέλυσε καὶ αὖθις συνήγαγε, καὶ τῷ καταπέμψαντι τοῦτον θεῷ ὥσπερ τινὰ φύσιν ἐξαίρετον ᾠκειώσατο, οὐχὶ συναΐδιον, ἀλλ' ἀπὸ Μαρίας ἐσχηκότα τὴν γένεσιν. «Καὶ τὸν κτιζόμενον» φησί «καὶ τὸν γεννώμενον». τούτων δὲ οἱ τρόποι τῶν αἱρέσεων οἵδε. τῶν περὶ τὸν υἱὸν ἡμαρτηκότων καὶ διαμαρτανόντων ὁ μέν τις ἐξ οὐκ ὄντων φησὶ τοῦτον παρῆχθαι κἀντεῦθεν κτίσμα σαφῶς ὁμολογεῖ, ὁ δέ τις γεννᾶσθαι παρὰ τοῦ πατρὸς ἐσαεὶ καὶ ἐντεῦθεν ἀτελῆ τὴν γέννησιν εἶναι· οὔτε γὰρ τὸ κτιζόμενον ἔκτισται οὔτε γεγέννηται τὸ γεννώμενον, ἀλλ' ἐπειδὴ κινήσεις ταῦτα, τὸ γεννᾶσθαι καὶ τὸ κτίζεσθαι, αἱ δὲ κινήσεις ἀτελεῖς (οὔπω γὰρ ἔφθασαν πρὸς ὃ τὴν κίνησιν ἔχουσι), διὰ τοῦτο καὶ ὁ γεννώμενος παρ' αὐτοῖς καὶ ὁ κτιζόμενος ἀτελής· οὔτε γὰρ οὗτος ἀπεγεννήθη οὔτε ἐκεῖνος ἐκτίσθη. ἐπεὶ οὖν ἑκάτερος τῶν προϊσταμένων τῶν τοιούτων δοξῶν ἐνηνθρωπηκέναι λέγει τὸν κύριον, ὁ μὲν «τὸν γεννώμενον», ὁ δὲ «τὸν κτιζόμενον» τὴν οἰκονομίαν πληροῦν οἴεται. Τούτων γοῦν τῶν αἱρέσεων αἱ μὲν δὴ ἔχονταί τινος λόγου, εἰ καὶ μὴ ἀληθοῦς, αἱ δὲ οὐδέν τι τῶν μύθων ἀπέχουσι. διὰ τοῦτο τὰς μὲν ὁμοῦ τε παρεδηλώσαμεν καὶ ἀνῃρήκαμεν, τὰς δὲ εἰάσαμεν ὑπὸ τοῦ οἰκείου σαθροῦ περιτρέπεσθαι· εἰ γὰρ καὶ ταύταις ἀντιρρητικῶς προσηνέχθημεν, δεδώκαμεν ἂν τοῖς πολλοῖς δόξαν ὅτι τοῦ φαινομένου βαθύτερον ἔχουσιν. ὅθεν καὶ ὁ μέγας οὗτος πατὴρ ταύτας τε καὶ τὰς ἑτέρας ὡς αὐτελέγκτους παραδραμών, ἐπὶ τὴν περαίωσιν τοῦ προεκτεθέντος αὐτῷ κεφαλαίου ἐπιχειρηματικῶς καὶ ἐπεξεργαστικῶς ἅμα ἐχώρησεν.

Intertext edge

Open linked passage

Note