Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 4 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Λόγος κεʹ. Εἰς τὸ «γινώσκοντες καλῶς τὸν ποιμένα καὶ γινωσκόμενοι» Τὴν ἐργασίαν ἐνταῦθα τοῦ παραδείγματος κατὰ τὸ εὐαγγελικὸν ῥητὸν πρὸς ὃ ἐβούλετο ὁ μέγας οὗτος τροπολογήσας πατὴρ ταῖς τῶν αἱρέσεων εὐφυῶς προσῆψε διαφοραῖς. ποιμένα γὰρ ἅπαξ ἑαυτὸν ἐγκαταστήσας, ἐπέμεινε τῇ τροπῇ θρέμματά τε τὸν ὑφ' αὑτὸν λαὸν ὀνομάζων καὶ λύκους τοὺς ἐκεῖθέν τι συλαγωγοῦντας· εἶτα ἐπιγαννύμενος ἐπὶ τῇ ἰδίᾳ ποιμαν τικῇ, ἐπιμαρτυρεῖ τῇ ποίμνῃ τό τε συνηγμένον καὶ τὸ ἐς ταὐτὸ συμ μανδρεύεσθαι καὶ τὸ ξυνιέναι τῆς τοῦ ποιμένος φωνῆς καὶ μὴ ἐθέλειν ἀλλοτρίοις συρίγμασιν ἕπεσθαι. «τὰ πρόβατα» γάρ φησι «τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει»· φωνῆς οὔτε τῆς προϊούσης ἀνάρθρως κατὰ ποιόν τινα ἦχον, ᾧ δὴ τὰ πρόβατα συνήθως ἕπεσθαι εἰώθει, οὔτε μὴν πάσης τῆς ἐν ἄρθροις καὶ συλλαβαῖς, ἀλλὰ τῆς καταγγελλούσης τὸν λόγον τὸν ἐκ τοῦ πατρὸς προϊόντα καὶ γνωριζούσης τὸ πνεῦμα, τὴν μίαν συμφυΐαν τε καὶ θεότητα. «Ἀλλοτρίῳ δέ» φησίν «οὐ μὴ ἀκολουθήσουσιν». ἀλλότριος δὲ πᾶς ἐμοὶ ὁ «ἀπὸ μήτρας ἠλλοτριωμένος» τοῦ πλάσαντος κατὰ τοὺς προγνωστικοὺς αὐτοῦ λόγους, ὃς δὴ γνώμης ὑπεροψίᾳ μὴ ὑποθέμενος ἑαυτὸν τῷ ἁπλῷ τῆς διδασκαλίας κηρύγματι μηδὲ κατακολουθήσας τῷ εὐαγγελίῳ τῆς πίστεως μήτε μὴν τοῖς αὐτόπταις τοῦ μυστηρίου καὶ κήρυξιν, ὅσοι τε μετὰ ταῦτα «ἐν» κοινῷ «συνεδρίῳ» τὰ τῆς πίστεως ἐκράτυναν δόγματα, «ἠλλοτρίωται» τοῦ δι' αὐτὸν γεννηθέντος λόγου ἐν αὐτῇ τῇ παλιγγενεσίᾳ τοῦ θείου βαπτίσματος τῆς θείας ζωῆς ἀποστερηθείς, ὃ δὴ «μήτραν» συμβολικῶς ὁ λόγος ὠνόμασε. διὰ γοῦν ταῦτα, φησί, «φεύξονται ἀπ' αὐτοῦ, ὅτι διαγνωστικὴν ἕξιν ἔχουσιν ἤδη φωνῆς οἰκείας καὶ ἀλλοτρίας». τῆς δὲ τοιαύτης ἕξεως ἔνδον εἰσί πως καὶ τὰ ἄλογα θρέμματα· πλὴν ὅσον ἐκείνοις μὲν αἱ τῶν διαγνώσεων ἕξεις ἀπὸ μόνης τῆς φύσεως ἀνατέλ λουσιν, ἡμῖν δὲ τοῖς λογικῶς ἐπαΐουσι τῶν τοῦ ποιμένος φωνῶν τὸ μέν τι τούτων καὶ ἡ φύσις συγκατορθοῖ, τὸ δέ τι καὶ ἡ ἐπιστημονικὴ γνῶσις ἔξωθεν ἐπεισιοῦσα καὶ διεγείρουσα μὲν τὴν φύσιν, μετ' ἐκείνης δὲ τὴν ἕξιν ἡμῖν ἐργαζομένη τῆς γνώσεως. αἱ δὴ τοιαῦται ἕξεις, πρὶν ἢ τέλειον ἐφ' ἡμῖν κρατυνθῆναι, ἀπὸ τοῦ ἔχεσθαι τὴν παρονομασίαν εἰλήχασι· κεκράτηνται γὰρ παρ' ἡμῶν ὥστε μὴ διαδρᾶναι· ἐπειδὰν δὲ τῷ διαγνω στικῷ μέρει τῆς ψυχῆς ἀσφαλέστερον ἐνιδρυνθῶσιν, ἀπὸ τοῦ ἔχειν καὶ ἐνεργεῖν μᾶλλον κατονομάζονται ἢ τοῦ παθαίνεσθαι. «Φεύξονται» τοίνυν τὰ οὕτως ἔχοντα θρέμματα λογικὰ ὥσπερ ἀλλοτρίαν καὶ ἀσυνήθη φωνὴν «Οὐαλεντίνου τὴν τοῦ ἑνὸς εἰς δύο κατατομήν». οὗτος γὰρ ὁ Οὐαλεντῖνος καινῆς αἱρέσεως γενόμενος ἀρχηγὸς στασιάζουσαν καὶ οὐχ ὁμονοητικὴν τὴν τοῦ πατρὸς ἀρχὴν ἐδογμάτισεν· εἰς δύο γὰρ διεῖλε τὴν ἐφεστηκυῖαν τοῖς ὅλοις φύσιν, μᾶλλον δὲ δύο ἐφιστάνειν πεποίηκε τῷ παντί, ὧν τὸν μὲν δημιουργόν, τὸν δὲ ἀγαθὸν ἐπωνόμασεν, ἀλλὰ τὸν μὲν ἀγαθὸν καὶ πρεσβείῳ καὶ κάλλει καὶ τῷ ὑπερέχοντι τῆς γνώσεως ὑπερανεστηκότα τοῦ δημιουργοῦ, τὸν δὲ τούτοις μὲν ἅπασιν ἠλαττωμένον, δημιουργικὴν δὲ δύναμιν ἔχοντα καὶ κατὰ ταύτην «ἐξογ κοῦντα» τὰ «ἑπτά» φησι «στερεώματα». περὶ δὲ τῆς τοιαύτης δόξης πολλοῖς μὲν ἐγὼ βιβλίοις ἐντετύχηκα Πλατωνικοῖς τε καὶ Ὀρφικοῖς καὶ μάλιστα τοῖς λεγομένοις Χαλδαϊκοῖς, Οὐαλεντίνου δὲ οὐδέπω λογικῷ προσέσχον σπουδάσματι, πλὴν ὅσον ἀπὸ τῶν τὰς αἱρέσεις ἀναγραφομένων τῆς ἐκείνου διανοίας ξυνίημι· ὅθεν ἀγνοῶ εἰ κατὰ τὴν προηγησαμένην δόξαν τῶν Πλατωνικῶν τε καὶ Χαλδαϊκῶν δογμάτων τὸ οἰκεῖον αὐτὸς δόγμα ἐκράτυνε. τά γε μὴν ἐκείνου παλαιότερα ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, ὁ ἀγαθὸς ἦν καὶ αἱ ἰδέαι καὶ ὁ δημιουργός, ὁ μὲν ἀγεννήτως πρὸ τῶν ὅλων ἑστώς, αἱ δὲ γεννητῶς μέν, ἀμέσως δὲ ἐκείνου ἐκπεφασμέναι, ἔννοιαι οὖσαι θεῖαι ἁπάντων τῶν δημιουργημάτων, ὁ δὲ τρίτος μὲν ἀπὸ τοῦ ἀγαθοῦ ὤν, πρῶτος δὲ τῆς δημιουργίας ἡμμένος. τὸν γὰρ κυρίως καὶ πρώτως θεὸν μολύνειν ὁ Πλάτων οἴεται κατάγων τῇ δημιουργίᾳ τῶν αἰσθητῶν· ὅθεν τὸν μὲν ἐπ' ἀκροπόλεως ἀρρήτου ἱστᾷ, τοὺς δ' ἐξ ἐκείνου γεγενημένους ἄλλον ἄλλοις δημιουργήμασι συνιστᾷ, τοῦ μὲν πρώτου δημιουργοῦ πάντα ποιοῦντος, τῶν δὲ μερικωτέρων ἄλλα ἄλλοις ἀποτε λούντων, ὧν ἁπάντων ἡ Ἑκάτη μέση ἐφεστηκυῖα ὡσπερεὶ κέντρον τῶν ὅλων δημιουργῶν αὐτή τε τῆς τῶν ψυχῶν κατάρχει γεννήσεως καὶ τά τε νοητὰ ἐκφαίνει καὶ τὰ αἰσθητὰ ἐξογκοῖ. Εἰ μὲν οὖν οὕτως καὶ ὁ Οὐαλεντῖνος τὴν ἰδίαν δόξαν ἐξέθετο, ἐξ ἑτέρων πηγῶν τὰ θολερὰ ταῦτα ἠρύσατο νάματα· εἰ δὲ ἄλλο τι παρὰ ταύτην ἐφθέγξατο, αὐτὸς ἂν εἰδείη καὶ οἱ τοῖς ἐκείνου συγγράμμασιν ὁμιλήσαντες. οὐ μόνον δὲ ταῦτα οὕτως, ἀλλὰ τὸν δημιουργὸν ἀποδιελόμενος τἀγαθοῦ καὶ «βυθὸν καὶ σιγὴν καὶ μυθικοὺς αἰῶνας» ἐπρέσβευε κατὰ τοὺς Στωϊκούς, ἑτέροις ὀνόμασι τὰ τῶν Ἑλλήνων φθεγγόμενος. ὃ γὰρ Ἕλληνες ὕλην ὠνομάκασι, βυθὸν οὗτός φησι καὶ σιγήν, βυθὸν μὲν ὅτι ἀδιεξίτητος ἡ ὕλη καὶ ἀκατόπτευτος, σιγὴν δὲ ὅτι ἄρρητος πάντῃ καὶ ἀκατονόμαστος· οὔτε γὰρ κίνησις, οὐ στάσις, οὐκ ἀριθμός, οὐ ποιότης, ἀλλὰ «κένωμα καὶ οὐδέν», ὥσπερ δή τις τὴν Ἑβραΐδα γλῶτταν μεταβάλλων ἡρμήνευκεν. οὕτως οὖν ἐγὼ δέχομαι τὸν βυθὸν καὶ τὴν σιωπήν· οἱ δὲ τὰ Ἑλληνικὰ μὴ ἠκριβωκότες οἰήσονται τὸν Οὐαλεντῖνον οἴεσθαι τὸν μὲν βυθὸν πλῆθος ὕδατος, τὴν δὲ σιγὴν τὸ μηδὲν ἐνεργείᾳ εἶναι, ἀλλ' ὅλως μὴ εἶναι· ἡ δὲ τοιαύτη δόξα πάντως ἀνόητος. πόθεν γὰρ ἡ τῶν ὑδάτων φύσις, μηδέν τι δημιουργήσαντος τοῦ δημιουργοῦ; σιγὴ δὲ πῶς ἂν ἐνῆν τῷ ὕδατι ῥέοντι φυσικῶς καὶ ἦχον ἀποτελοῦντι τῷ ῥεύματι; ἀνενεργησία δὲ πῶς, εἰδοπε ποιημένου τούτου τυγχάνοντος; ἐκείνως οὖν ἑρμηνευτέον τὸν βυθὸν καὶ τὴν σιγήν, ἀλλ' οὐχ οὕτως· τὴν γὰρ ὕλην ἐβούλετο διὰ τούτων δηλοῦν. αἰὼν δὲ ὅτι μὲν θεοῦ πρῶτον δημιούργημα, πολλάκις εἰρήκαμεν, καὶ ὡς εἷς μὲν οὗτος βεβηκὼς ἑαυτῷ καὶ ἑστώς, καὶ μήτε χρονικῇ παρατάσει μήτε μὴν φυσικῇ μηκυνόμενος, καὶ τὸ μὲν ἐνηργηκώς, τὸ δ' ἐνεργῶν, πρὸς δὲ τὸ παρεσκευασμένος ὡς ἐνεργήσων. ἀλλ' ἡ θεία γραφὴ καὶ πληθυντικῶς ὀνομάζει αἰῶνας, τὸ οἶμαι ἄπειρον τούτου καὶ ἀδιεξίτητον τῇ πληθυντικῇ σημασίᾳ ἐμφαίνουσα, ἢ καὶ τὰ χρονικὰ διαστήματα κατατέμνουσα αἰῶνας ταῦτα καταχρωμένη φησίν. οὗτος δὲ ἀνοήτως πάνυ ὡρισμένῳ μέτρῳ ἀριθμεῖ τοὺς αἰῶνας, οὓς δὴ καὶ μεταξὺ τοῦ δημιουργοῦ καὶ τοῦ ἀγαθοῦ τίθησι. Τοιαῦτα μὲν οὗτός φησιν. ὁ δέ γε τῶν ἐκείνου σπάσας ναμάτων Μαρκίων «θεόν» τινα καινὸν ἀναπλάττει «ἐκ στοιχείων καὶ ἀριθμῶν», τῶν τοῦ Πλάτωνος καὶ οὗτος παρακούων δογμάτων. ἐκεῖνος γὰρ ἓν λέγων τὸ πρῶτον ἀγαθὸν καὶ πρὸ πάντων ἔλεγεν ἓν καὶ ἐκ πάντων, τὸ μὲν ὅτι μηδὲν τῶν ὄντων, τὸ δὲ ὅτι πάντων αὐτὸς ἀρχὴ καὶ ζωή· εἰ γὰρ καὶ ὁ μετ' ἐκεῖνον δημιουργὸς τὸ πᾶν ἐτεκτήνατο, ἀλλ' ἐκεῖθεν τὴν δύναμιν εἴληφε. κἀν τῇ ψυχογονίᾳ δὲ τοὺς λόγους πάντων τῇ ψυχῇ καταβάλλεται, εἰς κύκλους τε ταύτην συγκάμπτων καὶ εἰς ἀριθμοὺς λογιζόμενος καὶ λόγοις συνάπτων ἁρμονικοῖς. ὁ δὲ Μαρκίων, ἐπειδὴ τὸ ἐκ πάντων ἓν ὁ θεὸς παρὰ τοῖς Ἕλλησι δογματίζεται, ἐκ στοιχείων αὐτὸ πλάττει καὶ ἀριθμῶν, καὶ ποικίλον αὐτὸν ἀντὶ ἁπλοῦ ἀγάλματος ποιεῖ. Μοντανὸς ἄτοπος πάντῃ καὶ φλύαρος· γυναικὶ γάρ τινι τῶν ἑταιρουσῶν ἅπαντα τὸν βίον συνὼν καὶ συνακολασταίνων, πνεῦμα ταύτην ἐκάλει θεοῦ. διὰ ταῦτα προσπαίζων φησί, φεύξονται καὶ «Μοντανοῦ τὸ πονηρὸν πνεῦμα καὶ γυναικεῖον»· περὶ οὗ τί ἂν λέγοιμι ἢ τί ἂν ἀλληγοροίην, ἀτόπου πάντῃ τοῦ φαινομένου τυγχάνοντος; Ὁ δὲ Μάνης «τὴν ὕλην μετὰ τοῦ σκότους» ἀρχὰς τῶν ὄντων ὑπέθετο· ἴσως οὗτος Ἑλληνικώτερος καὶ ταῖς φωναῖς. πλὴν εἰ μὲν τὸν σκότον τὸ ἀνείδεον τῆς ὕλης οἴεται, οὐ πάντῃ ἄτοπος ὅσον πρὸς τὰς Ἑλληνικὰς δόξας· εἰ δ' ἕτερόν τι παρὰ τὴν ὕλην, φλυαρήσει πειρώμενος ἀποδεικνύειν, εἰ μή γέ τις τὸ Ἡσιόδειον αὐτῷ συμμαχοῦν συμβαλεῖται· ὁ γὰρ Ἀσκραῖος τὰς θεογονίας τοῖς Ἕλλησι παραδιδούς, «ἐν ἀρχῇ» φησίν «ἦν ἔρεβος καὶ χάος», οὐχ ὅτι σκότος καὶ βυθὸς ὑδάτων, ὥς τις ἡρμήνευκεν, ἀλλ' ὅτι ὕλη· διώνυμον γὰρ αὐτὴν ἐνταῦθα εἰσήγαγε, σκότον καὶ κένωμα, ὅτι τὸ εἶδος ἐστέρητο καὶ ὅτι ἄπειρος καὶ ἀόριστος ἦν. Φεύξονται, φησί, καὶ «Φωτινοῦ τὸν κάτω Χριστὸν καὶ ἀπὸ Μαρίας ἀρχόμενον». ὁ σκοτεινὸς γὰρ οὗτος Φωτινός, ἵνα τι προσπαίξω τῇ κλήσει, πρὸς πᾶσαν γραφικὴν μαρτυρίαν τυφλώττων καὶ πρὸς αὐτὸ τὸ ἀίδιον φῶς καὶ μακάριον, τὸ τῆς οἰκονομίας μυστήριον οὐ προσίετο, οὐδὲ τὴν τοῦ «ὑψίστου δύναμιν ἐπισκιάσασαν» τῇ νηδύι τῆς παρθένου ἐπρέσβευεν, οὐδὲ τὸ Χριστὸς ὄνομα ὡς ἔδει ἡρμήνευε, τὸ διπλοῦν ὑποσημαῖνον τῆς φύσεως μετὰ τοῦ ἑνὸς προσώπου τῆς ὑποστάσεως· κέχριστο γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ μύρῳ, φημὶ τῇ θεότητι, εἷς δὲ καὶ ὁ αὐτὸς ἦν ὁ χρίων τε καὶ χριόμενος, καὶ τῷ μὲν προσλήμματι ἀπὸ τῆς παρθένου ἐγένετο ἡ ἀρχή, ὁ δὲ τὴν κτίσιν προσειληφὼς ἄκτιστος καὶ συναΐδιος τῷ πατρί. ἀλλ' ὁ Φωτινὸς οὗτος κατὰ τοὺς χριομένους τηνικαῦτα τῷ νομικῷ κέρατι βασιλεῖς τε καὶ ἱερεῖς τὸν Χριστὸν ἐξελάμβανε, κάτω Χριστὸν τοῦτον ὀνομάζων ὡς μηδὲν ἄνωθεν ἔχοντα, ἀλλὰ τὸ ὅλον παθητὸν καὶ μεταβλητὸν καὶ ἀπὸ Μαρίας ἀρχόμενον. Οὗτοι δὴ πάντες ἀλλοτρία φωνὴ καὶ ὑμῖν εἶεν, οὓς δὴ οὐκ ἂν πρόβατα φήσαιμι, ἀλλ' ὦ τῶν τῆς ἐμῆς ψυχῆς ὠδίνων γεννήματα, ἧς δὴ καὶ τοὺς λόγους ἐπίστασθε καὶ τῆς φωνῆς ἐκ πολλοῦ ξυνίετε. ταύτῃ γοῦν κατακο λουθοίητε καὶ πρό γε ταύτης τοῖς τῆς φιλοσοφίας δόγμασιν ἕποισθε. εἰ δ' ἔστιν οὗ τῶν πράξεων πρὸς τὴν γλῶτταν ἀντιφθεγγόμεθα, ἀλλ' ὑμεῖς γε τὸ ἐν ἐμοὶ λαιὸν ἐκκλίνοντες, τοῦ δεξιοῦ περιδράττεσθε.

Intertext edge

Open linked passage

Note