Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 52 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1
ξζʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ ἐπεὶ γάρ, φησίν, «οὐ σῶμα ὁ θεός» Πρὸς τὸν αὐχοῦντα διαλεκτικαῖς μεθόδοις τὸν θεὸν κατειληφέναι οἴεσθαι ὁ μέγας θεολόγος τὸν λόγον ποιούμενος, εἶτα τοῦτον βουλόμενος ἐλέγξαι ἀπὸ τῆς τοιαύτης ἐπιχειρήσεως διαλεκτικῶς κατὰ, τὴν τοῦ προσδιαλεγομένου ἐπιστήμην, διχῇ τὴν περὶ τὸ θεῖον δόξαν διεῖλεν, εἴς τε σῶμα καὶ ἀσώματον, ὡς ἑνί γε τούτων πάντως εὑρεθησομένου τοῦ κρείττονος· εἶτα θάτερον τῶν τμημάτων θείς, τὸ σῶμά φημι, καὶ ἐλέγξας, ὡς οἷόν τε, καὶ δείξας ὡς ὑπὲρ τὰ σώματα ὁ θεός, ἐπὶ τὸ ἕτερον, τὸ ἀσώματον, μεταβέβηκεν, ὃ δὴ νῦν ἡμῖν εἰς θεωρίαν προτέθειται. ἐπεὶ δὲ πλείονας ἐνταῦθα τοὺς λόγους ὁ πατὴρ τίθησιν, ἵνα μὴ καὶ ἡμεῖς, ἐπεξηγούμενοι τὰ ῥητὰ καὶ ὥσπερ ἐκ κύκλου ἔξωθεν ἐπεμβάλλοντες, ἀσάφειαν τῷ πλήθει ποιήσωμεν, ἐπιτετμημένως ἅμα καὶ πληρεστάτως, ὡς οἷοί τέ ἐσμεν, τὸν λόγον συμπερανοῦμεν· ἵνα δὲ εἰδῆτε καθ' ὅ τι τῶν ῥητῶν ποιούμεθα τὴν ἐξήγησιν, αὐτὰ δὴ ταῦτα κατὰ μέρη προθήσομεν ὥσπερ ἀντωμοσίαν ἀναγινώσκοντες. Ἐπεὶ γάρ, φησίν, «οὐ σῶμα ὁ θεός, λείπεται δὴ ἀσώματον ὑπολαμβά νειν», ἀντιφάσει γὰρ ἔοικε ταῦτα, τὸ σῶμα καὶ τὸ ἀσώματον, ὧν μέσον οὐδέν, ὥστε εἴ τι μὴ σῶμα, τοῦτο ἀσώματον ὑπολαμβάνειν χρεών, ἀλλ' ἐπὶ μὲν τῶν γεννητῶν ἔχει χώραν ὁ δεύτερος λόγος, ἐπὶ δὲ θεοῦ κενοφωνία τίς ἐστιν ἡ ἀντίφασις· ἐπειδὴ γὰρ μὴ σῶμα ὁ θεός, οὐ λείπεται νοεῖν ὅτι ἀσώματος, οὐδ' ἐπειδὴ μὴ ἀσώματος, σῶμα τοῦτον οἰητέον· οὐδὲν γὰρ τῶν ὄντων θεός, αὐτὸς ὢν τῶν ὄντων δημιουργὸς καὶ παρηλ λαγμένην ἔχων τὴν οὐσίαν πρὸς τὰ ποιήματα. προσμαρτυροῦμεν δ' αὐτῷ ἐν πᾶσι τοῖς περὶ αὐτοῦ λόγοις τὸ ἀσώματον, καθάπερ καὶ τἆλλα τῶν ὀνομάτων τὰ κάλλιστα, οὐσίαν καὶ ζωὴν καὶ νοῦν· ἀλλ' ὥσπερ οὐδὲν τούτων ἐστὶ καὶ πολυώνυμος ἀπὸ τούτων γίνεται, οὕτω δὴ καὶ ὑπὲρ τὸ ἀσώματον ὤν, ἐντεῦθεν μάλιστα ὡς ἀπὸ κρείττονος ὀνόματος χαρακτη ρίζεται ἢ ἀπὸ τοῦ ἐναντίου τούτου τοῦ σώματος. Ταῦτα μὲν ἡμεῖς ἔξωθεν· ὁ δὲ πατὴρ ἑτέρως ἐλέγχει τὸν λόγον, τῶν μὲν ὑψηλοτέρων ἀφέμενος θεωριῶν, συγκαταβαίνων δὲ τῇ τοῦ προσδιαλε γομένου παχύτητι καὶ εἰς ἀτόπους ἐννοίας ἀπὸ τῆς ἐκείνου οἰήσεως ἐλαύνων τὸν λόγον. «εἰ» γὰρ «ἀσώματον», φησίν, «οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικὸν καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον καὶ τὸ ἄναρχον καὶ τὸ ἀναλλοίωτον καὶ τὸ ἄφθαρτον καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται· τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ὑπάρχει τὸ μὴ ἀρχὴν ἔχειν μηδ' ἐξίστασθαι μηδὲ περατοῦσθαι, ἀλλ' ὅλον τὸ εἶναι παραλαμβάνειν, λείπεται προσφιλοσοφεῖν τε καὶ προσεξετάζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν». ταῦτα μὲν ἐπὶ λέξεως φησὶν ὁ πατήρ· ἡ δὲ τῶν εἰρημένων ἐξήγησις αὕτη. ἀσώματον ὁ διαλεκτικὸς οἰόμενος εὑρεῖν τὸν θεόν, ἐπειδὴ τὸ σῶμα ἀνεῖλεν, ἀπ' αὐτῆς τῆς διαλεκτικῆς ἐπιστήμης ἐλέγχεται. ὁ γὰρ εὑρηκώς τι τῶν ὄντων σῶμα εἶναι ἢ ἀσώματον οὐκ ἤδη καὶ τὴν φύσιν τοῦ ὑποκειμένου κατέλαβε· τὸ γὰρ ἀσώματον καὶ τὸ σῶμα ὀνόματά εἰσι φύσεων ὑποκειμένων κατηγορού μενα· οὐ γὰρ αὐτὰ φύσις. τοῦτο γὰρ οὐδὲ τῶν Ἑλληνικῶν φιλοσόφων εἰπεῖν τις ἐτόλμησεν, ὡς ἔστι σῶμα ἢ ἀσώματον μὴ φύσιν ὑποκειμένην ἔχοντα, ἀλλ' αὐτὰ ταῦτα φύσις ὄντα ᾗ σῶμα καὶ ᾗ ἀσώματον. ὁ γοῦν εἰρηκὼς τὸν θεὸν ὅτι ἀσώματον, οὐκ ἤδη καὶ τὴν φύσιν αὐτοῦ κατενόησεν· οὐ γὰρ φύσις τῷ θεῷ τὸ ἀσώματον, ἀλλὰ περὶ τὴν ἄρρητον αὐτοῦ φύσιν τοῦτο νενόηται· τὸ γὰρ ἀσώματον οὐδὲν ἕτερον δηλοῖ ἢ στέρησιν σώματος, οὐκ ἔστι δὲ φύσις θεῷ τὸ ἐστερῆσθαι σώματος, ἀλλ' ὥσπερ οὐκ ἀρκεῖ τῷ εὑρηκότι τὸν ἄνθρωπον ὅτι σύνθετος πρὸς τὸ καὶ τὴν οὐσίαν αὐτοῦ εἰδέναι, ἀλλὰ δεῖ καὶ τὰ ἐξ ὧν συνετέθη καταλαβεῖν, ὅτι ψυχὴ καὶ σῶμα, οὕτως οὐδὲ τὸ ἀσώματον ἢ τὸ ἁπλοῦν ἀρκεῖ πρὸς κατάληψιν τῆς τοῦ θεοῦ φύσεως. δεῖ γάρ τι εἶναι τὸν θεὸν καὶ τοῦτο ὅ ἐστι δοξάζειν ἁπλοῦν καὶ ἀσώματον. οὔτε οὖν τὸ ἀσώματον παραστατικόν ἐστι τῆς τοῦ θεοῦ φύσεως (δεῖ γάρ τι εἶναι τὸν θεόν) οὔτ' ἄλλο τι τῶν περὶ ἐκεῖνον λεγο μένων. οἷον τὸ «ἀγέννητον» ἐπιφημίζομεν τῷ θεῷ, οὐκ αὐτὸ οὐσίαν τιθέντες, ὡς ἀλογώτατα ὁ Εὐνόμιος ᾤετο, ἀλλ' ὁμολογοῦντες αὐτῷ τὸ μόνον τῶν ὄντων ἀρχὴν μὴ ἔχειν· καὶ «ἀναλλοίωτον» δὲ τὸν θεὸν ὀνομά ζοντες οὐ φύσιν αὐτῷ τοῦτο διδόαμεν, ἀλλὰ δεικνύομεν τὸ μηδέποτε τῆς οἰκείας ἐξίστασθαι φύσεως, ὅπερ ἐστὶ τὸ ἠλλοιῶσθαι· τῆς αὐτῆς δ' ἐννοίας καὶ τὸ «ἄφθαρτον» ἔχεται, οὐ γὰρ οὖν περατοῦται θεός, οὐδέ (ἀλλ' ἱλήκοι τῷ λόγῳ) ὁ πάντα ζωογονῶν φθείρεται. Ὁ μὲν οὖν μάταιος τῶν λεγομένων ἀκροατὴς αὐτὰ δὴ ταῦτα τὰ ὀνόματα φύσιν ὑπολαμβάνει τοῦ κρείττονος· ὁ δὲ τὸν θεῖον νοῦν ἔχων «προσφιλοσο φεῖ καὶ προσεξετάζει» ὅτι ἄλλη τίς ἐστιν ἡ τοῦ θεοῦ παρὰ ταῦτα φύσις, περὶ ἣν καὶ τὸ ἀσώματον καὶ τὸ ἀγέννητον καὶ τὸ ἀναλλοίωτον λέγεται. εἰ οὖν πρὸς τὸν ἐρωτήσαντα τί ἐστιν ἄνθρωπος ἀπόκρισιν δοίης ὅτι σύνθετος, ἆρ' οἴει τὸν ὅρον τοῦ περὶ ὃ ἡ ἐρώτησις ἀποδεδωκέναι, ἢ ὁ ἀκούσας ἠρεμήσει καὶ οὐ δευτέραν προσάξει ἐρώτησιν, ὅτι, ὦ βέλτιστε, τί ὤν ἐστι σύνθετος; εἰ οὖν ταῦθ' οὕτως ἐφ' ἡμῶν ἔχει, μηδὲ περὶ τοῦ θεοῦ ἄλλως οἴου, ἀλλ' ἐπειδὴ ἐρωτήσαντί μοι, τί ἐστι θεός, ἀπεκρίνου ὅτι ἀσώματον, φιλοπόνως προσερωτῶ· τί δὲ ὤν, ὦ διαλεκτικώτατε, ἀσώματος πέφυκεν; εἰ μὲν οὖν δώσεις, ἔχω τὸ ζητούμενον· εἰ δ' ἀπαρνηθεὶς γένῃ, οὐκ ἀνήσω προσκείμενος καὶ ἐπερωτῶν μέχρις ἂν καὶ αὐτὸς ὁμολογήσῃς ὡς ἡ τοῦ θεοῦ φύσις πάσαις φύσεσιν ἀκατάληπτος. Πόθεν δὲ σὺ καὶ τοὺς ὅρους τῶν πραγμάτων κατὰ στέρησιν εἴληφας; οἱ γὰρ ὅροι, ὡς ἐκ τῆς ἀποδεικτικῆς μεμάθηκας, ἀλλὰ καὶ συμπάσης διαλεκτικῆς, θέσιν, ἀλλ' οὐκ ἀναίρεσιν ἐπεισάγουσιν· ὁ γὰρ τὸν ἄνθρωπον ὁριζόμενος οὐχὶ βοῦν φησιν οὐδὲ ἵππον οὐδὲ ἐλέφαντα, ἀλλὰ τόδε διαφοραῖς τοιαῖσδε εἰδοπεποιημένον. πῶς οὖν καὶ αὐτὸς τὸν θεὸν ὁριζόμενος οὐχ ὅ ἐστι λέγεις, ἀλλ' ὃ μή ἐστι; τὸ γὰρ ἀσώματον καὶ τὸ ἀγέννητον στερήσεις εἰσὶ σώματός τε καὶ γεννήσεως. ἐχρῆν οὖν ὅ ἐστι θεῖναι, ἀλλ' οὐχὶ ὃ μή ἐστιν. εἰ δ' ὁ τῆς σῆς φιλοσοφίας καθηγεμών, τὸν Ἀριστοτέλην φημί, τὸ συμβεβηκὸς ὁριζόμενος ἐν ταῖς διαλεκτικαῖς τέχναις οὕτως εἴρηκε, «συμβεβηκός ἐστιν ὃ μήτε γένος ἐστὶ» μήτε διαφορὰ «μήτε ἴδιον», καὶ διὰ τοῦτο καὶ σὺ τὰς ἀφορμὰς ἐπορίσω τῶν κατὰ ἀπόφασιν ὁρισμῶν, ἀλλ' ἴσθι ὅτι φορτικῶς καὶ πλημμελῶς ἄγαν τῷ φιλοσόφῳ ὡμίληκας. τέσσαρα γὰρ ἐκεῖνος τὰ προβλήματα θέμενος καὶ περὶ τῶν τριῶν διῃρημένως ἀκριβωσά μενος, ἀπὸ τῆς τούτων ἀναιρέσεως παρέστησε καὶ τὸ τέταρτον. εἰ μὲν οὖν καὶ αὐτὸς ἐν ἀριθμῷ τὰ ὄντα θέμενος, τούτοις καὶ τὸν θεὸν συνέταξας, εἶτα δὴ τἆλλα τοῖς οἰκείοις καθυποβάλλων ὁρισμοῖς, τέλος καὶ τὸν θεὸν ὁριζόμενος, «ὃ μηδὲν τούτων ἐστὶν» εἴρηκας, εὔλογος ἄν σοι ὁ κατὰ ἀπόφασιν ὁρισμός. ἐπεὶ δὲ καὶ τὰ ὄντα ἀπερίληπτα διὰ τὸ ἄπειρον πέφυκε καὶ αὐτὸς ταύτην οὐ προεστήσω τὴν μέθοδον, παρήκουσας ἄρα τοῦ σοῦ διδασκάλου καὶ ἀπὸ διεφθαρμένης διαλεκτικῆς καθ' ἡμῶν ὥρμηκας. εἶτα οὐκ οἶσθα ὡς καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐπὶ τῷ τοιούτῳ ὁρισμῷ ὥσπερ ἐπερυθριάσας, ἕτερον τέθεικε θετικόν, καὶ τοῦτον μᾶλλον ἐπικρίνας ἐξύμνησεν; Ἀλλ' ἔγωγε, φησὶν ὁ πατήρ, οὑτωσὶ λέγων μονονουχὶ οὐ λίαν σοι διαφέρομαι, ἀλλ' «ἐπεὶ ἀσώματόν ἐστι τὸ θεῖον, μικρόν τι προσεξετάσωμεν. πότερόν ἐστί που ἢ οὐδαμοῦ;» ἀλλ' «εἰ μὲν οὐδαμοῦ, πῶς ἂν εἴη;» σκόπει γὰρ τὰς σὰς τέχνας καὶ τὴν ἄφυκτόν σοι σὺν ἀντιθέσει ἀντιστροφήν· εἰ τὸ μὴ ὂν οὐδαμοῦ, τὸ μηδαμοῦ οὐδὲ ὄν. οὕτω γὰρ ὀφείλομεν λέγειν, τὸν μὲν ἐν τῇ πρώτῃ προτάσει προκείμενον ὅρον ἐν τῇ δευτέρᾳ προτάσει ποιοῦντες ἑπόμενον καὶ τὸν ἐν ἐκείνῃ ἑπόμενον ἐνταῦθα ἡγούμενον, ἐναλλάττοντες καὶ τὰς ποιότητας, καὶ ὃ μὲν ἐκεῖσε καταφατικῶς εἴρηται, ἐνταῦθα ἀποφατικῶς λέγει, ὃ δὲ ἀποφατικῶς ἐκεῖ, ἐνταῦθα καταφατικῶς. ἀλλ' εὐλαβούμενος τοῦτο, ἐρεῖς ὅτι οὐχὶ οὐδαμοῦ ὁ θεός, ἀλλὰ ποῦ. καὶ σὺ μὲν οἴει ἐκπεφευγέναι, μᾶλλον δὲ γέγονας ἐν τῷ λαβυρίνθῳ. Προσερήσο μαι γάρ σε· ἐπεὶ τὸ ποῦ τόπου δηλωτικόν, τόποι δὲ δύο, τό τε πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν, ἐν τίνι τούτων ἔσται θεός, ἐν τῷ παντὶ ἢ ἐν τῷ ὑπὲρ τὸ πᾶν; εἰ μὲν οὖν ἐρεῖς, ἐν τῷ παντί, αὖθις ἄν σου ἡδέως πυθοίμην (παρὰ σοῦ γὰρ ἔχω ταῦτα πολυπραγμονεῖν), ἆρα ἐν ὅλῳ τῷ παντὶ ἔσται ἢ ἐν μέρει τοῦ παντός; εἰ μὲν οὖν ἐν μέρει, ὑπὸ βραχυτάτου ὁ ἀπερίληπτος περιγέγραπται, οὗ τί ἂν γένοιτο ἀθλιώτερον; «εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος ἡ περιγραφὴ καὶ ἄλλου πολλοῦ», φησὶν ὁ πατήρ. τί δὲ τοῦτό ἐστι τὸ πλεῖον, ὃ δὴ ἐγγύτατα πέφυκε; συγκριτικόν ἐστιν ὄνομα, ὑπεροχήν τινα πρὸς ἄλλο δηλοῦν, τὸ δὲ πᾶν ἄσχετόν ἐστι καὶ ἀπόλυτον. διὰ τοῦτό φησιν ὅτι, εἰ ἐν τῷ παντὶ περιγέγραπται, καὶ ὑπὸ πλείονος περιγέγραπται, ὅσον πρὸς τὴν ἐκ μέρους περιοχὴν καὶ ὑπὸ ἄλλου πολλοῦ, ὅσον πρὸς τὴν τοῦ παντὸς φύσιν ὑποκειμένου καὶ αὐτοῦ τοῦ πλείονος. «Ταῦτα μὲν εἰ ἐν τῷ παντί». ἀλλ' ἐπειδὴ τοῦτο γενητὸν καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, ἀγένητος δὲ ὁ θεός, «ποῦ» ἦν «πρὸ τοῦ γενέσθαι τὸ πᾶν;» εἰ δὲ φεύγων τὸ ἐντεῦθεν ἄτοπον ὑπὲρ τὸ πᾶν τιθῇς τὸν θεόν, ἐγώ σε οὐδὲν ἧττον πάλιν ἐν τοῖς ἀτόποις ζωγρήσω, καὶ δείξω ὡς φεύγων τὴν ἐν τοῖς σώμασιν ἵδρυσιν πάλιν ἐν τούτοις καθίζεις τὸν θεόν. ἐρήσομαι γάρ σε· τὸ ὑπὲρ τὸ πᾶν οὐ διῄρηται τοῦ παντός; οἶδα οὖν ὅτι θήσεις· ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα, ἀλλὰ τὰς προτάσεις τιθείς, πρὸς τὰ συμπερά σματα μὴ δυσχέραινε. εἰ δὲ διῄρηται ἆρα οὐ χωρίῳ τινὶ καὶ οἷον διατειχί σματι ἀμφότερα περατοῦντι, τό τε πᾶν καὶ τὸ ὑπὲρ τὸ πᾶν; καὶ εἰ μὴ οὕτως, «πῶς» ἂν «ἐνοήθη τὸ ὑπεραῖρον καὶ τὸ ὑπεραιρόμενον;» ὥσπερ γάρ, ἵν' ἐπὶ παραδείγματι τὸν λόγον γυμνάσω, ἡ κεφαλὴ ὑπερκειμένη τοῦ σώματος μέσῳ τινὶ τῷ αὐχένι ἐκεῖθεν ὑπεραίρεται, οὕτω δὴ καὶ πᾶν ὃ ἄν τινος ὑπερτέταται, πέρασί τισι καὶ μέσοις ὁρίοις τὴν ὑπεροχὴν πρὸς τὸ ὑποπεπτωκὸς ἔχει. οὕτω δὴ καὶ τὸ ὑπὲρ τὸ πᾶν, ὑπερέχον τοῦ παντός, μέσῳ τινὶ ὑπερέχει σώματι, τὸ μὲν πᾶν ἀπαρτίζοντι, τῷ δὲ ὑπὲρ τὸ πᾶν διδοῦντι τὴν ὕπαρξιν, ὥστε τόπος ἐστὶ τὸ ὑπὲρ τὸ πᾶν. καθίζων οὖν τὸν θεὸν ὑπὲρ τὸ πᾶν, αὖθις ἐν τόπῳ καθίζεις, ὅνπερ ἄνω ἐφύγομεν. ἵνα δὲ καὶ τοὺς σωματικοὺς τόπους ἐάσω, αὐτὸ τὸ οἴεσθαί σε κατειληφέναι τὸ θεῖον οὐκ εἶδος περιγραφῆς ἐστιν; σὺ δὲ οὐ μέρος ἐλάχιστον τῆς ἐκείνου δημιουργίας; εἶτα οὐκ ἐρυθριᾷς τὸν ἀχώρητον τῷ παντὶ κατειληφέναι οἰόμενος;

Intertext edge

Open linked passage

Note