Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 49 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1
ξδʹ. Ἐκ τοῦ περὶ θεολογίας δευτέρου λόγου, εἰς τὸ «τί ποτέ» ἐστι «τὸ θεῖον» Ἡ διαλεκτικὴ οὐχ ὡρισμένα τινὰ ἔχει ὥσπερ αἱ λοιπαὶ ἐπιστῆμαι, ἀλλὰ πάσαις ἐπιστατεύουσα ταῖς ἐπιστήμαις ἐξ οἰκείων ἐπιχειρημάτων πάσας ἀνασκευάζει τε καὶ κατασκευάζει. τόποι δὲ ὀνομάζονται αἱ εἰρημέναι ἀρχαί, ἀφ' ὧν ὁρμώμενος ὁ διαλεκτικὸς πάντα τὰ προβληθέντα ἀνασκευάζει τε καὶ κατασκευάζει. Πρὸς τοὺς οἰομένους κατειληφέναι τὸ θεῖον ἀπὸ λογικῆς ἐντρεχείας τὸν λόγον ἀντεπεξάγων φησὶν ὁ πατήρ· «τί ποτε ὑπολήψῃ τὸ θεῖον», ὦ διαλεκτικὲ σύ, «εἴπερ ὅλως ταῖς λογικαῖς πιστεύεις ἐφόδοις;» λογικὴν δὲ ἔφοδον οἰητέον τὴν ἀποδεικτικὴν ἢ διαλεκτικὴν ἐπιχείρησιν· ἄκριτον γὰρ ἔστω τοῦτο τέως, μέχρις ἂν καὶ περὶ αὐτῶν τὸ ἀκριβὲς ἐπικρίνωμεν. λογικὴν δὲ τὴν τοιαύτην νομίζομεν πραγματείαν, ὅτι σκοπὸν καὶ τέλος προβάλλεται τὸν συλλογισμόν. τούτου γὰρ ἕνεκα καὶ τὰς ἁπλᾶς ὁ φιλόσο φος παραλαμβάνει φωνὰς καὶ τὰς ἐξ ἐκείνων συγκειμένας προτάσεις, ἀφ' ὧν δὴ συντίθεται ὁ συλλογισμός. ὃν καὶ λόγον σύνθετον οἱ ἀπὸ τῆς Ἀκαδημαϊκῆς ἐπωνομακότες αἱρέσεως, τὴν πᾶσαν ἐντεῦθεν πραγματείαν παρονομάσαντες ἐκάλεσαν λογικήν, ἥτις νοῦς ὥσπερ ἐστὶ τοῖς ἄλλοις μέρεσι τῆς φιλοσοφίας. ταύτῃ γὰρ καὶ ὁ φυσικὸς καὶ ὁ μαθηματικὸς χρώμενος, εἰπεῖν δὲ καὶ ὁ θεολογικός, ἀνερευνᾷ τε τὰ ὑποκείμενα καὶ πιστὰ καὶ ἀληθῆ οἴεται. αὕτη τοιγαροῦν ὃ προθήσει διερευνήσασθαι διαιρετικῶς μὲν πρῶτον, ὁριστικῶς δὲ ἔπειτα καὶ ἀποδεικτικῶς μετὰ ταῦτα καὶ τέλος ἀναλυτικῶς πειρᾶται θηρεύειν. Ἐπεὶ οὖν ἐντεῦθεν καὶ τὴν θείαν ἐπεχείρουν φύσιν καταλαβεῖν τῶν φιλοσόφων ἔνιοι, ἥτις πάσης ὑπέρκειται ἕξεώς τε καὶ φύσεως καὶ πρὸς ἣν πᾶσα περατοῦται γνῶσις καὶ δύναμις, τί ποτε, φησὶν ὁ πατήρ, τὸ θεῖον ὑπολαμβάνετε; ἐπεὶ γὰρ ἡ τομὴ τῶν ὄντων τὰ μὲν εὗρε σώματα, τὰ δὲ ἀσώματα, πότερον μετὰ τῶν σωμάτων τιθεῖς τὸ θεῖον ἢ τοῖς ἀσωμάτοις καταριθμεῖς; καὶ τὸν μὲν περὶ τοῦ ἀσωμάτου λόγον ἐν τοῖς ἐφεξῆς ὑπερτίθεται, γυμνάζει δὲ τὸν τοῦ σώματος. ἆρα, γάρ φησι, σῶμα οἰήσῃ; οὐδὲν γάρ ἐστι μεταξύ, ἀντιφάσει γὰρ ἔοικεν, εἰ καὶ κατάφασις ἄμφω λέγεται. καὶ πῶς, φησί, τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον; ὡς γὰρ ὁμολογουμένων τούτων περὶ τὸ θεῖον, περὶ τοῦ καὶ ταῦτα οἴεσθαι τοὺς φιλοσόφους καὶ ὅτι καὶ σῶμα ἐπαπορεῖ. συμπεσεῖται δέ, λέγει, ἕκαστος αὐτῶν ἐφ' ἑαυτούς, συνάπτοντες ὧν τὴν συνάφειαν οὐκ οἶδεν ὁ λόγος. πᾶς γὰρ σῶμα πεπερασμένον κατ' αὐτόν, φησί, τὸν ὑμέτερον διδάσκαλον καὶ φιλόσοφον, διότι ὑπὸ φύσεως οἰκονομεῖται τὰ τοῦ σώματος, τὸ δὲ οἰκονομούμενον τῷ οἰκονομοῦντι πεπέρασται. καὶ αὐτὸ γὰρ τὸ κυκλοφορικὸν τοῦ οὐρανοῦ σῶμα πρὸς τὸ ἑαυτοῦ συννεῦον κέντρον κεκύρτωται καὶ πεπέρασται· οὗ τὸ ἐκτὸς οὐδὲν μὲν κατὰ τὸν Ἀριστοτέλην, κενὸν δὲ κατὰ τὸν Κλεομήδην. εἰ δὲ τὸ συνεκτικὸν τῶν ἄλλων σωμάτων πεπερασμένης ἔτυχε φύσεως, σχολῇ τὰ ἄλλα ἐν ἀπείρῳ θήσομαι. πῶς οὖν ἄπειρον ὑμεῖς τὸ θεῖον οἰόμενοι σώματος αὐτῷ ἴχνος προσάπτετε; τὰ δὲ λοιπὰ τοῦ ἀπείρου σημαινόμενα, ἃ δὴ ἐν ταῖς Φυσικαῖς πραγματείαις ἀπηριθμήσατο ὁ φιλόσοφος, νῦν οὐ καιρὸς λέγειν. ἀλλὰ πῶς, φησί, τὸ θεῖον καὶ «σῶμα» καὶ «ἄπειρον»; τὸ μὲν γὰρ ἐκ τῆς κοινῆς ὁμολογίας ἔχετε, τὸ δὲ ἀπὸ τῆς λογικῆς ἐφόδου εἰλήφατε. Πῶς δὲ σῶμα καὶ «ἀόριστον»; ἔστω γὰρ νῦν ταὐτὸν τῷ ἀορίστῳ τὸ ἄπειρον. «ἀναφὲς» δὲ πῶς μετὰ τοῦ σώματος; τὸ γὰρ ὑποπῖπτον ἁφῇ ἀντερείσεως ἔχεται καὶ σκληρότητος· ἀντέρεισιν δὲ οὐδὲν ἄλλο ποιεῖν τῶν στοιχείων εἴωθεν ἢ γεώδης παρεσπαρμένη οὐσία, τῶν δὲ σωμάτων πάντα μὲν κοινῶς ταῖς αἰσθήσεσιν ὑποπίπτει, ἰδίως δὲ τῇ ἁφῇ τὰ γεηρά. Πῶς δέ, φησί, καὶ «ἀσχημάτιστον»; περὶ δὲ τῶν σχηματιζομένων σωμάτων πολὺς τοῖς φιλοσόφοις κατανάλωται λόγος. τὰ μὲν γάρ, φασίν, αὐτόθι ἐσχημάτισται, οἷον ξύλα καὶ λίθοι καὶ ὅσα στερέμνια πέφυκε· τὰ δὲ πρὸς τὸ περιέχον αὐτὰ σχηματίζεται, τὸ γὰρ ὑγρὸν καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ τῇ φύσει διαρρέοντα τοῖς περιέχουσι σχηματίζεται. ὁποῖον γὰρ ἂν ᾖ τὸ ἄγγος ἐν ᾧ ἕκαστον τῶν ἀπηριθμημένων στοιχείων ἐμβέβληται, τοιοῦτο κἀκεῖνο τῷ σχήματι γίνεται. Πλάτων οὖν νῦν μὲν ἀρχὰς τοῖς στοιχείοις ὕλην καὶ εἶδος δίδωσι, νῦν δὲ τῇ μὲν γῇ τὸν κύβον, τῷ ἀέρι δὲ τὸ ὀκτάεδρον καὶ τῇ θαλάσσῃ τὸ εἰκοσάεδρον καὶ τῷ αἰθέρι τὴν πυραμίδα καὶ τῷ οὐρανῷ ἀφορίζει τὸ δωδεκάεδρον. εἰ δὲ τὰ ἁπλᾶ στοιχεῖα, ἃ καὶ λεπτότατα πέφυκε σώματα, εἴδεσι καὶ σώμασιν ὑποβέβληται, πῶς οὐχὶ τὰ ἐκ τούτων σύνθετα ὑποπεσεῖται τοῖς αὐτοῖς; Ἀλλὰ πῶς, φησίν, ἀσχημάτιστον τὸ θεῖον οἰόμενοι μετὰ τῶν σωμάτων ἀπαριθμήσεσθε; «ἢ καὶ ταῦτα σώματα;» βαρύτατος ὁ λόγος καὶ εἰρωνείας μέτοχος. εἶτα τὸ ἐνδιάθετον καὶ παθητικόν· «τῆς ἐξουσίας». αἱ γὰρ παθητικαὶ αὗται ἀναφωνήσεις καὶ οἱ σχετλιασμοί, ἡ ἀπροσδόκητος ἔκπληξις, τὸ ἀληθινὸν ἦθος κατηγορεῖ καὶ τὴν ἐκ διαθέσεως ἐπιφώνησιν· τὸ γὰρ οἴεσθαι ταῦτα (ποῖα; τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀναφὲς καὶ ἀσχημάτιστον) σώματα ἠλιθιότητος ἄντικρυς. ὅπερ δὴ βουλόμενος ὁ πατὴρ φειδοῖ τοῦ ἀντιπίπτοντος «τῆς ἐξουσίας» ἐπήνεγκε· τὸ γὰρ μὴ ἐθέλειν τοῖς φιλοσοφήσασι περὶ τούτων ἕπεσθαι, ἀλλὰ τῇ ἑαυτοῦ διανοίᾳ ἀναπλάττειν τὰ μὴ ὄντα καὶ λέγειν ὁπόσα ἡ ἀβασάνιστος καὶ αὐτοθελὴς ὁρμὴ ὑποβάλλει, ἀναισθησίας ἢ ἐξουσίας ἐστίν. «Ἢ σῶμα, οὐχὶ ταῦτα δέ;» φησίν· οὕτω γὰρ κάλλιον ἀναγινώσκειν καὶ ὑποστίζειν εἰς τὸν σύνδεσμον, οἱ γὰρ ἄλλως ἀναγινώσκοντες καὶ ὑποστίζον τες τῷ «οὐχὶ» πράγματα ἕξουσιν. ἐπεὶ γὰρ τοῖς ἀντιφατικοῖς λόγοις αὐτοὺς περιέτρεψεν ὁ πατήρ, ὑπὲρ αὐτῶν ὥσπερ αἰσχυνόμενος, μή ποτε ἄρα, φησίν, ἐκτρεπόμενοι τὴν ἀντίφασιν, σῶμα μὲν οἴεσθε τὸ θεῖον, οὐχὶ ταῦτα δέ, ἤγουν «ἄπειρον» καὶ «ἀναφὲς» καὶ «ἀσχημάτιστον» καὶ «ἀόριστον», ἀλλὰ σῶμα πεπερασμένον, ὅροις ὑποβεβλημένον, ἁφῇ ὑπο πῖπτον, σχήματι διειλημμένον; Εἶτ' αὖθις πρὸς τὴν ἀμαθίαν τῶν οὕτω ὑπειληφότων ἰλιγγιάσας καὶ ὥσπερ αὐτόθεν κινηθείς, «τῆς παχύτητος» φησί· παχέων γὰρ ἄντικρυς καὶ γεηρῶν λογισμῶν πεπερασμένον τὸ θεῖον οἴεσθαι καὶ ἐσχηματισμένον καὶ τῶν σωμάτων πλέον ἔχον μηδέν. ἀντίκειται γὰρ τῷ παχεῖ τὸ λεπτόν, ὥσπερ τῷ ὀξεῖ τὸ βαρύ· καὶ ὥσπερ τὸ λεπτὸν κοῦφον καὶ διαέριον ἵπταται καὶ τὴν ἄνω διώκει φοράν, οὕτω δὴ τὸ παχύ, ναστὸν καὶ πλῆρες καὶ συμπεπιλημένον τυγχάνον, μολίβδου παντὸς τυγχάνει περιβριθέστερον. ὅσοι μὲν οὖν τὸ θεῖον ἓν καὶ ἀγαθόν, ταῦτα δὴ τὰ μυριόλεκτα, καὶ ἀσώματον οἴονται, λεπτοὶ τυγχάνουσι καὶ οὐράνιοι· ὅσοι δὲ σῶμα πεπερασμένον καὶ ἐσχηματισμένον, γεώδεις τε καὶ παχεῖς καὶ μηδὲν ἐν ἑαυτοῖς μετέωρον ἔχοντες. οἷς δὲ τρόποις θολοῦται ψυχὴ καὶ παχύνεται καὶ αὖθις αἰθεροῦται καὶ ἀπειλικρινεῖται, τῆς ἀπορρήτου φιλοσοφίας πυνθάνου, ἀφ' ἧς δὴ καὶ παρασκευὰς ἕξεις τῆς τοιαύτης λεπτότητος. Ἐπεὶ οὖν ἱκανῶς ὁ πατὴρ ἐσχετλίασε καὶ ἄνω μὲν αὐτονόμους αὐτοὺς διὰ τῆς ἐξουσίας ὠνόμασεν, ἀναισθήτους δὲ κάτω διὰ τῆς παχύτητος, «πῶς» φησί «σεπτόν», ὦ οὗτοι, τὸ θεῖον οἰήσεσθε, νενομικότες περι γραπτόν»; τὸ γὰρ περιγραπτοῦ τυχὸν σώματος πεπερασμένην ἕξει καὶ δόσιν· ὃ δὲ πεπερασμένης δυνάμεως πέφυκεν οὐχ ἕξει δοῦναι πάντα ἃ αἰτοῦμεν σεβόμενοι. μάτην οὖν τοῦτο οἱ πρὸ ἡμῶν ἐσεβάσθησαν καὶ ἱλάσαντο καὶ εὐμενοῦς τυχεῖν ἤλπισαν, ὁπότε περιγραπτὸν ὂν περιγέγρα πται καὶ ταῖς δόσεσιν. Ἀλλὰ τοῦτο μὲν ἧττον δεινόν· «πῶς» δὲ «φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι;» πᾶν γὰρ σῶμα ἐξ ἐκείνων ἔχει τὴν γένεσιν. τὸ δὲ καὶ τούτου ἀτοπώτερον, εἰ πᾶν ὃ σύγκειται εἰς ἐκεῖνα «ἀναλυθήσεται», ἀφ' ὧν ἔσχε τὴν σύνθεσιν, ἀερωθήσεται ἄρα καθ' ὑμᾶς ἡ πολυτίμητος φύσις καὶ γεωθήσεται, καὶ χυθήσεται μὲν ὡς ὑγρόν, κουφισθήσεται δὲ ὡς πῦρ, καὶ τό γε δεινότερον, καὶ «λυθήσεται». τέθεικε δὲ ὁ πατὴρ τὴν ἀνάλυσιν καὶ τὴν λύσιν διὰ τοὺς ἑκάτερα οἰομένους φιλοσόφους. ὅσοι μὲν γὰρ ἐξ ὄντων τὴν γένεσιν λέγουσιν, ἀνάλυσιν δογματίζουσιν· ὅσοι δὲ ἐξ οὐκ ὄντων, λύσιν· «σύνθεσιν» γάρ φησιν «ἀρχὴν μάχης, μάχην δὲ διαστάσεως, τὴν δὲ λύσεως, ἀλλότριον δὲ τὴν λύσιν θεοῦ καὶ τῆς πρώτης φύσεως». οὐ γὰρ αὐτὸ ἑαυτῷ μάχεται, ἀλλὰ πρὸς ἕτερον ἔχει τὴν ἀντίστασιν· διὰ τοῦτο τὰ ἁπλᾶ οὐ μάχεται· οὐδὲν γὰρ ἑαυτοῦ φθαρτικὸν καὶ λυτικὸν πέφυκεν. ἡ τοίνυν σύνθεσις ἀρχὴ μάχης· εἰ γὰρ δεῖ λυθῆναι τὸ συντεθειμένον, δεῖ διχονοῆσαι τὴν σύνθεσιν καὶ λυθῆναι μὲν τὴν συμμετρίαν, πλεονεξίαν δὲ γενέσθαι ἢ ξηρότητος καθ' ὑγρότητος καὶ θερμότητος κατὰ ψυχρότητος ἢ τὸ ἀνάπαλιν. οὕτω μὲν πρῶτον διχονοοῦσι τὰ μεμιγμένα, εἶτ' ἀπ' ἀλλήλων διίστανται, εἶτα λύεται. εἰ τοίνυν φοβῇ λύσιν δοῦναι τῷ θεῷ, μὴ δώσεις τὴν σύνθεσιν, οὐ δώσεις δὲ μὴ οἰηθεὶς αὐτὸν σῶμα. Εἶτα ἐπάγει· «οὐ» τοίνυν «διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις». καὶ προστίθησιν· «ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται». ἄνω γὰρ συνθεὶς τὰ σώματα ἐκ τῶν ἁπλῶν ὁ πατὴρ καὶ συνθετικὸς φιλόσοφος γεγονώς, νῦν ἀναλυτικὸς γίνεται, λύσας αὐτὰ εἰς τὰς ἁπλότητας. πλὴν οὖν ὁ λόγος αὐτῷ οὐ συνθεῖναι ἢ λῦσαι σώματα, ἀλλὰ τὴν ἀτοπίαν ἐλέγξαι, ὅπως συντιθεμένη μὲν εἰς σώματα καταντᾷ, ἀναλυομένη δὲ εἰς λύσιν. πλὴν ἀναλύων οὐκέτι κατὰ τάξιν ἐχρήσατο ταῖς φωναῖς· ἐκεῖ μὲν γὰρ εἶπεν, ὡς ἡ σύνθεσις ἀρχὴ μάχης καὶ ἡ διάστασις λύσεως, ἐνταῦθα δέ φησιν, «οὔκουν ἡ διάστασις, ἵνα μὴ λύσις», καὶ τοῦτο λίαν καλῶς· τὰ γὰρ πέρατα τῆς συνθέσεως ἀρχαὶ τῆς λύσεως. εἰ τοίνυν ἡ διάστασις ἀρχὴ λύσεως, φοβῇ δὲ τὴν λύσιν προσάψαι θεῷ, ἄνελε τὴν διάστασιν· εἰ δὲ καὶ ἡ διάστασις τῶν ἀτόπων, τὴν μάχην ἀθέτησον· εἰ δὲ καὶ ἡ μάχη ἀλλοτρία θεοῦ, διάγραψον καὶ τὴν σύνθεσιν, ἀναιρεθείσης γὰρ ταύτης συναναιρεθήσεται καὶ τὸ σῶμα εἶναι τὸν θεόν. Μικρὸν δὲ ἐνταῦθα ἀνιεὶς ἑαυτὸν τῶν λογικῶν ἐφόδων, ἐπιχειρεῖ καὶ πνευματικῶς· «πῶς» γάρ φησιν «σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, εἰ τὰ μὲν περιγράφει, τοῖς δὲ περιγράφοιτο;» καὶ πῶς τοῦτο; εἰ γὰρ «τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ» κατὰ τὴν τοῦ προφήτου φωνὴν καὶ οὐδείς ἐστι «τόπος τῆς καταπαύσεως» αὐτοῦ, ἀλλὰ πανταχοῦ τέως ἐστὶ καὶ ὑπὲρ τὸ πᾶν ἐφέστηκε– φησὶ γοῦν καὶ ὁ ὑμέτερος φιλόσοφος ἐν οἷς Ἀφορμὰς τῶν νοητῶν τίθεται· «ὁ θεὸς παντα χοῦ καὶ οὐδαμοῦ» τῶν μετ' αὐτόν, «ὁ δὲ νοῦς πανταχοῦ» μὲν «καὶ οὐδαμοῦ» τῶν μετ' αὐτόν, ἐν τῷ θεῷ δέ· τὰ γὰρ ἄλλα παρίημι ὡς πάντως τῷ λόγῳ προσήκοντα– πῶς καὶ τὰς τοιαύτας ἐννοίας περὶ τοῦ θεοῦ σώσομεν καὶ σῶμα εἶναι αὐτὸν δογματίσομεν; εἰ γὰρ σῶμα, οὐ πανταχοῦ βήσεται οὐδὲ διὰ πάσης χωρήσει τῆς κτίσεως, ἀλλ' εἰ μὲν ἐκτὸς οὐρανοῦ, αὐτῇ δὴ τῇ ἐξωτάτῃ ἐπιφανείᾳ τοῦ σφαιρικοῦ περιγραφήσεται σώματος, καὶ τὸ μὲν περιγράψει, ἤτοι ὁ οὐρανός, τὸ δέ, ἤτοι τὸ θεῖον, περιγραφήσεται, πῶς γὰρ σῶμα ὂν σκληρὸν καὶ ἀντίτυπον διαΐξει τοῦ οὐρανίου σώματος; εἰ δὲ ἐντὸς τοῦτο τοῦ οὐρανοῦ δώσομεν, ἑκατέρωθεν ἡ περιγραφή· πρὸς γὰρ αὐτὸν τὸν οὐρανὸν περιορισθήσεται καὶ τὸ πῦρ. Εἶτά φησιν· «εἰ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντός, καὶ πάντα οἰχήσεται ἡμῖν, ἵνα μερισθῇ θεός, καὶ σῶμα γενόμενος καὶ οὐκ ἔχων ὅσα πεποίηκε». τοῦτο δὲ οὐκ ἂν ἄλλως νοήσῃς, εἰ μὴ τὰς ἀκριβεῖς περὶ θεοῦ δόξας μαθήσῃ. οἱ γὰρ πρὸ ἡμῶν θεῖοι φιλόσοφοι πρὸς τὴν περὶ τοῦ θεοῦ ἰλιγγιάσαντες ἔννοιαν, αὐτόν φασι «τὰ πάντα καὶ αὐτὸν τὸ πρὸ τῶν πάντων», οἷόν τινα, φησὶν ὁ Δαψάμιος, «ἁπλότητα τὰ πάντα καταπιοῦσαν». Ἐλθὲ γοῦν ἐπὶ τὸ προκείμενον, ὅ φασιν οἱ νομικοί. εἰ γὰρ «ὁ θεὸς τὰ πάντα» καὶ αὐτὸς «ἐν πᾶσι», σὺ ὁ τιθεὶς τοῦτον σῶμα ἢ τοῖς πᾶσιν συν απλοῖς σώμασιν, ὡς εἶναι ἰσόμετρον οὐρανῷ καὶ γῇ καὶ τῷ ἐν μέσῳ συγκρίματι, ἢ ὥσπερ τινὰ ἄνεμον τοῦτον ὑπολαμβάνεις ἀφ' ἑτέρου σώματος εἰς ἕτερον μεταχωρεῖν, ὡς ἐν οὐρανῷ μὲν ὄντα ἀπηλλάχθαι τῆς γῆς, εἰς γῆν δὲ κατιόντα ἀπεῖναι τοῦ οὐρανοῦ. ἀλλὰ τὴν μὲν πρώτην δόξαν ὕστερον ἐξετάσομεν, τὴν περὶ τῆς ἰσομέτρου ἐκτάσεως, ἡ δὲ δευτέρα νῦν ἐκτεινέσθω. χωρῶν οὖν ὁ θεὸς ἀπ' οὐρανοῦ πρὸς γῆν διὰ κενώματός τινος χωρεῖ πρὸς τὸ κάταντες ἢ διὰ μέσων σωμάτων. σαφέστε ρος δὲ ὁ λόγος γινέσθω οὕτω πολυπραγμονούμενος. εἰ περιγέγραπται τὸ θεῖον ἐφ' ἑαυτοῦ καὶ περιδράττεται τῶν κτισμάτων, οὐχ ὡς προσήκει θεῷ, ἀλλ' οἷα δή τις βασιλεύς, νῦν μὲν εἰς Πέρσας φοιτῶν, νῦν δὲ ζεύξας τὸν Ἑλλήσποντον καὶ κατὰ τῆς Ἑλλάδος διαβαίνων, ὡς ἀετὸς νῦν μὲν τὸν ὑπερβόρειον ἀέρα ὑπεριπτάμενος καὶ αὖθις τὸν ἰσημερινὸν καὶ πάλιν τὸν νότιον, διὰ μέσου τινὸς τὰς μεταβάσεις ποιεῖται. Τούτῳ τοίνυν τῷ μέσῳ κενῷ ἐντύχῃς σώματι ἢ τότε πεπληρωμένῳ. ἀλλ' εἰ κενῷ, οἰχήσεται τὰ πάντα· εἰ γὰρ ἀπὸ τῆς ἔξω περιφερείας τοῦ οὐρανοῦ διὰ κενοῦ εἰς τὴν ἔνδον χωρήσει, ἀνῄρηται ὁ οὐρανός· καὶ διὰ τοῦ πυρὸς εἰς τὸν ἀέρα μεταβήσεται, ἔσβεσται καὶ τὸ πῦρ· καὶ εἰ διὰ τοῦ ἀέρος εἰς γῆν καὶ τὴν θάλασσαν, ὄνομα κενὸν ἡμῖν ὁ ἀήρ· δεῖ γὰρ πάντα κενὰ εἶναι ἀφ' ὧν χωρήσει πρὸς ἅ. καὶ διπλῇ ὑβρίζεται ὁ θεός, καὶ σῶμα γενόμενος καὶ οὐκ ἔχων ὅσα πεποίηκε· κενωθείσης γὰρ τῆς κτίσεως, ἵνα μεταβαίη θεός, ἀνῄρηται πάντα καὶ συνηφάνισται. Ἀλλ' οὐ διὰ κενοῦ χωρήσει τοῦ παντός, διὰ δὲ τῶν μέσων σωμάτων. ἐντεῦθεν οὖν πολλὰ τὰ ἄτοπα· «εἰ γὰρ σῶμα ἐν σώματι ἔσται, ὅπερ ἀδύνατον»– ἀγγεῖον, γάρ φησι, μεδιμνιαῖον οὐ χωρήσει μέδιμνον, οὐ γὰρ δύο καθέξει σώματα τόπος· οὔτε γὰρ ἄγγος πεπληρωμένον ἀέρος εἰσδέξεται ὑγρόν, εἰ μὴ διὰ τρήματός τινος ἐκεῖνος ἐκκρουσθῇ, οὔτ' ἄλλο τι τῶν ὄντων ἐν ταὐτῷ κατὰ ταὐτὸν δύο δέξεται σώματα–» εἰ» οὖν «σῶμα ἐν σώματι ἔσται, ὅπερ ἀδύνατον, ἢ πλακήσεται καὶ ἀντιπαρατεθή σεται, καὶ ὥσπερ ὅσα τῶν ὑγρῶν, τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται». ἔστι δὲ ἡ πλοκὴ μίξις σώματος τῶν ἐπιφανειῶν μόνων ἀλλήλαις συμμιγνυμένων, τοιαῦτα γὰρ τὰ πλεκόμενα· οὐ γὰρ διὰ τοῦ βάθους καὶ τῶν οὐσιῶν ἀλλήλοις ταῦτα ἀντιπαραχωρεῖ, ἀλλ' ἐπιπολαίως μόνον συνάπτεται. ἢ οὖν οὕτω θεὸς τοῖς σώμασιν ἐμπλακήσεται ἢ διὰ βάθους χωρήσας «ἀντιπαρατεθήσεται». ἡ δὲ ἀντιπαράθεσις ἔοικεν ἀξίνης τομῇ· ὥσπερ γὰρ ἐκείνης τὸ ξύλον τεμνούσης τὸ μέν τι τοῦ σιδήρου διὰ τῆς τεμνομένης ὕλης βέβηκε, τὸ δέ τι τῆς ὕλης διὰ τοῦ σιδήρου, καὶ ἴσον ἐστὶ τὸ μέτρον τῆς ἀντιβάσεως, οὕτω δὴ καὶ θεὸς τέμνων τὸν ἀέρα διὰ τοῦ ἀέρος τμηθήσεται, καὶ ὡς ὅσον ἐκεῖνος βάθος ἐχώρησε, τοσοῦτον ὁ ἀὴρ ὕψος ἀντιβέβηκε. τὸ μὲν οὖν τεμεῖ, τὸ δὲ τμηθήσεται ὁ θεός, «ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται». τοῦτο γὰρ ἐγὼ πολλάκις κατανενόηκα· ἐλαίου γὰρ μιγνυμένου καὶ οἴνου καὶ ὕδατος οὐ καθαρὰ ἡ κρᾶσις γίνεται· σώματα γὰρ τὰ κιρνώμενα, καὶ δεῖ τὴν κρᾶσιν κατὰ μικρὸν γίνεσθαι· νῦν μὲν γὰρ τὸ ἔλαιον διὰ τοῦ οἴνου χωρεῖ, νῦν δὲ ὁ οἶνος τέμνει τὸ ἔλαιον. εἰ οὖν τοιαύτη ἡ τῶν σωμάτων ἀντιπαράθεσις γίνεται, δράσει καὶ ὁ θεὸς καὶ πείσεται τοῖς σώμασι συμμιγνύμενος. «Ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον». ὁ γὰρ Ἐπίκουρος νοῦν καὶ θεὸν ἀναιρῶν οἴεται τὸν κόσμον αὐτομάτως ἐξ ἀμερῶν συστῆναι σωμάτων· λέγει γὰρ ὄγκους τινὰς ἀμερεῖς τε καὶ ἀπαθεῖς, «οἷα τὰ ἐν ταῖς ἀκτῖσι διὰ τῶν θυρίδων ξύσματα φαίνεται», εἰς ἑαυτοὺς συμπλακέντας τὸ ξύμπαν ἀπογεννῆσαι. τὴν γοῦν ἀντιπαράθεσιν ὁ μέγας οὗτος καὶ τῆς τοιαύτης φληνάφου δόξης ἀτοπωτέραν οἴεται· τὸ γὰρ ἀσεβῶς περὶ τὸ θεῖον δοξάζειν τοῦ μηδόλως δοξάζειν πολὺ ἀτοπώτε ρον. διὰ ταῦτα τοίνυν καὶ ὁ φιλόσοφος Πλούταρχος τὴν ἀθεΐαν τῆς δεισιδαιμονίας ἀσεβεστέραν ὑπολαμβάνει· ὁ μὲν γὰρ ἀντίθεος οὐκ οἴεται θεὸν ἐφεστάναι τῷ παντί, ὁ δὲ δεισιδαίμων τοῦτο ὑπολαμβάνων πονηρὸν τοῦτον δοξάζει καὶ φθορᾶς τοῖς ἀνθρώποις παραίτιον. Διὰ γοῦν τὰς τοιαύτας ἀτοπίας καὶ ὁ περὶ τοῦ σώματος διαπεσεῖται λόγος καὶ σῶμα οὐχ ἕξει οὐδὲ πήξει· πᾶν γὰρ τὸ πηγνύμενον κατὰ σῶμα πήγνυται. διὰ ταῦτα τῆς περὶ τοῦ σώματος δόξης ἀναιρεθείσης οὐχ ἕξει ὁ τοιοῦτος λόγος σῶμα, ἤγουν σύμπηξιν στερεάν, ἀλλ' εἰς τὸ μὴ ὂν πάντῃ φθαρήσεται.

Intertext edge

Open linked passage

Note