Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 45 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1
[ξ] αʹ. Εἰς τὸ θεολογικὸν ῥητὸν τὸ «ὁ μὲν χαλκοῦς ὄφις» Δοκεῖ πως ὁ μέγας οὗτος πατὴρ ἐναντία τῷ νόμῳ καὶ τῷ Μωυσῇ φθέγγεσθαι, ἐν οἷς φθέγγεται ὅτι «ὁ» ἀπῃωρημένος «χαλκοῦς ὄφις οὐ τύπος» ἦν τοῦ ἀναρτηθέντος ἐν τῷ σταυρῷ υἱοῦ τοῦ θεοῦ, «ἀλλὰ ἀντίτυ πος»· ὁ μὲν γὰρ Μωυσῆς «κατὰ τὸν τύπον τὸν ἐν τῷ ὄρει δειχθέντα» πάντα πεποιηκέναι φησί, καὶ «ὁ» πᾶς δὲ «νόμος σκιὰ τῶν μελλόντων» ἦν, ὥς φησιν ὁ ἀπόστολος. ὅσα τε γὰρ περὶ θυσιῶν νενομοθέτητο, ὅσα περὶ τρόπου τῶν ὁλοκαυτώσεων, ὅσα περὶ δημιουργίας τοῦ θείου νεώ, τύποι τῶν μελλόντων ἐτύγχανον καὶ αἰνίγματα, καὶ «ἡ βάτος» δὲ καὶ τὸ ἐν αὐτῇ ἀναφλεγόμενον «πῦρ», καὶ ἡ διχῇ τμηθεῖσα «θάλασσα», ἢ κατὰ τὰς τῶν φυλῶν «διαιρέσεις», ὡς ὁ Δαυὶδ ὑπαινίττεται, «ὅ τε τοῦ πυρὸς στῦλος καὶ ἡ ἐπισκιάζουσα νεφέλη», ὅ τε καταποντιζόμενος Φαραὼ καὶ ὁ σῳζό μενος Ἰσραὴλ τῶν ἀληθῶν πραγμάτων ὑπῆρχον σαφῆ προχαράγματα. ἀλλ' ὁ θεῖος οὗτος ἀνὴρ ἕνα τῶν τύπων προχειριζόμενος, φημὶ δὴ τὸ περὶ τοῦ χαλκοῦ ὄφεως θαῦμα, «οὐ τύπος» ἦν, φησίν, οὗτος «τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ' ἀντίτυπος». Τίς μὲν οὖν ὁ τύπος καὶ τί τὸ ἀντίτυπον, προϊόντος τοῦ λόγου ἐροῦμεν σαφέστατα. πρὶν ἢ δὲ τὸν περὶ τοῦ λόγου λόγον διερευνήσασθαι, ἐκεῖνο πρὸς ὑμᾶς εἰπεῖν βούλομαι, ὅτι οὐδέν ἐστιν ἀδύνατον τὸ αὐτὸ καὶ τύπον εἰπεῖν καὶ ἀντίτυπον, ὥστε μὴ τοὺς θεολόγους ἄνδρας ἐναντία δοκεῖν πρὸς ἀλλήλους φθέγγεσθαι· ἐκείνων γὰρ ὁ μέν τις τύπον εἴρηκε τὸν ὄφιν Χριστοῦ, ὁ δὲ ἀντίτυπον. εἰ μὲν γάρ τις ἁπλῶς ἀποβλέψει πρὸς τὴν ἱστορίαν καὶ μὴ κατὰ μέρος διέλῃ μηδ' ὅπῃ τὸ γράμμα πρὸς τὸ πνεῦμα ἐναντιοῦται ἐρευνήσῃ, τύπον εὑρήσει τοῦ μέλλοντος τὸ γινόμενον· ξύλον τε γὰρ ἐκεῖσε ἐν ᾧ ὁ ὄφις ἐκρέματο, κἀνταῦθα ἐν ᾧ ἀπῃωρήθη Χριστός· θάνατός τε ἐκεῖ καὶ ζωή, κἀνταῦθα ὁμοίως. εἰ μὲν οὖν ἁπλῶς τις οὕτως ἴδοι τὸ γεγονός, τύπον ἐρεῖ τοῦ Χριστοῦ· εἰ δὲ κατὰ μέρος διαλαβὼν ἓν πρὸς ἓν παραβάλῃ καὶ ἴδῃ τίς μὲν ὁ ἐν τῷ νόμῳ λεγόμενος ἀπαιωρηθῆναι ὄφις, τίς δ' ὁ τῷ σταυρῷ προσπαγείς, καὶ τίνες μὲν οἱ ἐνταῦθα ζωογονού μενοί τε καὶ θανατούμενοι, τίνες δὲ οἱ ὑπὸ τοῦ ὄφεως τοῦτο πάσχοντες, σαφῶς ἀντίτυπον ἐρεῖ τὸ περὶ τὸν ὄφιν θαῦμα τοῦ ὑπὲρ ἡμῶν θανόντος Χριστοῦ. Ὁ μὲν γὰρ τύπος πρὸς οὐδὲν ὀφείλει ἐναντιοῦσθαι ᾧ δὴ τύπος ἐστίν, ὁ δὲ ἀντίτυπος ἐναντίωσιν ἔχει πρὸς τὸ ἐσόμενον πρόδηλον. οἷόν τί φημι, τύπος τοῦ ὑπὲρ ἡμῶν ταφέντος καὶ ἀναστάντος Χριστοῦ ὁ Ἰωνᾶς γέγονεν· ἐνταῦθα γοῦν οὐδεμία τις ἐναντίωσις τοῦ τύπου καὶ τῆς ἀληθείας, πλὴν ὅσον τὸ μὲν σκιῶδές ἐστι, τὸ δὲ τετρανωμένον καὶ ἀληθές. ἐκεῖ μὲν γὰρ ἄνθρωπος ψιλός, ἐνταῦθα δὲ θεὸς καὶ ἄνθρωπος· κἀκεῖ μὲν θάλασσα καὶ κῆτος, ἐνταῦθα δὲ τάφος κενός· κἀκεῖ μὲν τοῦ Ἰωνᾶ ἀπὸ τοῦ θηρὸς ἔξοδος, ἐνταῦθα δὲ Χριστοῦ ἐκ τοῦ τάφου ἀνάστασις. ἐκεῖνα τυπικά, ταῦτα ἀληθινά, κἀκεῖνα μὲν ἐμφάσεις, ταῦτα δὲ ἐκβάσεις, οὐδὲν δὲ οὐδενὶ ἐναντίον. Ἐπὶ δὲ τοῦ χαλκοῦ ὄφεως καὶ τοῦ προσπαγέντος ἐν τῷ ξύλῳ Χριστοῦ σαφὴς μετὰ τῆς διαφορᾶς ἡ ἐναντίωσις. ἐκεῖ μὲν γὰρ οὐκ ὄφις ἀληθινός, ἀλλ' εἶδος ὄφεως ἐκ χαλκοῦ κατεσκευασμένον τοῦ ξύλου ἐκρέματο, ἐνταῦθα δὲ οὐ φαντασίᾳ ἄνθρωπος οὐδ' ἀνθρώπου σχῆμα οὐσίας ἐστερη μένον, ἀλλ' ἄνθρωπος τέλειος καὶ θεὸς ὁμοῦ τέλειος τῷ σταυρῷ προσ ήλωτο· κἀκεῖ μὲν ζωὴ τοῖς ἀνομοειδέσι, θάνατος δὲ οἷς ἀπαράλλακτον τὸ εἶδος ἦν (οἱ μὲν γὰρ ὄφεις ἐθανατοῦντο κατὰ τὴν ἱστορίαν, ὁμοειδεῖς τῷ ἀπῃωρημένῳ τυγχάνοντες, οἱ δὲ πληττόμενοι ἄνθρωποι, ἕτεροι ὄντες τὸ εἶδος παρὰ τὸν ὄφιν, τῆς σωτηρίας ἐτύγχανον), ἐπὶ δὲ τῆς ἀληθείας τὸ ἀνάπαλιν γίνεται, οἱ μὲν γὰρ πλήττοντες ἡμᾶς δαίμονες, ἀνόμοιοι τυγχά νοντες τῷ ἀναρτηθέντι κυριακῷ σώματι, νεκροῦνταί τε καὶ ἀπόλλυνται, οἱ δὲ πληττόμενοι ἄνθρωποι, ὅμοιοι πεφυκότες τὴν φύσιν τῷ δι' ἡμᾶς ἐπενδυσαμένῳ τὴν ἡμετέραν φύσιν, τῶν θανατηφόρων ἀπαλλαττόμενοι πληγῶν πρὸς ζωὴν ἐπανάγονται· κἀκεῖ μὲν οὐκ ἐπιστεύετο ὁ ὄφις μετέχειν ζωῆς, ἐνταῦθα δὲ ζωὴ ἦν αὐτὸς ὁ κρεμάμενος· κἀκεῖ μὲν οὐχ ὁ ὄφις ἦν ὁ ἐνεργῶν τὴν ζωὴν ἢ τὸν θάνατον, ἀλλ' ὁ διὰ τοῦ ὄφεως ἀμφότερα δρῶν, ἐνταῦθα δὲ αὐτὸς ὁ ἀνηρτημένος θεὸς τοῖς μὲν τὴν ζωήν, τοῖς δὲ ἐνήργει τὸν θάνατον· κἀκεῖ μὲν ὁ χαλκοῦς ὄφις ἐπὶ τοῦ ξύλου ἐστηλιτεύετο καὶ οὐδεμία τις δόξα τούτῳ ὑψουμένῳ προσῆν (τίς γὰρ δόξα εἴδει ὄφεως, ἀλλ' οὐκ οὐσίᾳ καὶ πράγματι;), ἐνταῦθα δὲ ἡ ἐπὶ τὸν σταυρὸν ἄνοδος τοῦ Χριστοῦ δόξα καὶ νῖκος ἐτύγχανε, δόξα γὰρ Χριστοῦ κατὰ τὸν ἀπόστολον ὁ σταυρός. Ὁρᾶτε ὅπως διὰ πάντων τῶν τε τῆς σκιᾶς μερῶν καὶ τῶν τῆς ἀληθείας ἐναντίωσις προχωρεῖ; ὥστε ὅπου μὲν ὁμοίωσις, ἐνταῦθα καὶ τύπος ἐστίν, ὅπου δὲ ἀνομοίως ἔχει τὰ πράγματα, ἀντιτυπία τὸ ὅλον πέφυκεν. ἡ δὲ ἀντιτυπία ποτὲ μὲν τὴν ἰσοτυπίαν δηλοῖ καὶ τὴν ἀδιάφορον τῶν πραγμάτων ὕπαρξιν, ποτὲ δὲ τὴν διαφορὰν καὶ τὴν ἐναντίωσιν κατὰ τὴν διπλῆν τῆς προθέσεως σημασίαν· ἀλλ' ἐνταῦθα ἡ ἀντιτυπία τὴν ἐναντίωσιν βούλεται, ἣν ὁ λόγος σαφῶς μάλα ἀπέδειξεν. Ὁ δὲ μέγας οὗτος ἀνὴρ οὐχ οὕτως τὰ μέρη διεῖλεν οὐδὲ ὃ ἐβούλετο σαφῶς διηρμήνευσεν· οὐ γὰρ ἐπὶ τούτῳ τὸν λόγον ἐνεστήσατο, ἀλλὰ κατὰ τὴν ἄρρητον αὐτοῦ ἐπιστήμην καὶ λογικὴν δύναμιν τὰς ἐναντιώσεις συμπλέξας ἐξήνεγκε. τὸ μὲν γὰρ «οὐχ ὅτι ζῇ πιστευόμενος» τὴν ἐναντίωσιν δηλοῖ τοῦ τε ἀψύχου καὶ νεκροῦ ὄφεως καὶ τοῦ ζῶντος Χριστοῦ· τὸ δὲ «ὅτι νενέκρωται καὶ συννεκροῖ τὰς ὑπ' αὐτὸν δυνάμεις» ἀριδηλότατα παρ ιστᾷ, ὡς ὁ μὲν ὄφις ἐπὶ σωτηρίᾳ μὲν τῶν ἀνομοιοειδῶν, ὀλέθρῳ δὲ τῶν ὁμοφυῶν ἐκρέματο ὄφεων, ὁ δὲ Χριστὸς ἐπὶ ζωῇ μὲν τῶν ὁμοφυῶν ἀνθρώ πων, θανάτῳ δὲ τῶν ἀντικειμένων δαιμόνων τε καὶ παθῶν ἀπῃώρητο. Τὸ δὲ «εἰ καὶ τὸ σχῆμα σῴζεις ὄφεως», πρὸς τὸν ὄφιν ῥηθέν, τοῦτο δηλοῖ, ὅτι ἐκεῖ μὲν οὐκ ὄφις τὸ ἀναρτηθὲν ἦν, ἀλλὰ σχῆμα χαλκουργηθὲν ὄφεως, ἐνταῦθα δὲ οὐκ κατὰ σχῆμα ἄνθρωπος ὁ ἀναρτηθεὶς θεός, ἀλλ' ἀλη θείᾳ καὶ πράγματι. οὐ γὰρ ἐφάντασε τὴν οἰκονομίαν κατὰ τὴν Διοσκόρου δόξαν, ἀλλ' αὐτὸν ὃν ἔπλασε προσείληφεν ἄνθρωπον. Τὸ δὲ «ἐν ὕψει στηλιτευόμενος» τὴν διαφορὰν ὑπαινίττεται καὶ «τὴν ἀνόμοιον ὁμοιότητα» τοῦ κρεμαμένου ὄφεως καὶ τοῦ ἀναρτηθέντος Χριστοῦ, ὅτι ὁ μὲν οὐκ ἐπὶ δόξῃ ἢ φιλοτιμίᾳ τῷ ὕψει ἐχρήσατο, ὁ δὲ «ἀναβὰς εἰς ὕψος» καὶ οἷον δυναμωθεὶς τῇ ἐπάρσει «ᾐχμαλώτευσεν αἰχμαλωσίαν», ἤγουν τοὺς αἰχμαλωτευθέντας ἡμᾶς ὑπὸ τοῦ πονηροῦ δαίμονος σοφῶς πάνυ καὶ εὐμηχάνως ἀντῃχμαλώτευσέ τε καὶ ἐρρύσατο. Πλὴν εἴ γε ἐβούλετο ὁ μακάριος οὗτος ἀνήρ, ἠδύνατο καὶ τυπικῶς ἑρμηνεῦσαι τὸν ὄφιν καὶ φυγεῖν τὸ ἀντίτυπον· ἀπαιτεῖ δὲ ὁ λόγος, ὅ τι δήποτε, ἐν οὐδεμιᾷ τῶν σκιῶν τοῦτο πεποιηκώς, ἀλλὰ καὶ τὴν τοῦ ἀμνοῦ θυσίαν καὶ τἆλλα ὡς τύπους διηρμηνευκώς, πρὸς τὴν ἀντιτυπίαν ἀπέβλεψε. τὴν μὲν οὖν ἀληθῆ αἰτίαν αὐτὸς ἂν εἰδείη καὶ εἴ τις κατ' ἐκεῖνον τῷ πνεύματι· ἐμοὶ γοῦν δοκεῖ ὅτι τὸν ὄφιν εἰδὼς θηρίον ἀρχέκακον ἐξ ἀρχῆς καὶ προσωπεῖον τοῦ δαίμονος– διὰ τούτου γὰρ τῇ Εὔᾳ τὴν ἀπάτην προσήνεγκε– τῷ βούλεσθαι μὴ τὸν δι' οὗ τὸ ἡμέτερον γένος ἀπώλετο τύπον ποιῆσαι τοῦ θεοῦ λόγου, δι' οὗ ἀπὸ τοῦ θανάτου πρὸς τὴν ἀφθαρσίαν μετήχθημεν, διὰ ταῦτα τοιγαροῦν ὡς ἐξ ἀρχῆς καὶ τῇ ἡμετέρᾳ φύσει πολέμιον καὶ ταῖς τοῦ θεοῦ ἀντικείμενον προστάξεσιν οὐ τύπον, ἀλλ' ἀν τίτυπον ἀπεδείξατο. ὁ μὲν γὰρ ὄφις, ὡς ἀρχῆθεν τὸ γένος ἀπολωλεκώς, πάντῃ καὶ μισάνθρωπος καὶ μισόθεος· ὁ δὲ Χριστὸς φιλανθρωπίας πηγὴ καὶ θεὸς τέλειος. πῶς οὖν ἂν εἴη τὸ πονηρὸν τύπος καὶ σκιὰ τοῦ καλοῦ; διὰ τοῦτο τοιγαροῦν οἶμαι τὸν λόγον εἰς τὴν ἀντιτυπίαν ἑλεῖν τὸν σοφὸν τὰ θεῖα Γρηγόριον. εἰ μὲν οὖν καὶ ἕτερός τις λόγος τῆς τοιαύτης διαγνώσεως, ἀλλ' ἔμοιγε ἐς τὴν τήμερον ἀκατάληπτος· ὃν δὲ αὐτὸς ἐφεῦρον καὶ πρὸς ὑμᾶς ἀνεκοινωσάμην.

Intertext edge

Open linked passage

Note