Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1
ξεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «εἰ δὲ ἄυλον φήσομεν» Καὶ πάλιν ὁ μὲν περὶ τοῦ ἀσωμάτου λόγος ἀναμεινάτω, περὶ δὲ τοῦ σώματος ὃ προσάπτει τις ἐκ τῆς διαλεκτικῆς ἐπιστήμης τῷ θεῷ καὶ αὖθις συνεξετάσωμεν. Τὸ μὲν οὖν ὅτι σῶμα καὶ ὑλικὸν ἱκανῶς ἡμῖν ἐλήλεγκται καὶ ἀνῄρηται· εἰ δὲ ἄυλον φήσομεν, πάλιν ὑποδιελεῖν ἀναγκαῖον κατὰ τὰς διαφόρους τῶν φιλοσοφησάντων δόξας. ἢ γὰρ τὸ πέμπτον ἢ ἄλλο τι παρὰ τοῦτο· καὶ εἰ ἄλλο, ἢ τὸ ἀγγελικὸν ἢ τὸ ὑπὲρ τοῦτο, πολυμερὲς καὶ τοῦτο τυγχάνον καὶ πολυδύναμον, καθὰ δὴ οἱ δοκοῦντες τῶν Ἑλλήνων θεολογεῖν πεφλυαρήκασι καὶ μάλιστα οἱ ἀπὸ τῆς Στοᾶς. Ἡ μὲν ξύμπασα τοῦ ἀύλου τομὴ αὕτη, ὡς ὁ μέγας οὗτος ἀνὴρ ὑπέθετο· θεωρητέον δὲ καὶ καθ' ἕκαστον αὐτὰ τὰ τμήματα καὶ ὅπως τῷ τεχνίτῃ λόγῳ ἐπεξειργάσθησαν. καὶ πρῶτόν γε τὸ «πέμπτον» τοῦτο ὅ τι ποτέ ἐστιν ἀκριβωσώμεθα. ἰστέον τοιγαροῦν ὡς ὁ Ἀριστοτέλης καινήν τινα παρὰ πάντας τοὺς φιλοσοφήσαντας περὶ τῆς τοῦ οὐρανοῦ φύσεως τὴν ὁδὸν ἐτράπετο, ἣν οὔτε ἡ Ἀκαδημία ἐβάδισεν οὔτε οἱ ἐκ τοῦ Περιπάτου ἔγνωσαν, ἀλλ' οὐδ' ὁ καθηγεμὼν τῆς ἐπιστήμης ἐν οὐδενὶ τῶν διαλόγων ἐφυσιολόγησεν, οὔτε θεολογῶν ἐν τῷ Παρμενίδῃ οὔτε ἐν τῷ Τιμαίῳ φυσιολογῶν. λέγει γοῦν ὁ δαιμόνιος οὗτος ἀνὴρ ὅτι ἄλλο τι παρὰ τὰ στοιχεῖα τοῦτο τυγχάνει ὄν. καὶ ἵνα τὰ ἐν πολλοῖς αὐτῷ εἰρημένα κεφα λαιώσωμαι, ἀρχαὶ τῆς ὑποθέσεως αὐτῷ ταύτης αἱ φυσικώταται τοῖς σώμασι κινήσεις ἐλήφθησαν. δύο γὰρ αὐτῷ κινήσεις γενικαὶ καὶ κατὰ τόπον λαμβάνονται, ἥ τε κυκλοφορία καὶ ἡ εὐθυφορία· ὧν τὴν εὐθυφορίαν δίχα διελόμενος τὸ μὲν ἥμισυ ταύτης κάτωθεν ἄνω προϊέναι λέγει, τὸ δὲ λοιπὸν ἄνωθεν πρὸς τὸ κάταντες. ἀλλ' ἐγὼ μὲν οὕτως ὠνόμασα, ἐκεῖνος δὲ οὐχ οὕτω φησίν, ἀλλὰ τῶν ὑπὸ τὴν ποῦ κατηγορίαν κινήσεων «τὴν μὲν περὶ τὸ μέσον» λέγει, «τὴν δὲ ἀπὸ τοῦ μέσου, τὴν δὲ ἐπὶ τὸ μέσον». μέσον γὰρ τῷ λόγῳ τοῦ παντὸς στήσας τὴν γῆν ὥσπερ τι κέντρον κύκλου, τὸν μὲν οὐρανὸν περὶ τὸ μέσον φησὶ στρέφεσθαι, τουτέστι κύκλῳ περὶ τὴν γῆν, τῶν δὲ τεσσάρων στοιχείων τὰ μὲν κουφότατα, ἀέρα καὶ πῦρ, ἀπὸ τοῦ μέσου, τὰ δὲ βαρύτατα, ὕδωρ καὶ γῆν, ἐπὶ τὸ μέσον. συλλογίζεται οὖν, ὡς ὅ τι ἂν εἴη πυρῶδες ἢ ἀερῶδες κατ' εὐθυφορίαν ἐπὶ τὸ ἄναντες κουφισθήσεται, ὅ τι δὲ γεῶδες ἢ ὑδατῶδες ἐπὶ τὸ κάταντες βαρηθήσεται· τεσσάρων δὲ ὄντων τῶν πολυθρυλλήτων τούτων στοιχείων καὶ ὑπηλλαγ μένας τὰς κινήσεις κατ' εἶδος ἐχόντων, ὃ ἂν εὑρεθείη μήτε κάτω μήτε ἄνω κινούμενον, ἀλλὰ κύκλῳ καὶ πέριξ, τοῦτο πέμπτον ἐστὶ σῶμα, ἄλλο τι παρὰ τὰ τέσσαρα ὄν. εἰ μὲν γὰρ γεηρὸν ἦν, ἐπὶ τὸ μέσον ἂν εἶχε τὴν κίνησιν, εἰ δὲ πυρῶδες, ἀπὸ τοῦ μέσου· ἀλλὰ μὴν κυκλικῶς ὁρᾶται κινούμενον· ἄλλο ἄρα παρὰ τὰ στοιχεῖα καὶ πέμπτον ἐκείνοις συναριθμού μενον. τοῦτο δὲ τὸ δόγμα ὁ μὲν ἀπὸ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος καὶ ὁ παραφράσας τὰ τοῦ φιλοσόφου Θεμίστιος, ναὶ μὴν καὶ ὕστερον ὁ Σιμπλί κιος θαυμάζουσί τε καὶ περιέπουσι καὶ τοῖς ἄλλως φιλοσοφήσασιν ἀντιφέρονται. Πρόκλος δέ, ὁ μᾶλλον τῶν ἄλλων τὴν φύσιν καλῶς ἐπιγνούς, πολλαῖς βάλλει καὶ πυκναῖς ταῖς ἀπὸ τῶν λόγων νιφάσι, κατατρέχει δὲ τούτου καὶ ὁ φιλοπονώτατος Ἰωάννης καὶ ὁ μέγας Ἀμμώνιος ἐν πολλοῖς· Πλωτῖνος δὲ καὶ Ἰάμβλιχος αἰδοῖ τοῦ φιλοσόφου οὐ πάνυ τι τοῦ δόγματος τούτου καθάπτονται, ἀλλὰ παραχωροῦντες αὐτῷ τοῦ γεννήματος τὰ οἰκεῖα μόνα κρατύνουσι. Τὸ μὲν οὖν ὅπως τοῦτο κρατύνεται καὶ ὅπως ἀνῄρηται ὡς πολλῶν λόγων δεόμενον ὑπερτίθεται· ἑκάτεροι γὰρ τῶν τε παραδεξαμένων καὶ τῶν ἀθετησάντων τὸ φιλοσόφημα τὰς οἰκείας ἐνστάσεις ἐν πολλοῖς βιβλίοις ἐξήνεγκαν· ἐγὼ δὲ ἐπιστήσας τοῖς τε τοῦ Σιμπλικίου καὶ τοῦ Φιλοπόνου, παρὰ πολὺ νικῶντα ἔγνωκα τὸν Φιλόπονον, καίτοι θατέρῳ τῶν φιλοσόφων ὑστέρῳ γενομένῳ πλείων ἀπὸ τοῦ χρόνου κατὰ τοῦ προλαβόντος προσεπορίζετο δύναμις. Τοῦτο γοῦν τὸ σῶμα καὶ ἄυλον ὑπετίθετο ὁ φιλόσοφος· οὐκ οἶδα μὲν ὅπῃ καὶ ὅπως, ἕπομαι δὲ λέγοντι τῷ πατρί, ὃς οὕτω φησίν· «εἰ δὲ καὶ ἄυλον φήσομεν» (ὃ δὴ τῷ θείῳ σῶμα προσάπτεται), «εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον, ἔστω μοι ἄυλόν τι καὶ πέμπτον σῶμα· εἰ βούλονται δέ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον τούτων τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν». σὺ δέ μοι κατὰ πάρεργον καὶ τὸν μέγαν τοῦτον σοφὸν ὅρα τὴν Ἀριστοτελικὴν δόξαν μὴ προσιέμενον· «ἀνάπλασιν» γὰρ ἡγεῖται τὸ νομισθὲν καὶ «φορὰν ἄλογον», ὅθεν φησὶ τῶν αὐτῶν εἶναι πέμπτον ἀναπλάσαι σῶμα καὶ σῶμα ἀσώματον· «οὐδέν» γάρ φησι «περὶ τούτου νῦν διοίσομαι». οὐδὲ γάρ, ἵνα ἀνέλῃ τὴν δόξαν, ἐμνήσθη τοῦ δόγματος, ἀλλ' ἵνα εἰς τὸ ἄτοπον ἀγάγῃ τοὺς τοιοῦτον σῶμα προσ αναπλάττοντας τῷ θεῷ. Εἰ μὲν οὖν, φησί, τὸ πέμπτον οἴονται, ἔστω, φησί, κατ' ἐκείνους ἄυλόν τε καὶ πέμπτον· «κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερομένων;» ὁ γὰρ Ἀριστοτέλης πέμπτον σῶμα καὶ αἰθέριον οὐ τὴν ἀπλανῆ μόνον σφαῖραν ἐτίθετο, ἀλλ' αὐτόν τε τὸν ξύμπαντα οὐρανὸν καὶ τοὺς ἐν αὐτῷ ἀστέρας τούς τε ἐνδεδεμένους καὶ τοὺς κινουμένους τούς τε ἀπλανεῖς καὶ τοὺς πλάνητας, ὡς εἶναι τέλος αὐτῷ τοῦ πέμπτου σώματος τὴν κοίλην ἐπιφά νειαν τῆς σεληνιακῆς σφαίρας. πρὸς τοῦτο γοῦν φησιν ὁ πατήρ, ὅτι «κατὰ τί τῶν κινουμένων ἔσται καὶ φερομένων;» τουτέστι τίνι μέρει τοῦ πέμπτου σώματος προσωμοίωται; ἆρα γὰρ ὥσπερ ὁ ἥλιος τὸν ζωηφόρον μόνον κινηθήσεται ἢ ὥσπερ ἡ σελήνη νῦν μὲν τὸ βόρειον πέρας περιελίξει, νῦν δὲ περὶ τὸν ἑαυτῆς κύκλον ἐνεχθήσεται; καὶ πότερον ὥσπερ τις ἀπλανὴς ἀστὴρ τῇ οὐρανίᾳ περιφορᾷ συμπεριενεχθήσεται ἅπαξ ποτὲ καὶ ἐν ἑκατὸν ἔτεσι μίαν μοῖραν κινούμενος, ἢ ὥσπερ οἱ πλάνητες νῦν μὲν ἐπὶ τὰ προηγούμενα, νῦν δὲ ἐπὶ τὰ ἑπόμενα κινηθήσεται, καὶ νῦν μὲν στηρίξει, νῦν δὲ προσθέτης ἢ ἀφαιρέτης φανήσεται; «κατὰ τί» γάρ φησι «τῶν κινουμένων ἔσται; ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται καὶ τοῖς φερομένοις ὁ φέρων». ὕβρις γὰρ ἄντικρυς, εἰ ἄνθρωπος μὲν πλάσας ἀνδρείκελον ἄγαλμα χεῖρον τῆς οἰκείας οὐσίας τοῦτο ποιεῖ, ὁ δὲ θεὸς ἐκ τοῦ μὴ ὄντος τὰ πάντα πεποιηκὼς τῆς αὐτῆς ἔσται ἐκείνοις οὐσίας καὶ φύσεως, καὶ κύκλῳ μὲν ὡς ὁ οὐρανὸς κινηθήσε ται, ἄνω δὲ καὶ κάτω ὡς αἱ τῶν λοιπῶν στοιχείων ἰδιότητες. Ἐπεὶ δὲ πολλοὺς ᾔδει τῶν φιλοσόφων μηδὲν ὑπὲρ τὸ φαινόμενον περὶ τοῦ θείου δοξάσαντας, ἀλλ' αὐτὸν τὸν οὐρανὸν οἰηθέντας θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητον, εἰπὼν ὡς «ὕβρις, εἰ ταὐτὰ τοῖς κινουμένοις ὁ κινῶν κινηθήσεται καὶ τοῖς φερομένοις ὁ φέρων», ἐπήγαγεν, «εἴ γε καὶ τοῦτο δώσουσι». ποῖον; τὸ ἄλλον οἴεσθαι τὸν κινοῦντα θεὸν παρὰ τὰ κατ' οὐρανὸν κινούμενα. ὡς γὰρ εἴρηκα, πολλοὶ τῶν φιλοσοφησάντων αὐτὴν τὴν κύκλῳ φορὰν ἥγηνται τὸν θεόν. εἶτα καὶ ὡς ἀφιλοσόφους ἐλέγχει τοὺς ἄνδρας ὅτι ὅλως κινεῖσθαι οἴονται τὸν θεόν, ὃς δὴ μόνον τῶν ὄντων ἀκίνητόν ἐστι καὶ ἀρχὴ τοῖς ἄλλοις κινήσεως· ἐλέγχει δὲ πῶς; ἐξ αὐτῆς τῆς κινήσεως. εἰ γὰρ καθ' ὑμᾶς πᾶν τὸ κινούμενον ὑφ' ἑτέρου κινοῦντος κινεῖται, εἰ καὶ τὸ κινοῦν κινεῖται, ὑφ' ἑτέρου κινοῦντος καὶ τοῦτο κινηθή σεται, καὶ ἐπὶ πάντων ὡσαύτως, ὥστε «εἰς ἄπειρον» ὑμῶν βαδιεῖται ἡ ἔννοια, ἀπὸ κινούντων καὶ κινουμένων χωρούντων εἰς ὅμοια. εἰ δὲ δεῖ που στῆναι, πάντως εἰς ἀκίνητον· τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ θεός; οὐκ ἄρα πέμπτον σῶμα ὁ θεός, εἴ γε τὸ μὲν κινεῖται, ὁ δὲ ἀκίνητος ἕστηκεν.