Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
Εἰς τὸ «τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ ἤδη πέρας ἔχει». Εἰπὼν ὁ μέγας οὗτος ἀνὴρ ὅτι «τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ τέλος ἔχει», εἰκότως διστάσας ἐπήνεγκε· «μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας». ἐδίστασε δὲ οὐ διὰ τὴν λέξιν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν· οὐ γὰρ ὅτι κακῶς εἶπε τῷ τῆς διορθώσεως ἐχρήσατο σχήματι, ἀλλ' ὅτι ἐνδοιάσονται οἱ ἀκροασόμενοι, διὰ τοῦτο τὸν λόγον πρὸς τὴν καθαρὰν ἑρμηνείαν ἐπήνεγκε, καὶ εὐθὺς ἐξέφηνεν ὃ ἐβούλετο· «ὀκνῶ γάρ» φησίν «εἰπεῖν τὰ τοῦ σώματος». Ἡ μὲν οὖν ἀγωγὴ τοῦ λόγου τοιαύτη καὶ ἡ διόρθωσις διὰ ταῦτα, ἡ δὲ τῶν λόγων ὑπόθεσις δογματικὴ καὶ πολλῆς δεομένη τῆς ἀκριβείας. τῶν γὰρ ἄλλων μέχρι τῆς εἰς οὐρανοὺς ἀνόδου τὸ καθ' ἡμᾶς μυστήριον οἰκονο μῆσαι τὸν Χριστὸν φιλοσοφησάντων, οὗτος πέρας τῆς μυστηριώδους ταύτης οἰκονομίας ὁρίζεται τὴν ἀνάστασιν, τὰ δὲ μετ' αὐτὴν οὐκ ἀνθρω πικά, ἀλλὰ θειότερα καὶ τῆς κρείττονος ἐνδεικτικὰ φύσεως. τὰ μὲν γὰρ πρὸ τῆς ἀναστάσεως ἱδρῶτες καὶ προσευχαὶ καὶ πόνοι σώματος καὶ πνεύ ματος ἐμβριμήσεις, ἐπέχουσαι τὴν τῆς σαρκὸς φύσιν καταφερομένην πρὸς οἶκτον, ἀκηδία τε καὶ λῦπαι καὶ ἀποστροφαὶ καὶ τἆλλα δι' ὧν φύσις χαρα κτηρίζεται σώματος, τὰ δὲ μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν παράδοξά τε καὶ τέλεια· «μή μου» γὰρ «ἅπτου», φησὶ τῇ Μαγδαληνῇ· ἐπειδὴ γὰρ ἐκείνη οὕτως ἁπλῶς προσήρχετο καὶ περιπλέκειν ἔμελλε τὸν τὴν τοῦ σώματος ἐκπεφευγότα παχύτητα, ἀναστέλλει ταύτην τῆς ὁρμῆς, ὡς δὴ πρὸς τὸ κρεῖττον τὴν φύσιν μεταβαλών· «καὶ τῶν θυρῶν κεκλεισμένων» ἔνδον ὀπτάνεται παραδόξως τοῖς μαθηταῖς· εἰ δὲ καὶ τροφῆς ἥψατο καί τι τῶν ἀνθρωπικῶν καὶ αὖθις ἐποιήσατο, τὴν φύσιν ἐπιστοῦτο τοῦ ἀναστάντος σώματος. τί γὰρ ἔδει καὶ πάλιν οἰκονομίας αὐτῷ τὸ καθ' ἡμᾶς μυστήριον ἀπαρτίσαντι καὶ θεώσαντι μὲν ἐξ αὐτῆς κοινωνίας τὸν ἄνθρωπον, ἀπαθανατίσαντι δὲ μετὰ τὴν ἔγερσιν καὶ τῷ πατρὶ οἰκειώσαντι τὸν τέως ἀπωσμένον καὶ ἀπεχθῆ; διὰ ταῦτά φησιν ὁ μέγας οὗτος πατήρ, «τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ τέλος ἔχει». πότε; ἀφ' οὗ συνθάψας τῷ θανάτῳ τὸν θάνατον «ἐκ τῶν νεκρῶν» ἀνέστη «πρωτότοκος». Ἀλλ' ἐπειδὴ τῷ «τὰ σωματικὰ» εἰπεῖν κοινῶς ἀνεδείκνυτο καὶ τὰ τοῦ σώματος καὶ τὰ τῆς σωματικῆς ἐνδημίας, μᾶλλον δὲ ἡμεῖς οὕτως ὑπελαμ βάνομεν (σωματικὰ γὰρ ἴσως ἑκάτερα), διὰ τοῦτο διαστέλλων ἐπάγει· «μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας». πολλοὶ γὰρ τῶν τὰ τοῦ κυρίου δογματισάντων ἐς τοιαύτην ὑπηνέχθησαν ἔννοιαν, ὅτι τοῖς τῆς σωματικῆς ἐνδημίας συναπεπεράνθη καὶ τὰ τοῦ σώματος ἰδιώματα, ὡς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν μήτε βάρους αὐτὸν μετέχειν μήτε πηλικότητος μήτε μὴν διαστάσεως· μεταποιηθείσης γὰρ τῆς τοῦ σώματος φύσεως εἰς τὸ ἀκήρατόν τε καὶ ἄφθαρτον, λόγον ἔχει, φασί, καὶ ταῦτα μεταπεποιῆσθαι καὶ μέχρις ὀνόματος μόνου τὸ σῶμα διαμεμενηκέναι. ἀλλ' ὁ θεῖος οὗτος ἀνὴρ εἶπεν ὅτι συμπεραίνουσι μὲν τὰ τῆς σωματικῆς ἐπιδημίας ἄχρι τῆς ἀναστάσεως ὁμογνωμονεῖ τε καὶ πείθεται, ἀφαιροῦσι δὲ τοῦ σώματος τὰς ἰδιότητας οὐ συντίθεται· «ὀκνῶ γάρ» φησίν «εἰπεῖν τὰ τοῦ σώματος». οὐ λαμπρὸς ὁ λόγος τοῦ δόγματος; ἐπεὶ μηδὲ οἱ ἀντιδοξάζοντες πάντῃ ἀπίθανοι, ἀλλ' οὗτος ἐφ' ἑκάτερα ῥέπων ταῖς τῶν ἀντιδοξαζόντων γνώμαις τε μετὰ τῆς κρείττονος πλάστιγγος γίνεται, οὐκ ἀφαιρῶν τὸ κυριακὸν σῶμα τὰ τῆς οἰκείας φύσεως ἴδια. Ἀλλ' οὗτος μὲν ὀκνεῖν φησιν ἐν τοῖς λόγοις δοῦναι πέρας τοῖς σωματικοῖς ἰδιώμασιν· ἐγὼ δὲ θαρρούντως ἀποφαίνομαι ὅτι θειότερον μὲν τὸ σῶμα γέγονεν, ἀθανασίας τετυχηκός, οὐ μέντοι γε δὲ καὶ τῆς οἰκείας ἀποβέβηκε φύσεως. ἢ λεγέτωσαν πρὸς ἡμᾶς οἱ τὸ τοιοῦτον δόγμα παρεισάγοντες, πότερον ὅλα φασὶ τὰ ἴδια μετηλλάχθαι τοῦ σώματος ἢ τὰ μέν, τὰ δ' οὔ. εἰ μὲν οὖν ἐξ ἡμισείας ἐπάγουσιν, ὡς ἀποκληροῦντες ἃ βούλονται, οὐ προσιέμεθα. διὰ τί γὰρ τῶνδε μὲν τῶν ἰδιωμάτων ἀπαλλάττουσι τὸ σῶμα, ὥσπερ ἐλευθεριάζοντες τοῦτο καὶ ἐπελαφρίζοντες, τάδε δὲ συμφορτίζουσιν; εἰ δὲ τελείαν τὴν μεταποίησιν λέγουσι, μέχρι τούτου φιλοσοφοῦσιν, ἀπταίστως ἀποκρινόμενοι, ἐλέγχονται δὲ οἷς ὁρῶσι περὶ ὧν λέγουσιν· οὐ γὰρ ἡ πηλικότης ἢ τὸ βάρος ἢ τὸ μέγεθος ἢ τὸ σύνθετον ἴδια μόνα πέφυκε τοῦ σώματος, ἀλλὰ καὶ τὸ χρῶμα καὶ τὸ διίστασθαι καὶ τὸ εἶναί που. πότερον γοῦν ἀόρατον τὸν Χριστὸν μετὰ τὴν ἀνάστασιν δογματίζουσιν ἢ ἀντιληπτὸν τῇ ὁράσει; εἰ δὲ ἐκεῖνο παρὰ τὴν ἱστορίαν, ἆρα οὐκ ἐλέγξουσι τοῦτο καὶ γυναῖκες τὸν θεὸν θεασάμεναι, καὶ αὖθις οἱ μαθηταί, καὶ εἶτα οἱ πεντακόσιοι, ἐφ' οἷς ἅπαξ ὡράθη προσκαθήμενος κατὰ τὴν ἀποστόλου φωνήν; τοῖς δὲ τόποις οὐκ ἐγνωρίζετο, νῦν μὲν ἐν τῇ Γαλιλαίᾳ ποιούμενος τὰς διατριβάς, νῦν δὲ τοῖς περὶ τὸν Κλεόπαν περὶ τὴν κώμην Ἐμμαοῦς γνωριζόμενος; ἐν τόπῳ δὲ οὐκ ἦν, τῷ τοῦ περιέχοντος περικλειόμενος σώματι; Πῶς οὖν τέλος εἶχε τοῦ σώματος; εἰ γὰρ τοῦτο δώσομεν, φαντάσαι πάντα μετὰ τὴν ἔγερσιν τὸν Χριστὸν δογματίσομεν. ἀλλ' ὥσπερ πρὸ τῆς ἀναστάσεως, ἐξ αὐτῆς προσλήψεως μεταποιήσας τὸ πρόσλημμα καὶ ἀποθεώσας τὸν ἄνθρωπον, τῶν ἰδιωμάτων ὧν προσελάβετο οὐκ ἀπήλ λαξεν, ἀλλ' ὁμοῦ τῶν ὑπὸ γένεσιν ἦν καὶ θεὸς τέλειος διὰ τὸν προσλα βόντα, ὥσπερ δὴ ἐκεῖνος ἄνθρωπος τέλειος διὰ τὸ προσληφθέν, δι' ἑνὸς δὲ ἀμφότερα ἦν, οὕτω δὴ καὶ μετὰ τὴν ἀνάστασιν ἀθάνατον μὲν τὸ πρόσλημμα ἀπειργάσατο, τῶν μέντοι γε τῆς φύσεως ἰδίων οὐκ ἀπεστέρη σεν. Ἀλλὰ [τὸ μ] ὲν ἡμέτερον αὔθαδες καὶ ἡ ἀπόφασις οὐ διδάσκουσα, ἀλλὰ πλήττουσα· ὁ δὲ πατὴρ μετριάζει τὴν ἔνστασιν καὶ «ὀκνεῖν» τὸν λόγον φησί, «μέχρις ἂν μηδεὶς πείθῃ λόγος» αὐτὸν «ὅτι κάλλιον ἀπεσκευάσθαι τῷ σώματι», ἤγουν ὅτι κάλλιόν ἐστι τῷ σώματι (οὕτω συντάξεις) ἀπ εσκευάσθαι τὰ ἴδια. καὶ τοῦτο δὲ φιλοσόφου καὶ μεγάλης ἐννοίας ἐχόμενον· ἑκάστῳ γάρ, φασὶν οἱ φιλόσοφοι, ἐν τῷ μηδενὸς τῶν ἰδίων ἀπολελεῖφθαι ἡ τελείωσις. εἰ οὖν καὶ τοῦ σώματος αὕτη τελείωσις, τὸ διεστάναι, τὸ πεποιῶσθαι, διὰ τί τὸ σῶμα τῶν ἰδίων ἀλλοτριώσομεν, ἐφ' οἷς τὴν τελείωσιν ἔχει; εἰ μὲν γὰρ οὐκ ἦν ἄλλως ἀποθεοῦσθαι ἢ διὰ τῆς μετα ποιήσεως, μᾶλλον δὲ ἐναλλαγῆς καὶ ἐκστάσεως, εἶχεν ἂν αὐτοῖς λόγον ὁ λόγος· ἐπεὶ δὲ καὶ σώματι καὶ τῶν ἰδίων ὅρων ἐντὸς πεφυκότι θειοτέρας ἐστὶ τυχεῖν φύσεως, διὰ τί μὴ τοῦτο δώσουσιν, ἀλλ' ἐκεῖνο νομοθετήσουσι; τί δέ φησιν ὁ μέγας οὗτος πατήρ; ὅτι οὐ συνθήσομαι τῷ δόγματι, «ἕως ἂν μηδεὶς πείσῃ με λόγος ὅτι κάλλιον τῷ σώματι» ταῦτα «ἀπεσκευάσθαι». ἆρα οὖν, εἴ τις εὑρεθῇ πείθων, μετατεθήσεται, ὡς εἴη γε τέως τὸ δόγμα ἀμφίβολον, μέχρις ἂν ὁ ἀνέλεγκτος εὑρεθῇ λόγος; ἀλλὰ τοῦτο θεολογίας καὶ δογματικῆς ἀκριβείας, ἐνδοιαστικῶς λέγειν καὶ ἀμφιβόλως ταῖς περὶ θεοῦ δόξαις συντίθεσθαι; οὐ τοῦτο γοῦν λέγει, οὐδ' ὡς μεταβληθησό μενος τὸν λόγον ποιεῖται, ἀλλ' ὥσπερ ὑποθετικῶς εἰσάγει τὸν λόγον, ὡς μήτε τινὸς εὑρεθησομένου τοῦ πείσοντος μήτ' αὐτοῦ μεταβληθησομένου. Μανιχαῖοι δὲ μανικώτερόν τι δοξάζουσι περὶ τοῦ σώματος· ἀπαμφιά ζουσι γὰρ αὐτὸ τοῦ προσλαβόντος θεοῦ καὶ τῷ ἡλίῳ ἐναποτιθέασι, τὴν τοῦ Δαυὶδ πρὸς τοῦτο αἰχμαλωτίζοντες φωνήν («ἐν τῷ ἡλίῳ» γάρ φησιν «ἔθετο τὸ σκήνωμα αὐτοῦ»), τὸ σῶμα σκήνωμα ὀνομάζοντες. ὁ δὲ Δαυὶδ φυσικώτερον περὶ τοῦ ἡλίου διαλαμβάνων τοῦτό φησιν, ἥλιον μὲν τὴν σφαῖραν αὐτὴν ὀνομάζων, ἥτις δὴ μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν ἐγένετο, σκήνωμα δὲ αὐτὸ τὸ φῶς τὸ ἀνήλιον, ὃ κατὰ τὴν πρώτην ἡμέραν ὁ πλάστης δημιουργήσας, μετὰ τὴν τῶν σφαιρῶν ποίησιν κατατεμών, ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς λοιποῖς ἄστρασι κατεμέρισεν. «ἐν τῷ ἡλίῳ» γοῦν «ἔθετο τὸ σκήνωμα αὐτοῦ», ἤγουν ἐν αὐτῷ τῷ ἡλιακῷ σώματι τὸ φῶς ἐναπέθετο. ἐχρῆν δὲ ἄλλως εἰπεῖν, ὅτι ἐν τῷ σκηνώματι τὸν ἥλιον τέθεικεν· ὁ δὲ θαυμαστικῶς μᾶλλον ἐπήγαγεν, ὅτι τὸ πρώτως δημιουργηθὲν φῶς καὶ σκηνώματος λόγον ἐπέχον, τοῦτο ἐν τῷ ἡλίῳ ἔθετο. εἰ δὲ καὶ πρὸς τὸ θειότερον ὁ προφήτης τὸν λόγον ποιούμενος φαίνεται, ἄλλως δεῖ διερμη νεύειν τὸν λόγον, ὅτι ἐν τῇ παρθένῳ ὡς ἐν ἡλίῳ τὸ πρόσλημμα ἔθετο, οὐκ ἀλλαχοῦ πλάσας κἀκεῖσε θέμενος, ἀλλ' ἐξ αὐτῆς ἐκείνης τῆς παρθενικῆς νηδύος τοῦτο συμπήξας καὶ ἑαυτῷ μὲν περιθέμενος, ἐκείνῃ δὲ θέμενος. Ἔδει μὲν οὖν αὐτὸν μόνον τὸν μέγαν τοῦτον καὶ τὰς οἰκείας διερμη νεύειν φωνὰς καὶ τὴν οἰκείαν ἐπεξηγεῖσθαι θεολογίαν· μόνος γὰρ οὗτος ἀποχρῶν πρὸς τὴν τῶν οἰκείων νοημάτων ἐξήγησιν. ἐπεὶ δὲ πρὸς τὴν πηγὴν ἐκεῖθεν ῥυεὶς ἀναχυθεὶς ποταμὸς βραχείας τινὰς ἡμῖν λιβάδας τῶν λόγων κατέλιπε, δεῖ με ταύτας ἀπαξιοῦν οὐδ' ὁπωσοῦν, ἀλλὰ καὶ τοῦ μικροῦ σπᾶν νάματος, ἐπειδὴ τοῦ πλείονος ἐστερήμεθα.