Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1
ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει τοὔνομα πολυπραγμονοῦντες. ἐγὼ δὲ καὶ τὰς ἑτέρας τοῦ τοιούτου ὀνόματος σημασίας διερευνῶμαι· εὑρίσκω γὰρ τὴν θείαν γραφὴν τετράκις τὴν τοῦ πρωτοτόκου περιπολοῦσαν φωνήν· «πρωτότοκον» γὰρ «κτίσεως» καὶ «πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς» καὶ αὖθις «πρωτότοκον ἐκ νεκρῶν» καὶ ἁπλῶς οὕτως «πρωτότοκον», ἄνευ τῆς πρὸς ἄλλον σχέσεως, καταγγέλλει τὸν κύριον. ἀλλὰ τἆλλα μὲν ἔλαττον τὸν ἀκούοντα θράττει, τὸ δὲ «πρωτότοκον» εἶναι «πάσης τῆς κτίσεως» τὸν δημιουργὸν καὶ ὑπερβεβηκότα καὶ χρόνου καὶ φύσεως καὶ αἰῶνος, τοῦτό ἐστι τὸ μάλιστα τὸν πολυπράγμονα νοῦν ἐκπλῆττον· εἰ γὰρ πρωτότοκος οὐρανοῦ καὶ γῆς καὶ τὸ ὑπὲρ ταῦτα ἢ ἐν τούτοις, ἀπό τινος ἄρα καὶ οὗτος χρονικοῦ σημείου τὴν ἀρχὴν τῆς ὑποστάσεως εἴληφεν. καὶ ἡ τοῦ δημιουργοῦ δὲ πρὸς τὰ κτίσματα σύγκρισις· πῶς γὰρ ἂν παραμετρηθείη τὸ γεγονὸς τῷ ἀφ' οὗ γεγένηται; ἀλλ' οὐδὲ τὸ σεμνὸν ἐντεῦθεν τῷ θεῷ περισῴζεται· οὐ γὰρ ἐπειδὴ πρεσβύτερος ἡλίου τὴν γένεσιν, παρὰ τοῦτο ἤδη καὶ δημιουργὸς καὶ θεός. ἀλλ' ὥσπερ πρεσβύτερος ἡλίου τυγχάνων ὁ οὐρανός, οὐ δήπου διὰ τοῦτο τὴν οὐσίαν πέφυκε τελεώτερος οὐδὲ τὸ μὴ ἐκ τοῦ μὴ ὄντος εἶναι ἐκπέφευγεν, οὕτω δὴ καὶ οὐρανοῦ πρωτότοκος ὢν ὁ κύριος καὶ ξυμπάσης οὖν τῆς κτίσεως, ἥτις ἐκ τῆς πρώτης καὶ μιᾶς αἰτίας τὴν γένεσιν ἔσχηκεν, οὐ διὰ ταῦτα ὑπερούσιος καὶ ὑπεραιώνιος. Ζητητέον οὖν ἡμῖν ὅ τι ποτὲ ἡ θεία γραφὴ τὸ «πρωτότοκον» εἶναι «πάσης κτίσεως» προσεμαρτύρησε τῷ θεῷ. ἐγὼ γοῦν φημι ὡς ὁ τῆς ὅλης δημιουργὸς κτίσεως, τὸ ὑπὲρ ἡμῶν ἐκτελέσας μυστήριον καὶ νέος Ἀδὰμ γεγονώς, πᾶσαν ἐν ἑαυτῷ τὴν συντριβεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἀνέπλασεν· ἐν γὰρ τῷ προσλήμματι τὸν ἄνθρωπον συγκεφαλαιωσάμενος καὶ μεταδοὺς αὐτῷ τῶν θείων χαρίτων, δι' αὐτοῦ μέσου τὴν διαρραγεῖσαν ἡμῶν φύσιν καὶ οἷον παλαιωθεῖσαν καὶ ἀφανισθεῖσαν ἀνεκτίσατο· κτίσιν γὰρ ἐνταῦθα τὴν ἀνάκτισιν οἰητέον, ἤγουν δευτέραν ἀναγέννησιν καὶ ἀνάπλασιν, ἥτις δὴ διά τε τοῦ θείου βαπτίσματος διά τε τῆς τῶν ἀρετῶν κατορθώσεως ἔχει τὴν σύστασιν. Ταύτης τοιγαροῦν τῆς θειοτέρας ἀναγεννήσεως καὶ ἀνακαινίσεως καθηγητὴς ὁ θεὸς γεγονὼς καὶ οἷον ἀρχέτυπον τῆς διὰ τῶν ἀρετῶν ἀγαλματοποιίας ἡμῶν καὶ μορφώσεως, πρωτότοκος ὠνομάσθη τῆς κτίσεως, ἤτοι ἀρχηγὸς καὶ καθηγεμὼν τῆς δευτέρας ἡμῶν ἀναπλάσεως. πρώτη μὲν γὰρ ἡ ἡμετέρα γένεσις ἐν τῷ παραδείσῳ γέγονεν, ἥτις πρόοδος ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι καθέστηκεν· δευτέρα δὲ ἡ ἐν τῷ Χριστῷ τῆς φύσεως ἡμῶν ἀναγέννησις, ἥτις οὐ τῆς εἰς τὸ εἶναι προόδου πέφυκεν ἀρχη γός, ἀλλὰ τῆς εἰς τὸ εὖ εἶναι· ῥεύσαντας γὰρ ἡμᾶς ἀπὸ τούτου διὰ κακίαν πρὸς ἑαυτὸν αὖθις διὰ τῆς θείας οἰκονομίας ἐπανήγαγε. τόκος οὖν τίς ἐστιν ἀτεχνῶς ἡ πρὸς τὴν προτέραν ἕξιν τῆς ψυχῆς ἐπάνοδος, ἡ διὰ τῶν ἀρετῶν ἀναγέννησις, οὗ δὴ πρῶτος ὁ Χριστὸς καταρξάμενος πρωτότοκος ἐπωνόμασται. Οὕτω μὲν οὖν «πρωτότοκος πάσης κτίσεως» ὁ κύριος ἡμῶν παρὰ τῆς θείας καλεῖται γραφῆς· ἀλλὰ πῶς δὴ καὶ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς»; τὸ γὰρ «ἐν πολλοῖς ἀδελφοῖς» παρ' ἔνια μέρη τῆς «πάσης» πέφυκε «κτίσεως»· οἱ γὰρ «πολλοὶ» ὡς πρὸς τὴν ὅλην συνάθροισιν τῆς ἀναγεννηθείσης κτίσεως παρ' ἐνίους εἰσὶ τοὺς καταλειφθέντας. πῶς οὖν καὶ «πρωτότοκος πάσης κτίσεως» καὶ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς»; παρὰ γὰρ τὴν ἐκείνου φιλανθρωπίαν καὶ τὴν ἡμετέραν προαίρεσιν ἡ τοῦ ὀνόματος διαφορὰ γέγονεν. ὁ μὲν γὰρ ἐπὶ τούτῳ «κλίνας τοὺς οὐρανοὺς καταβέβηκεν», ἐφ' ᾧ τὴν πᾶσαν ἀναγαγεῖν φύσιν καὶ καταξιῶσαι τῶν θειοτέρων· ἡμεῖς δέ, μᾶλλον δὲ ἡμῶν ἔνιοι, μηδέν τι τοῦ μυστηρίου συνιέντες, οὐ συνανεληλύθασι τῷ κυρίῳ συγκαταβάντι, ἀλλ' ἐπὶ τῆς προτέρας ἕξεως μεμενήκασιν. ἀλλ' ἐπεὶ οὖν μὴ πάντες τῷ πρωτοτόκῳ συναπεγεννήθημεν κατὰ τὴν θείαν ταύτην ἀπογέννησιν, ἀλλ' εἰσὶν οἱ τῇ παλαιότητι τῇ μετὰ τὴν παράβασιν ἐναπομένοντες, διὰ τοῦτο «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ὠνόμασται. τίσι; τοῖς γενομένοις «συμφύτοις τῷ ὁμοιώματι» τῆς εἰκόνος αὐτοῦ, τοῖς γνοῦσι τοῦ μυστηρίου τὴν δύναμιν καὶ συναναβᾶσι τῷ δι' αὐτοὺς κατελθόντι πρὸς οὐρανούς. ἢ καὶ οὕτως ἂν εἴπῃς, ὅτι τῆς κατὰ πρᾶξιν καὶ θεωρίαν ἀρετῆς καθηγεμὼν ὁ κύριος γεγονώς, κατὰ μὲν τὴν πρακτικὴν ἀρετήν, ὡς ἅτε ταπεινοτέραν καὶ πᾶσιν ἐκκειμένην, πρωτότοκος τῆς πάσης ἐγένετο κτίσεως, κατὰ δὲ τὴν κυριωτέραν καὶ ὑψηλοτέραν πρωτότοκος τισὶ τῶν ἀδελφῶν, οἳ δὴ καὶ πρὸς τὴν τοιαύτην ἕξιν τὴν ἐαυτῶν ψυχὴν ἀνεπαίδευσαν. Ἀλλὰ καὶ «πρωτότοκος ἐκ νεκρῶν»· γέννησις γάρ τις καὶ ἡ ἐκ τούτων ἀνέγερσις «φοβερωτέρα καὶ συντομωτέρα» κατὰ τὴν θεολόγον φωνήν, ὃς δὴ ἐν τρισὶ τάξεσι τὴν ἡμετέραν ἀπαριθμησάμενος γέννησιν μετὰ τῶν ἄλλων καὶ ταύτην ἀπηριθμήσατο. ἐπεὶ οὖν δεῖ πάντας ἡμᾶς πρὸς τὸν ἐκεῖ βίον διὰ τῆς παλινζωίας δραμεῖν καὶ πρῶτος δεδραμήκει ὁ κύριος ἐκ τῶν νεκρῶν ἀναστάς, διὰ ταῦτα πρωτότοκος ἐκ τῶν νεκρῶν λέγεται. οὐ γὰρ εἴ τις καὶ πρὸ τοῦ κυρίου πρὸς τὸν τῇδε βίον ἐπανελήλυθε, τὴν νέκρωσιν ἀποθέμενος, πρωτότοκος οὗτος τῆς ἀναστάσεως ἡμῶν νομισθήσεται, ἐπεὶ μὴ πρὸς τὴν ζωὴν ἀναστὰς ἐν ταύτῃ διαμεμενήκει· ὁ δὲ «Χριστός, ὃ μὲν ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφ' ἅπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ» κατὰ τὸν μέγαν ἀπόστολον. Οὕτω μὲν οὖν ταῦτα, καὶ ἡ τοῦ πρωτοτόκου φωνὴ οὐκ ἀπόλυτος, ἀλλὰ μετὰ τῆς πρὸς ἕτερον σχέσεως. ἐγὼ δὲ παρατηρήσας εὗρον τὸν ἀπόστολον Ἰουδαίοις ἐπιστέλλοντα καὶ ἀζυγὲς τοῦτο δὴ ἐξενεγκόντα τὸ ὄνομα· «ὅταν» γάρ φησιν «εἰσαγάγῃ πάλιν τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει»· ἐνταῦθα γὰρ οὔτε τὸ «ἐν πολλοῖς ἀδελφοῖς» πρόσκειται οὔτε τὸ «πάσης κτίσεως» οὔτε τὸ «ἐκ τῶν νεκρῶν» τῷ τοῦ πρωτοτόκου ὀνόματι, ἀλλ' ἁπλῶς οὕτω καὶ ἀπολύτως ἐξήνεγκε. τί ποτ' οὖν ἐν ἄλλοις μὲν συντίθησι τοὔνομα, ἐνταῦθα δὲ ἁπλούστερον ἐξεφώνησεν; ἢ ὅτι βουλό μενος διὰ τῆς ἁπλῆς ταύτης φωνῆς τὰς πάσας σημασίας τοῦ ὀνόματος συναγαγεῖν ἤ, ᾧπερ αὐτὸς τίθεμαι, ἐν μὲν τῷ παρόντι βίῳ τὸν κύριον ὁ ἀπόστολος θεωρῶν μετὰ σχέσεων τοῦτον ὁμοῦ τε καὶ νοεῖ καὶ φωνεῖ· τοιαύτη γὰρ ἡ ἐνταῦθα ζωή, σχετικὴ καὶ πρὸς ἄλλο συνηρτημένη· ἐπὶ δὲ τῆς θειοτέρας ζωῆς, πρὸς ἣν ἡ τελευταία ἡμῶν ἀποκατάστασις πέφυκεν, ἐπειδὴ κρείττων ἐκείνη καὶ ἄσχετος, κρειττόνως καὶ τοῦτον καὶ ἀσχέτως κἀν τοῖς νοήμασι θεωρεῖ κἀν τοῖς ῥήμασιν ἐκφωνεῖ. Τίς δὲ καὶ ἡ τοῦ «πάλιν» προσθήκη; «ὅταν» γάρ φησι «πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην». ὅτι καὶ πάλαι τοῦτον εἰσήγαγεν ὁ πατήρ, τὸ ὑπὲρ ἡμῶν οἰκονομήσας μυστήριον· ἀλλὰ τότε μὲν τὴν ἡμετέραν σωτηρίαν αὐτουργῶν εἰσενήνεκται, ὅταν δὲ πάλιν εἰς τὴν οἰκουμένην παρὰ τοῦ πατρὸς εἰσαχθῇ, ὡς κριτὴς ἀδέκαστος εἰσαχθήσεται κατὰ τὸν προφήτην Δανιήλ, παρ' ᾧ δὴ τὰ φρικώδη ἐκεῖνα τῆς κρίσεως καὶ φοβερὰ ἐξαγγέλλεται. Ἐπεὶ οὖν πρὸς ἄλλην ζωὴν μετασκευαζόμεθα καὶ οὐ συγκαταλήγομεν τῷ τοῦ βίου πέρατι, ἀλλά τις ἕτερος αἰὼν ἡμᾶς διαδέχεται μεθισταμένους, δεῖ ἐντεῦθεν ἐκεῖσε ἀπιόντας προετοιμασθῆναι, ὥστε μὴ τεταράχθαι, καὶ πρὸς ἀπολογίαν ὧν ἐνταῦθα διῳκήκαμεν παρασκευάζεσθαι, οὐ τὴν γλῶτταν ἀκονοῦντας πρὸς ῥητορείαν, ἀλλὰ τὴν ψυχὴν διευθύνοντας καὶ τὸ συνειδὸς ἐκκαθαίροντας, ὥστε αὐτόθεν τὸν δικαστὴν πρὸς τὴν λευκὴν ψῆφον ἐφελκύσασθαι. ἂν οὕτω μεταρρυθμίσωμεν ἑαυτοὺς καὶ οὕτω τὸν δικαστὴν ἐξιλεωσώμεθα, ἀπολοφυρόμενοι μὲν ἐφ' οἷς τῶν πρώτων καὶ ἀφθόνων διημαρτήκαμεν ἀγαθῶν, σπεύδοντες δὲ διὰ τῆς ἐνταῦθα καθάρ σεως πρὸς τὸν πατρῷον χῶρον ὅθεν ἀπωλισθήσαμεν, εὖ οἶδα ὅτι, φιλ άνθρωπος ὤν, οὐ μόνον συγγνώσεται ἡμῖν πεσοῦσιν ἐξ οὐρανοῦ διὰ τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ «τῆς» ἐν οὐρανῷ «βασιλείας» αὐτοῦ «κληρονόμους» ἐργάσεται.