Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 47 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1
«Τί φήσω» φησὶν ὁ μέγας «πρὸς τοὺς τὴν Ἀστάρτην προσκυνοῦντας ἢ τὸ Χαμώς, βδέλυγμα Σιδωνίων, αὐτὸς ἢ μὴ προσκυνῶν τὰ τρία, εἰς ἃ συμβεβάπτισμαι, ἢ προσκυνῶν τὰ ὁμόδουλα;» Εἴτε γάρ, φησί, μὴ ἐθέλοιμι προσκυνεῖν εἴτε ὡς ὁμοδούλοις τὸ σέβας προσάγοιμι, ἀμφοτέρωθεν ἐπεστόμισμαι καὶ οὐκ ἔχω πῶς ἂν διαπαίξω «ἢ τὴν Ἀστάρτην ἢ τὸ Χαμὼς βδέλυγμα ἢ τοῦ ἄστρου τὸν τύπον» ἢ εἴ τι ἄλλο δῆμος ἄσοφος ἐπρέσβευε καὶ ἀνόητος. ἀκούσαιμι γὰρ παρ' αὐτῶν ὡς καὶ αὐτὸς περὶ τὴν κτίσιν στρέφομαι, καὶ διὰ τοῦτο ἢ ἀπαίνομαι τὴν προσκύνησιν ἢ προσάγων ἀνοηταίνω. ἐβούλοντο γάρ τινες τῶν τῆς Ἀρείου δόξης προ εστηκότων διῃρῆσθαι τὸ σέβας παρὰ τὰ πρόσωπα, καὶ ἄλλο μὲν ἀπο δεδόσθαι τῷ μόνῳ δεσπότῃ καὶ ἀγεννήτῳ πατρί, ἕτερον δὲ καὶ ὑφειμένον τῷ υἱῷ ὡς ἐκεῖθεν παρηγμένῳ καὶ διὰ τοῦτο κτιστῷ, προσέτι δὲ τῷ πνεύματι ἠλαττῶσθαι τοῦτο ὡς τρίτῳ μετὰ τὸν πατέρα καὶ τοῖς ἐν χρόνῳ μᾶλλον προσήκοντι. οἱ δέ τινες καὶ ἀπηγόρευον τοῖς διὰ τοῦ λουτροῦ καθαιρομένοις τοῖς δυσὶ προσώποις προσάγειν προσκύνησιν, τῷ υἱῷ φημι καὶ τῷ πνεύματι· οἷς ὁ Λίβυς Σαβέλλιος τὴν τοιαύτην δόξαν ἐξ οἰκείων κατήνεγκεν ὑποθέσεων. τούτοις δὴ ἦν καὶ ταῦτα δοξάζειν καὶ τὰ τῶν ἐθνῶν σεβάσματα ἀναιρεῖν· ὅ τε γὰρ Ἀρειανιστὴς καὶ ὁ Σαβελλίζων ἑκάτερος τοῦ οἰκείου προϊστάμενος δόγματος, καὶ ὁ μὲν μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφων, ὁ δὲ κατατέμνων ταύτην εἰς ἀνισότητας, ὅμως μέντοι γε καὶ τὸ Χαμὼς διέπαιζον βδέλυγμα καὶ τὸν τύπον τοῦ ἄστρου καὶ αὐτὴν δὴ τὴν Ἀστάρτην, ὡς ἀπὸ γνώμης αὐτοθελοῦς τῶν εἰδωλο ποιούντων τὴν σύστασιν ἔχοντα. Ἀλλ' ὁ μέγας οὗτος πατὴρ αὐτῶν ἐκείνων καταμωκώμενος τῶν ἑτέρους μὲν διαπεπαιχότων, τῆς δὲ σφῶν ἀγνοίας συνιέναι μὴ ἐθελόντων, τί φήσω, φησί, πρὸς τὴν τῶν ἐθνῶν ἄγνοιαν, ἢ πῶς τὸ ἐκείνων ἀνέλω σέβας εἰς τὴν αὐτὴν ἐκείνοις ἀπάτην διὰ τὴν οἰκείαν παρελαυνόμενος ἄγνοιαν; δεῖ γὰρ ὡς ἀληθῶς μὴ κεκράκτην εἶναι καὶ ἀτεχνῶς μεγαλόφωνον τὸν ἑτέροις διαλοιδορούμενον καὶ κωμῳδεῖν τὰ ἐκείνων ἐπιχειροῦντα, ἀλλὰ τῶν ἐκείνων παθημάτων ἀπηλλαγμένον καὶ μὴ ἐπὶ τοῖς ἴσοις διευθυνό μενον. ὥσπερ γὰρ εἴ τις φαλακρὸς ὢν ἕτερον ἐπὶ τῇ ψιλώσει τῶν τριχῶν καταμέμφοιτο, τῶν αὐτῶν λοιδοριῶν ἀντακούσεται, οὕτως εἴ τις προσκυ νεῖν ἀπατηθεὶς τὰ ὁμόδουλα, ἑτέροις τοῦτο προστρίβει ὡς ἔγκλημα, τοῖς αὐτοῖς ἐκείνοις ἐπιτιμίοις ὑπεύθυνον ἑαυτὸν καθιστᾷ. Ἀλλὰ φέρε τῷ λόγῳ σαφηνίσωμεν τὸ λεγόμενον. πρόσοικα ἔθνη τὴν μητρόπολιν ἐκύκλουν Ἱερουσαλήμ· οὐ γὰρ δὴ πάντα ὁ τοῦ Ναυῆ ἠνδραπο δίσατο Ἰησοῦς, ἀλλ' ἦσαν ἃ καταλέλειπτο. Μωαβῖται γὰρ καὶ Ἀμμανῖται, Αἰγύπτιοί τε καὶ Βαβυλώνιοι καὶ Σιδώνιοι πέριξ τὴν πόλιν περιθέοντες ἐληίζοντο, ἣν δὴ καὶ πρῶτος ὁ βάρβαρος Σουσακεὶμ πεποίηκεν δορυάλω τον. ταῦτα δὴ τὰ ἔθνη οἰκείοις ἀνέκαθεν ἑπόμενα δόγμασιν, οἱ μὲν τάδε, οἱ δὲ τάδε τῶν ὁρωμένων ἐπρέσβευον, εἴδωλά τε ἐχάλκευον ἢ καὶ ἄλλως ἀνίστων τὰ μὲν ἀνθρώποις ἐοικότα, τὰ δὲ κτήνεσι, τὰ δὲ ἡλίῳ καὶ ἄστρασι. Πρόκλος δὲ ὁ φιλόσοφος ἱστορεῖ ὅτι καί τινα τῶν τοιούτων ἀγαλμάτων ἐτύγχανον διοπετῆ, ἄνω που περὶ τὸν ἀέρα πηγνυμένης ὕλης ἀρρήτου καὶ αὖθις καταπεμπομένης εἰς γῆν, οἷα δὴ περὶ τὴν Φοινίκην κατηνέχθησαν τὰ βαιτύλια. ὀνόματά τε τοῖς εἰδώλοις ἐτίθεσαν οἱ ταῦτα πρεσβεύοντες, οἱ μὲν ἀπὸ τῆς Ἑλληνικῆς ἀρχαιολογίας, φυλάττοντες μὲν τὰς ἐννοίας, τὰς δὲ λέξεις καὶ τὴν γλῶσσαν ἀμείβοντες, οἱ δὲ καὶ αὐτόθεν ὀνοματοθε τοῦντες. πάντα δὲ ὕλης γεννήματα ἦν, αὐτά τε καὶ ὧν δὴ τύποι γεγένηντο· τό τε γὰρ χρυσοῦν ἄστρον ὑλαῖον καὶ γεηρόν, καὶ αὐτὸς δὴ ὁ ἕσπερος ἢ ἑῷος, ᾧ δὴ ὁ «τύπος» προσείκαστο, ἐκ πυρὸς ἔσχε τὴν γένεσιν κατὰ Πλάτωνα τὸν φιλόσοφον, ἥ τε Ἀστάρτη, εἴτε χαλκοῦ πεποίητο εἴτε λίθος ἦν ἀπεικονισμένος, γεώδης πάντως ἦν καὶ τῆς πάντῃ προσύλου καὶ ῥευστῆς φύσεως. Φησὶν οὖν ὁ μέγας οὗτος πατὴρ ὅτι πῶς ἂν τῶν τοιούτων σεβασμάτων καταγελάσω καὶ διαπαίξω τοὺς σεβομένους αὐτὰ ὡς κτίσει καὶ ὕλῃ τὸ σέβας προσάγοντας, αὐτὸς προσκυνῶν τὰ ὁμόδουλα καὶ οὐδὲν ἢ βραχὺ τῶν παρ' ἐκείνοις θεῶν παραλλάττοντα; εἰ γὰρ καὶ μέγα φρονεῖ Ἄρειος ἐπὶ τῷ παρ' ἐκείνῳ γεννήματί τε καὶ κτίσματι ὡς τῶν ἄλλων ὑπερανεστη κότι κτισμάτων, ἀλλ' ἴστω ὡς τὰ ποιούμενα χρόνῳ μὲν τὰ ἕτερα τῶν ἑτέρων καὶ μεγέθει καὶ φύσεως κάλλει τὸ πρεσβεῖον ἀπείληφεν, οὐ μέντοι γε κατ' αὐτὸ τὸ ἐκτίσθαι τῶν ἄλλων διήνεγκεν. ἐπεὶ καὶ ὁ Ἀδὰμ τοῦ μετ' αὐτὸν δεκάτου Νῶε πολύ τι τοῦ χρόνου προείληφεν, ἴσως δ' ἂν ἦν καὶ τὴν μορφὴν ὡραιότερος, ἀλλ' οὐ δήπου διὰ ταῦτα τὴν κτίσιν ὑπερανα βέβηκεν, οὐδ' ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ἔκτιστο. μάτην οὖν Ἄρειος ἀποσεμνύνει τῷ υἱῷ τὸ πρώτως ἐκτίσθαι παρὰ τοῦ πατρός· οὐδὲν γὰρ ἐντεῦθεν σεμνότερον ἔσχηκε τῶν ἄλλων κτισμάτων ἐπίσης ἐκείνῳ παραχθέντων εἰς γένεσιν. Ὁ μὲν δὴ λόγος, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τοιοῦτος. ὑμεῖς δὲ ἐντεῦθεν καὶ λογικὰ καὶ ἠθικὰ ἀποίσεσθε παραγγέλματα· μηδεὶς γὰρ ὑμῶν ἕτερον ἀνατρέπειν ἐπιχειρῶν τοῖς αὐτοῖς ἐκείνῳ λογισμοῖς ὑποκείσθω, ἀλλὰ χρὴ πρότερον τὴν οἰκείαν δόξαν διερευνήσαντας καὶ πρὸς τὸν εὐθῆ κανόνα ὀρθοτομήσαντας οὕτως ἐλέγχειν, εἴ τι παρὰ τοῖς ἀντιδόξοις διάστροφον ἦν. πολλοὶ γὰρ τῶν φιλοσόφων περιττολογήσαντες, εἶτα δὴ ἀπερισκέπτως προσενεχθέντες τοῖς ἑτεροδοξοῦσι τὰ σφῶν ἐν ἐκείνοις ἀνῃρήκασι. τοῦτο δὲ καὶ Ἀριστοτέλης ὑπὸ τῆς ἄγαν φιλοτιμίας πεπονθὼς φαίνεται· τοῖς γὰρ Πλάτωνος πρώτως ἑαυτὸν ὑποθεὶς δόγμασιν, εἶτα ἀνελεῖν ἐπιχειρήσας τὰ οἰκεῖα ἀνῄρηκε δόγματα. ἐῶ γὰρ τοὺς μετ' ἐκεῖνον φιλοσοφήσαντας, οἵπερ δὴ πρὸς ἀλλήλους ὑποσυγκέχυνται καί, οἷς αὐτοὶ ἑαλώκασιν, ἑτέρους ἁλίσκειν ἐπιχειροῦσιν. εὑρίσκω δὲ καὶ τοὺς καθ' ἡμᾶς ῥήτορας, καὶ μάλιστα τὸν Σικελιώτην φιλόσοφον (τοῦτο μὲν γὰρ ἐπεγράφετο, τὸ δὲ σοφιστεύειν ἐβούλετο), πρὶν ἢ τὸ τόξον ἐντεῖναι τοξεύοντα, καὶ νῦν μὲν τὸν Γεωμέτρην Ἰωάννην βάλλοντα, νῦν δὲ τὸν Μελιτηνῆς Θεοδόσιον καὶ αὖθις ἄλλους· ἐφ' οἷς ἐγὼ ἧττον ἀπαλγήσας, ὡς δ' ἤδη που καὶ κατὰ τοῦ Συνεσίου τὸν σοφιστὴν τοῦτον εἶδον διατοξεύοντα κατά τε Προκοπίου καὶ Λιβανίου τῶν σοφιστῶν, οὐδὲ καρτερεῖν ἔτι οἷός τε ἦν. πῶς γὰρ ἂν διακαρτερήσαιμι ὁρῶν ἄνδρα χαμόθεν τοῖς οὐρανίοις διαιτῶντα καὶ καταψηφιζόμενον ὧν ἐφικνεῖσθαι οὐχ οἷός τε ἦν, ἀλλὰ καὶ τὸν περὶ ὀνειράτων λόγον Συνεσίου διεκωμῴδησεν; Εὖγε, ὦ βέλτιστε, ὅς γε, ἵνα μηδὲν ἄλλο εἴπω, ἐπεχείρησας τὸν εἰς τοὺς Μακκαβαίους λόγον τῆς ἐν θεολογίᾳ ἀκρότητος, Γρηγορίου τοῦ πάνυ φημί, ἐξ ὁμολογίας κοινῆς τὸ προοίμιον ἔχειν, ὡς μηδενὸς ἀντικει μένου τοῖς μάρτυσι. καὶ διὰ τί δῆτα εὐθὺς κατεσκεύασεν, εἰ ὡμολόγητο, καὶ ἐπιχειρήσας ἐπεξειργάσατο; ἀλλὰ σύ γε ἔφης ὅτι κατασκευάζει μὲν αὐτὸ ἐνταῦθα ἡ πρότασις, ἡ δὲ ὑποκάθηται, οὕτως σοι πάντα συγκέχυται καὶ ἀνῄρηται. καὶ δεινὴ μὲν ἡ γλῶττα (ἀλλὰ μηδὲν ἐνθάδε σεμνύνου λέξεις συνθεῖναι), ὁ δὲ νοῦς ἀπῃώρηται. οὐ λέληθας δὲ οὐδὲ ἐν τῷ Περὶ ἰδεῶν συντάγματί σου ὡς, τὰ Παύλου καὶ Συριανοῦ συλλεξάμενος, τινὰ δὲ καὶ τούτοις προσθείς, ὧν σαφὴς ἡ προσθήκη διὰ τὴν τοῦ χαλκοῦ πρὸς χρυσὸν ἀντεξέτασιν, ἐντεῦθεν τὰ μειράκια καταπλήττειν δοκεῖς. περὶ δὲ τοῦ Γεωμέτρου καὶ αὐτὸς ἂν εἴποιμι ὡς τῇ φύσει τὴν τέχνην παρεβιάζετο ὥσπερ δὴ λευκῷ γραμμὴν προσκολλῶν, καὶ διὰ τοῦτο πολυσχήματος μέν, φορτικὸς δὲ ἄγαν καὶ πλημμελής, ἀλλὰ τῆς γε σῆς γνώμης πολλῷ καὶ ὀξύτερος καὶ σοφώτερος. Θεοδοσίου δὲ τί καταβοᾷ, ὅς γε οὔτε ἐν φιλοσό φοις οὔτε ἐν σοφισταῖς ἀπηρίθμηται; Ἀλλ' ὑμῖν πρὸς ἤθους ῥυθμὸν ὁ πρῶτος λόγος ἀπεικονίσθω, καὶ μηδεὶς ἑτέρῳ ἀσωτίαν ἐπεγκαλέσειεν αὐτὸς ἀνελεύθερος ὤν, μηδὲ ἀκολασίαν αὐτὸς τυγχάνων ἠλίθιος, μηδ' ὁ τετυφωμένος τὸν μεγαλοπρεπῆ λοιδο ρείτω, μηδ' ἁπλῶς ὁ πάθει τινὶ δεδουλωμένος ἑτέρῳ τοῦτο ἐπεγκαλέσῃ, ἐπεὶ τὸ «ἑταῖρε, ἰῶ τὰ σὰ» ἀντακούσεται.

Intertext edge

Open linked passage

Note