Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1
ξηʹ. Ἐκ τοῦ περὶ υἱοῦ πρώτου λόγου εἰς τὸ «ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;» Θρυλλούμενόν ἐστιν ἀνὰ τὰς ἁπάντων γλώσσας τουτὶ τὸ ἐρώτημα, τὸ «ὁ χρόνος ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;» ὃ δὴ καὶ τῷ θείῳ τούτῳ πατρὶ τοὺς πάντα λύειν οἰομένους προβέβληται καὶ μηδὲν διαπεφευγέναι τὴν ἀντίφασιν. οὐ πρώτως δὲ παρὰ τοῦ πατρὸς πέπλασται, εἰρημένῳ γὰρ αὐτῷ κατεχρήσατο· οἴονται δὲ αὐτὸ οἱ πλασάμενοι κατ' ἀρχὰς ἑκατέρωθεν ἄπορον, ἔχει δὲ ῥᾴστην τὴν ἐπίλυσιν. καὶ ὁ μέγας οὗτος ἀνὴρ οὐχ ὡς ἄπορον, οἶμαι, τοῦτο προὐβάλετο (πῶς γάρ, ὅ γε τὴν λύσιν αὐτοῦ ἀκριβῶς ἐπιστάμενος;) ἀλλ' ἔστιν αὐτῷ γυμνασία ἀπὸ τοῦ ἥττονος. εἰ γὰρ αἱ περὶ τῶν τοιούτων δοκοῦσαι ἀπορίαι, ὧν οὐ πάνυ κρύφιος ἡ διάληψις, τοῖς διαλύειν ἐπιχειροῦσι προσίστανται, πόσῳ γε μᾶλλον αἱ περὶ τῶν μεγάλων διαπορήσεις ἀσυμφανῆ τέως ἕξουσι τὴν διάλυσιν. ἐπεὶ δὲ ὁ τοῦ ἐναντίου λόγου προϊστάμενος ἐν διλημμάτῳ λόγῳ τὴν ἀπορίαν προηνέγκατο– «ὄντα», γάρ φησιν, ὁ πατὴρ τὸν υἱὸν «γεγέννηκεν ἢ οὐκ ὄντα;» εἶτα πρὸς ἑκατέραν τῶν ἐρωτήσεων προσεφευρίσκει τὸ ἄπορον· εἰ μὲν γὰρ ὄντα, πῶς γεγέννηκε; φησίν· εἰ δὲ μὴ ὄντα, ἦν ὅτε οὐκ ἦν ὁ υἱός– διὰ ταῦτα τοιγαροῦν καὶ ὁ θεῖος οὗτος ἀνὴρ τὸ αὐτὸ σχηματίζει πρὸς τὸν ἠρωτηκότα διλήμματον, εἰρηκὼς ἄνω ὅτι «μὴ τὸ ἄπορον ἔχει ἡ ἀπάντησις, ἀλλὰ τὸ ἄτοπον ἡ ἐρώτησις», καὶ δεικνὺς ὡς οὐ πάντα λυτέον τὰ ἀπορήματα, κἂν ἀντιφατικῶς προσάγηται, καὶ μάλιστα εἰ τὰ θεῖα καὶ ὑπὲρ φύσιν κατὰ τοὺς γυμναστικοὺς ἀγῶνας προφέρονται καὶ διαλεκτικῆς ὅροις γυμνάζον ται. δι' ἃ μὲν οὕτως ἠρώτησε, ταῦτα, ὃ δὲ ἐρωτᾷ, τοιοῦτον· μᾶλλον δὲ δεῖ τι πρὸ τῆς κατὰ μέρος ἐξηγήσεως προειπεῖν, ἵν' ἡμῖν ἐκεῖθεν γνωσθείη τὸ ἀπορούμενον. Ὁ δαιμόνιος Ἀριστοτέλης, πρὸς τὴν πρεσβυτέραν Ἀκαδημίαν ἀντιταττόμενος καὶ αὐτῷ διαμαχόμενος Πλάτωνι, ἀίδιον τὸν χρόνον διαταττόμενος φαίνεται καὶ ἄπειρον ἐφ' ἑκάτερα. ὁ μὲν γὰρ Πλάτων, αὐτῆς τῆς ἀληθείας ἁψάμενος, καὶ τὸν οὐρανὸν γεγενῆσθαί φησι καὶ ἀπό τινος χρονικοῦ σημείου τῆς περιφορᾶς ἄρξασθαι, μετ' αὐτοῦ δὲ καὶ τὸν χρόνον καὶ τὴν φύσιν συνυποστῆναι· ὁ δὲ φιλόσοφος οὗτος ἀγέννητον καὶ τὸν οὐρανὸν καὶ τὴν κίνησιν καὶ τὸν χρόνον τίθεται. ὃ γοῦν ἐκεῖνος περὶ τοῦ χρόνου διὰ πολλῶν ἀπορεῖ τε καὶ συλλογίζεται, δι' ὀλίγων ἐνταῦθα ἠρώτηκεν ὁ πατήρ. «ὁ χρόνος» γάρ φησιν «ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ;» τὸ δὲ «ἐν», ἑνδεκαχῶς σημαινόμενον, ἐνταῦθα περὶ τῆς ἀμεροῦς ἢ χρονικῆς παρατά σεως σημαίνειν δοκεῖ. τοῦτο γοῦν ἐστιν ὅπερ ἐρωτᾷ· ὁ σύμπας χρόνος διὰ χρόνου τὴν δημιουργίαν εἴληχεν ἢ ἀχρόνως παρυπέστη τῷ παντί; εἰ μὲν γὰρ διὰ χρόνου, οὐ σύμπας οὗτος· εὕρηται γὰρ καὶ χρόνος ἕτερος, δι' οὗ δὴ χρόνου ὁ χρόνος ἐγένετο. ἀλλ' ἐγώ, φησὶν ὁ πατήρ, περὶ τοῦ παντὸς ἐρωτῶ· εἰ μὲν οὖν ὁ πᾶς χρόνος ἐν χρόνῳ, οὐκ ἔστι πᾶς, εἴ γέ τι χρόνου μόριον αὐτῷ λέλειπται. ἀλλὰ τοῦτο φεύγων ἐρεῖς ὅτι οὐκ ἐν χρόνῳ; ἀλλ' ὅρα ὡς περιττὸς εἶ τὴν σοφίαν, ἄχρονον εἰσάγων τὸν χρόνον καὶ αὐτὸ τοὔνομα τοῦ χρόνου καταψευδόμενος· εἰ γὰρ ὁ χρόνος ἄχρονος, σχολῇ γ' ἂν ἄλλο τι ὑπὸ χρόνον εἴη. Οὕτως μὲν ὁ πατήρ, ὁ δέ γε Ἀριστοτέλης ἐντεῦθεν τὸ ἀγέννητον αὐτοῦ συλλογίζεται. ἐρωτᾷ γὰρ ὅτι ὁ χρόνος ἢ ἐν χρόνῳ ἢ ἄχρονος· ἀλλ' εἰ μὲν ἄχρονος, ἔχω, φησί, τὸ ζητούμενον· εἰ δὲ ἐν χρόνῳ, καὶ περὶ ἐκείνου αὖθις ἐρωτῶ, πότερον οὗτος ἄχρονος ἢ ἐν χρόνῳ. καὶ εἰ μὲν ἄχρονος, φησί, καὶ πάλιν νενίκηκα· εἰ δὲ ἐν χρόνῳ, καὶ περὶ ἐκείνου ἡ αὐτὴ ἐρώτησις γίνεται, καὶ οὔθ' ἡμεῖς ἀποκάμοιμεν χρόνου χρόνον ἐπανευρίσκοντες, οὔτ' ἐκεῖνος ἐκλίποι εἰς τὸ ἄπειρον προϊών. εἴτε γοῦν οὕτως εἴτ' ἐκείνως ἐθέλοι τις ζητεῖν, ὁ χρόνος ἄχρονος καὶ ἀγέννητος. Οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης. ὁ δέ γε πατὴρ τὴν πολλὴν περὶ τούτου περιεργίαν ἀφείς, τοσοῦτον περὶ τούτου προέτεινεν, ὁπόσον πρὸς τὸν σκοπὸν συμφέρον ἑαυτῷ ἔγνωκεν· οὐ γὰρ περὶ χρόνου διαλαβεῖν προτίθε ται νῦν, ἀλλ' ὅτι πολλὰ τῶν προβαλλομένων κατὰ τὴν τῆς ἀντιφάσεως δύναμιν ἄπορα ἑκατέρωθεν ἔχει, καὶ οὔτε ὁ φὰς περὶ αὐτῶν ἀληθεύσειεν οὔτε ὁ ἀποφάς. ἀλλ' εἰ μὲν πρὸς Πλάτωνα ἢ Ἀριστοτέλην ὁ διάλογος ἦν αὐτῷ, ἠρώτηκεν ἀντίφασιν ἀδιάλυτον· ἐπεὶ δὲ πρὸς τοὺς Ἀνομοίους ὁ λόγος αὐτῷ, ὧν προὐστάτει μὲν ὁ Σύρος Ἀέτιος, ἀντείχετο δὲ ὁ Γαλάτης Εὐνόμιος, ἀνὴρ χθές που καὶ πρώην ἀπὸ τῶν ἐργαστηρίων ἐπὶ τὴν δογματικὴν ἀπήνην ἁλλόμενος καὶ κατατολμήσας τοῦ θεολογικοῦ ἄξονος, ὁ πρὸ μικροῦ τὰς τῶν λεβήτων βάσεις ἰώμενος, διὰ ταῦτα ὡς ἀπαιδεύτῳ καὶ πόρρω τῆς θείας σοφίας προσπαίζων τὰ ἄπορα τῶν ἐρωτημάτων ὡς ἀπερίδρακτα πάντῃ προβάλλεται. Ὅτι δὲ οὐ τῶν ἀπόρων τὸ πρόβλημα αὐτόθεν ἄν τις φωράσειεν, ὡς ὁ χρόνος οὔτε ἐν χρόνῳ οὔτε μὴν ἄχρονος. ὥσπερ γὰρ οὐκ εἴ τι μὴ ἐν χρονικῇ παρατάσει γίγνοιτο, ἤδη καὶ παρὰ τοῦτο ἄχρονον πέφυκεν, οὕτως οὔτε ὁ χρόνος αὐτός, μὴ διὰ παρατάσεως τὸ εἶναι λαβών, ἀλλ' ἀθρόως ὑπὸ τοῦ δημιουργήσαντος ὑποστάς, ἤδη παρὰ τοῦτο ἄπειρος ἂν εἴη καὶ ἄκτιστος, ἀλλὰ διότι μὲν μὴ ὢν πρότερον ὕστερον γέγονεν, οὐκ ἄχρονος οὐδὲ ἄκτιστος, διότι δὲ οὐ διὰ παρατάσεως εἰς τὸ εἶναι ἐλήλυθεν, ἄχρονος ἂν κατὰ τοῦτο λέγοιτο. ἐπεὶ καὶ τἆλλα, οὐρανόν, γῆν, ἥλιον, σελήνην, τοὺς λοιποὺς ἀστέρας, ἄκτιστα ἂν εἴποι τις, διότι μὴ διὰ χρονικῆς γέγονε παρατάσεως. ἡμεῖς μὲν γὰρ τῶν ὄντων ἀποτυποῦντες ἰνδάλματα, οἷον σφαῖραν χαλκῆν πρὸς τὸ τοῦ παντὸς ἀποτετορευμένην μίμημα ἢ διόπτρας καὶ ἀστρολάβους ἢ δι' ὧν τἆλλα εἰκάζομεν, οὐκ ἀμερῶς καὶ ἀχρόνως τὰς τούτων ποιοῦμεν ὁλότητας, ἀλλὰ δεῖ τὸν χαλκοτύπον πρῶτα μὲν ἐργά σασθαι τὸν χαλκόν, αὖθις δὲ ἀποξῦσαί τε καὶ λεᾶναι, εἶτα κοιλᾶναι καὶ κάμψαι, νῦν μὲν τόνδε τὸν πόλον ποιοῦντα, νῦν δὲ ἐκεῖνον, καὶ αὖθις περιαγαγεῖν τὰς περιφερείας, καὶ οὕτω κατὰ βραχὺ προχωρῶν τὸ τῆς τοῦ παντὸς σφαίρας δημιουργεῖ ὁμοίωμα· ὁ δὲ θεὸς οὐχ οὕτως, ἀλλ' ὁμοῦ τε ἐβουλήθη ὑποστῆναι τὸν οὐρανὸν καὶ ἡ βούλησις ἔργον γέγονε καὶ ἀχρόνως ὑπέστη τὸ πᾶν· ἀλλ' οὐ διὰ τοῦτο καὶ ἄχρονον, ἐπειδὴ μὴ πρότερον ὂν ὕστερον γέγονε. Τῇ γοῦν ὁμωνυμίᾳ τοῦ οὐκ ἐν χρόνῳ παραλογίζεται ὁ τὴν ἐρώτησιν προ βαλλόμενος. διττὸν γὰρ τὸ οὐκ ἐν χρόνῳ, ἢ τὸ ἀεὶ εἶναι ἢ τὸ μὴ διὰ χρονι κῆς παρατάσεως γεγενῆσθαι ἅπαξ. ὥστε κατ' ἄλλο μὲν ἐν χρόνῳ, ὅτι μὴ ἀεὶ ἦν, κατ' ἄλλο δὲ οὐκ ἐν χρόνῳ, ὅτι μὴ χρόνου τῷ δημιουργῷ πρὸς τὴν τούτου ἐδέησε γένεσιν. εἰσὶ δὲ καί τινα τῶν ἐν ἡμῖν, ἅπερ ἀχρόνως πέφυκε γίνεσθαι, ὥσπερ ἡ τοῦ γάλακτος πῆξις καὶ ἡ τῆς ἐπιφανείας τῶν ὑδάτων ἀποκρυστάλλωσις· οὐ γὰρ κατὰ μόρια τούτοις τὸ συμπεπηγέναι, ἀλλ' ἀθρόον καὶ ᾗπερ οὐκ εἰώθαμεν ἡμεῖς ποιεῖν. καὶ αὐτὸ δὲ τὸ περὶ τοῦ χρόνου ἐρωτᾶν, «εἰ ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ», εἰ μὴ πρὸς τὸν λῆρον Εὐνόμιον λέγοιτο, καὶ λίαν ἄτοπον. οὐ γὰρ τῶν ὑπαρχόντων ὁ χρόνος, ἀλλὰ τῶν συμβεβηκότων· ὥσπερ γὰρ ἐπὶ τῶν σωμάτων ἡ κίνησις λέγεται, οὕτως ὁ χρόνος ἐπὶ τῆς κινήσεως. ἔστι γὰρ ἡ μὲν κίνησις ἀχώριστος ἐνέργεια τοῦ κινητοῦ σώματος, ὁ δὲ χρόνος μέτρον ἐστὶ τῆς κινήσεως. ὁ μὲν γὰρ ἥλιος τὸ κινούμενον σῶμα, ἡ δὲ τούτου κίνησις, ἡ ἀχώριστος ἐνέργεια τοῦ τοιουδὶ σώματος, ὁ δὲ χρόνος τὸ μέτρον αὐτὸ τῆς κινήσεως. ὥστ' οὐκ ἔστι τῶν ἐν ὑποστάσει ὁ χρόνος, ἀλλὰ τῶν ἐφεπομένων. διὰ τοῦτο ὁ βουλόμενος ἐρωτᾶν πότερον «ἐν χρόνῳ ἢ οὐκ ἐν χρόνῳ» περί τινος, ἀφεὶς τὸν χρόνον καὶ τὴν κίνησιν ὡς μὴ αὐθέδραστον ἢ αὐθυπόστα τον, εὐλόγως ἂν ἐρωτῴη περὶ τοῦ κινουμένου σώματος· ὅπως γὰρ ἂν ἔχῃ τοῦτο, οὕτω {καὶ} κἀκεῖνος ἔχειν νομισθήσεται. Ἀλλ' ἐπειδὴ τὸ περὶ τοῦ χρόνου καὶ αἰῶνος ζήτημα περιφερόμενον ἐν πολλοῖς δοκεῖ, ἀδιάκριτον μέντοι γε μέχρι τοῦ νῦν καὶ οὐδέ πω τυχὸν τῆς ἀρίστης διασκέψεως, ἔγωγέ τοι ὑποτυπωτικῶς νῦν περὶ αὐτῶν διαλήψο μαι· ἄρξομαι δ' ἀπὸ τοῦ αἰῶνος, ἵν' ὡς ἀπὸ τοῦ παραδείγματος καὶ ἡ «Εἰκὼν» ἐκείνου, ἥτις ἐστὶν ὁ χρόνος, σαφῶς διερμηνευθήσεται. Ἔστι τοίνυν ὁ αἰὼν οὐχ ὁ νοητὸς κόσμος, ὥς τινες οἴονται· αἰώνιος γὰρ οὗτος, τὸ δ' αἰώνιον κατὰ μετοχὴν αἰῶνος αἰώνιον λέγεται, ὥστε ἄλλο ἐκεῖνος παρὰ τὸν αἰῶνα. ἀλλ' οὐδὲ ἡ τούτου στάσις καὶ ἔμμονος διαγωγὴ αἰών, κατὰ γὰρ τὸν αἰῶνα ἡ στάσις, οὐκ αὐτὴ αἰών. τί ποτ' οὖν ὁ αἰών; ἀλλ' οὐ δύναμαι οὕτως εἰπεῖν ἐξ ὀνόματος· ἀνάσχοισθε δέ μου βραχύ τι τὸν λόγον πλατύνοντος, ἵν' ἐκεῖθεν ὑμῖν τὸ ποθούμενον γνωρισθείη. ὁ νοητὸς κόσμος ἐστὶ καὶ ἓν καὶ πολλά, ἀλλ' ἓν μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν, πολλὰ δὲ κατὰ τὴν ἡμετέραν νόησιν, ἀμερὴς γάρ ἐστι καὶ πολυδύναμος. εἴ τις οὖν αὐτὸν ἐννοήσειεν ὡς οὐσίαν τινὰ ἔχουσαν ζωὴν καὶ ταὐτότητα, κίνησίν τε καὶ στάσιν, τὴν μὲν κατὰ τὸ ζωτικὸν εἶδος, τὴν δὲ κατὰ τὸ ἀνεξάλλακτον τοῦ ταὐτοῦ, ταὐτότητά τε καὶ ἑτερότητα, τὴν μὲν κατὰ τὴν οἰκείαν ὁμοιομέρειαν, τὴν δὲ κατὰ τὸ μηδενὶ ἑτέρῳ προσεοικέναι, εἶτα τὰ πολλὰ ταῦτα συστείλας καὶ τὰς δυνάμεις εἰς τὴν οὐσίαν συγκλείσας, ὡς ἓν πάντα ἐθεάσατο, αἰῶνα εἶδεν. ἔστι γὰρ αἰών, ὡς ἐν τύπῳ ὁρίσασθαι, ἡ ἐλλαμπομένη ἀπὸ τοῦ νοητοῦ κόσμου ἀμερὴς ταὐτότης καὶ ἀμετάβλητος, ἧς οὐδὲν οὔτε παρῳχηκός ἐστιν οὔτε μέλλον, ἀλλ' ἐν τῷ νῦν συνουσιωμένον αὐτῇ τὸ πᾶν πέφυκεν. ὃ γοῦν μήτε παρῴχηκε μήτε ἔσται, ἀλλ' ἔστιν ἀεί, τοῦτο αἰών, ἀπὸ τοῦ ἀεὶ ἐν τῷ ὂν εἶναι λαβὼν τοὔνομα. Τοιαῦτα μὲν οὖν τὰ μέχρις οὐρανοῦ, αἰώνιοι γὰρ αὐτῶν καὶ αἱ οὐσίαι καὶ αἱ ἐνέργειαι· ἀλλ' οὐκ ἔδει τὰ κρείττονα τῶν γενῶν ἔσχατα εἶναι. διὰ ταῦτα τὰ ὑπὸ σελήνην παρήχθη, αἰθέρες, ἀστέρες, γῆ, θάλασσα, ζῷά τε καὶ φυτά· τούτων γὰρ ἁπάντων οὔτε ἡ οὐσία τὸ ταὐτὸν ἔχει οὔθ' ἡ ἐνέργεια, ὑπὸ γένεσιν γὰρ σύμπαντα καὶ μεταβολήν. καὶ ὥσπερ τοῖς ἀκινήτοις ὁ αἰὼν συνυφίσταται, οὕτω τοῖς κινουμένοις ὁ χρόνος, ῥέων ἀεὶ καὶ τούτοις συμπερικινούμενος καὶ μετρῶν ἀεὶ τὴν τούτων κίνησιν, ὃς δὴ ὥσπερ τοῦ αἰῶνος ἐφιέμενος τρέχει μέν, ἵνα πρὸς ἐκεῖνον φθάσῃ καὶ σταίη κινηθείς, ἀνήνυτον δὲ μόχθον μοχθεῖ· τούτου τὸ μὲν παρῴχηκε, τὸ δὲ μέλλει, τὸ δὲ ἑστὼς οὐδαμοῦ. ἀλλ' ἐπειδὴ δύο τινῶν ἐμνημονεύσαμεν, ἑστώτων κατὰ οὐσίαν καὶ ἐνέργειαν, ὁποῖα δὴ τυγχάνει τὰ νοητά, καὶ κινουμένων κατ' αὐτὰ ταῦτα, οὐδὲν δὲ τῶν ὄντων κενόν, ἀλλ' ἐν πᾶσι τοῖς ἐναντίοις συνδέσεις εἰσὶ καὶ μεσότητες, τίνα δὴ τούτων μέσα πέφυκεν, ἵνα τὸ μὲν αὐτῶν αἰώνιον εἴη, τὸ δὲ ἔγχρονον; ἔστι τοίνυν οὐρανὸς καὶ τὰ μέχρι σελήνης· τούτων γὰρ ἡ μὲν οὐσία αἰώνιος (οὔτε γὰρ φθίνει οὔτ' αὐξά νει οὔτ' ἀλλοιοῦται ἢ μεταβάλλεται)· χρονικὴ δὲ ἡ ἐνέργεια, κινουμένου γὰρ τοῦ σύμπαντος κόσμου τὸ μέν τι αὐτοῦ ὑπερκύπτει τοῦ ὁρίζοντος, τὸ δὲ μεσουρανεῖ καὶ ἄλλο πρὸς δυσμὰς ἥκει καὶ ἕτερον ὑπὸ γῆν φέρεται. Τοιοῦτόν ἐστι καὶ ἡ ἐν σώματι ψυχή· καὶ γὰρ καὶ ταύτης ἡ μὲν οὐσία ἀίδιος, ἡ δὲ ἐνέργεια χρόνῳ μετρεῖται· οὐ γὰρ ἀθρόως ὁρᾷ τὰ ζητούμενα, ἀλλὰ τέλος προτίθεται καὶ ἀρχὰς προβάλλεται καὶ ἀπὸ τούτων ἐπ' ἐκεῖνο χωρεῖ. περὶ δὲ τῆς ἀπολυομένης ἀπὸ τοῦ σώματος οὐδὲν τέως ἂν εἴποιμι, μέχρις ἂν τὰ τοῦ Χαλκιδέως Ἰαμβλίχου πρὸς τὰ τοῦ Διονυσίου συναγαγὼν καὶ πρὸς τὴν λοιπὴν ἱερολογίαν ἀντεξετάσας, εὕροιμι εἰ καλῶς διατετύπω ται. εἰ μὲν οὖν ἕτερός τις ἔχοι τι κρεῖττον ὑμῖν τούτων εἰπεῖν ὧν αὐτὸς εἴρηκα, ἐκείνῳ προσθήσεσθε. ἕως δ' ἂν οὗτος ἐν τῷ ἀφανεῖ πέφυκε καὶ τὸ τῆς ἰσημερίας περιέχῃ κλίμα, ὥσπερ που πάλαι τὸν Ὠάνην, ὃς δὴ ἐκεῖθεν εἰς Αἴγυπτον παρεγένετο, ἰχθύος ἠμφιεσμένος δοράν, τούτοις ἐμμένετε.