Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 54 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.1
Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «τοῦ δέ, νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον» Πρὸς τὸν εἰρηκότα τὸ διλήμματον ἐκεῖνο, μᾶλλον δὲ ἀσεβές τι πρόβλημα, τὸ «ὄντα γεγέννηκεν ὁ πατὴρ τὸν υἱὸν ἢ μὴ ὄντα;» διαγωνιζόμενος ὁ μέγας οὗτος πατὴρ μετὰ τὴν περὶ τοῦ χρόνου ἀντίθεσιν, ἣν ἡμεῖς ἐν ἑτέρῳ λόγῳ διεξωδεύσαμεν ὡς ἱκανὸν ἦν καὶ ἐξωμαλίσαμεν, καὶ ταύτην προτείνει τὴν πρότασιν, ἥτις ἐφ' ἑκάτερα ψεύδους καὶ ἀληθείας κειμένη, ἀληθεύει μὲν ἐν οἷς ψεύδεται, ψεύδεται δὲ ἐν οἷς ἀληθεύειν δοκεῖ. τίθησι δὲ ταύτην οὕτως ἡ θεολόγος γλῶσσα· «τοῦ δέ, νῦν ἐγὼ ψεύδομαι, δὸς τὸ ἕτερον, ἢ ἀληθεύεσθαι μόνον ἢ ψεύδεσθαι· οὐ γὰρ ἀμφότερα δώσομεν. ἀλλ' οὐκ ἐνδέχεται· ἢ γὰρ ψευδόμενος ἀληθεύσει, ἢ ἀληθεύων ψεύσεται· πᾶσα ἀνάγκη». εἶτα, ὥσπερ ἑλὼν τὸν ἀντίδοξον, ἐπάγει ταῦτα· «τί οὖν θαυμαστόν, ὥσπερ ἐνταῦθα συμβαίνει τὰ ἐναντία, οὕτως ἐκεῖσε τὰ ἀμφότερα ψεύδεσθαι; καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναφανήσεται». Ἀλλὰ πρὶν ἢ τὴν δοκοῦσαν ἐνταῦθα διερμηνεῦσαι ἀντίφασιν, αὐτὴν τὴν αἰτίαν ἀνακαλύψωμεν, δι' ἣν καὶ τὸ περὶ τοῦ χρόνου ζήτημα καὶ τὸ περὶ τοῦ «νῦν ἐγὼ ψεύδομαι» προσεξευρέθησαν τῷ πατρὶ καὶ μετὰ λογικῆς ἐντρεχείας τῷ ἀντιδοξοῦντι προσήχθησαν. ἀξιώματά τινα λεγόμενα παρ' ἑκάσταις ἐπιστήμαις εἰσί, τὰ δὲ καὶ κοινὰ πάσαις εὑρίσκεται. τὸ μὲν γὰρ εἶναι «τὰ ἐναντία τῶν ἐναντίων ἰάματα» ἰατρικὸν ἀξίωμα πέφυκε· τὸ δὲ «μηδὲν ἐκ τοῦ μηδενὸς γίνεσθαι» φυσικόν· τὸ δὲ «πάντα τοῦ ἑνὸς ἠρτῆσθαι» λογικόν· τὸ δὲ «τὰς ἀπὸ τοῦ κέντρου εὐθείας ἴσας εἶναι» γεωμετρικόν· τὸ δ' «ἐπὶ παντὸς πράγματος ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν» ἔστι μὲν ὡς ἐγγὺς εἰπεῖν διαλεκτικόν, τείνει δὲ κατὰ πάσης ἐπιστήμης καὶ τέχνης. ἔστι δὲ ἡ τῶν τοιούτων μάχη προτάσεων, καταφά σεών φημι καὶ ἀποφάσεων, ἀντίφασις ὠνομασμένη παρὰ τῷ φιλοσόφῳ, ἣν δὴ ἐκεῖνος ἐν τῷ Περὶ ἑρμηνείας συντάγματι πολλοῖς καὶ καλοῖς κανόσι καὶ προσδιορισμοῖς κατεποίκιλε. δεῖ γὰρ εἶναι ἐν ἑκατέρᾳ τῶν προτάσεων τὸν αὐτὸν κατηγορούμενον καὶ τὸν αὐτὸν ὑποκείμενον, συνώνυμά τε πάντα ἐν ἑκατέραις, ἀλλὰ μὴ ὁμώνυμα. ἀξιώματα δὲ ταῦτα ἐλέχθησαν ὡς ἀφ' ἑαυτῶν ἀληθῆ καὶ πιστὰ καὶ οὐκ ἐπιδεᾶ ἑτέρας κατασκευῆς. οὕτω γοῦν καὶ ἡμεῖς τοὺς ἐντίμους ἄνδρας καὶ μεγαλοπρεπεῖς ἀξιωματικοὺς λέγομεν, καὶ ἡ τραγῳδία δὲ ταύτην τὴν κλῆσιν ἐπίσταται· «τὸ» γὰρ «ἀξίωμα» φησί «τὸ σόν, κἂν κακῶς λέγῃ, πείσει». Τοιούτου τοίνυν ὄντος τοῦ λεγομένου ἀξιώματος, Ἀρειανίζων τις ἀνὴρ ἢ τὰ Εὐνομίου φρονῶν, τὴν ἀντίφασιν ταύτην ὡς ἀξίωμα ἑαυτῷ προβαλλόμενος, ᾤετο ἐντεῦθεν τὴν τοῦ υἱοῦ ἀθετεῖν γέννησιν, καὶ [ἐν] προβλήματος εἴδει ἑκατέρας τὰς προτάσεις συμπλέξας, τήν τε καταφατικὴν καὶ τὴν ἀπο φατικήν, ἠρώτα ὅπως γεγέννηκεν ὁ πατὴρ τὸν υἱόν, ἵνα, εἰ μὲν ὄντα τις φαίη, καταγελῷτο ἀτόπῳ περιπεσών, εἰ δὲ μὴ ὄντα, αὐτόθεν ἐλέγχοιτο· τὸ γὰρ μὴ ὄν, διὰ δὲ γεννήσεως τοῦ εἶναι μετεσχηκός, μετ' αἰῶνα ἢ χρόνον ἐγένετο, ὡς ἐντεῦθεν συνάγεσθαι– ἀλλὰ μὴ ἐγὼ φαίην τὸ βλάσφημον– μὴ εἶναι ποτὲ τὸν υἱόν. Ὁ τοίνυν πατήρ, καίτοι δυνάμενος τὴν ἑτέραν εἰπεῖν τῶν προτάσεων καὶ ὁμολογῆσαι τὸ «ὄντα γεγέννηκεν» καὶ φυσικῶς τοῦτο καὶ θεολογικῶς συστῆσαι, τοῦτο μὲν τέως οὐ ποιεῖ, καταστέλλει δὲ ταῖς λογικαῖς μεθόδοις ἐπαιρόμενον τὸν ἀντίδοξον καὶ δείκνυσι σαθρὸν τῆς ἀντιφάσεως τὸ ἀξίωμα· καὶ ἀντιπλέκει πρὸς τοῦτον προβλήματα, ἐν οἷς τὰ ἐναντία συμβαίνειν δοκεῖ. ταῦτα δὲ οὐκ αὐτὸς πρῶτος ἐπλάσατο, ἀλλ' ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος, οὐκ οἶδα μὲν εἰ κἀκεῖνος ἑτέρωθεν εἰληφώς, τέως δὲ πολλὰ τοιαῦτα ἐν τοῖς λογικοῖς ζητήμασι συμφορήσας, διαλύειν πειρᾶται· ἐν οἷς ἐστι καὶ ὁ σωρείτης παρασυλλογισμὸς καὶ ὁ κερατίνης καὶ ἕτερα ἄττα ἄτοπα τοῖς ὀνόμασιν, ὁποῖόν ἐστι καὶ τοῦτο τὸ ἄπορον, μονονουχὶ οὕτω λέγοντος τοῦ πατρός, ὡς, εἴ γε πάντα, ὦ διαλεκτικὲ σύ, ὑπὸ τὴν σὴν κατακλείεις ἀντίφασιν καὶ περὶ τὴν ἑτέραν τῶν προτάσεων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁρᾷς, καὶ εἰ μὲν ἡ κατάφασις ψεύδοιτο, ἀληθίζε σθαι φῂς τὴν ἀπόφασιν, εἰ δ' ἐκείνη φωραθείη τὸ ψεῦδος ἔχουσα, ταύτην ἀληθεύειν κατὰ πᾶσαν ἀνάγκην– εἰ οὕτως οἴει καὶ οὐδέν ἐστι τὸ διελέγχον τὴν ἀντιφατικὴν δύναμιν ὡς ἀξιωματικὴν καὶ αὐτόπιστον, τοῦ «νῦν ἐγὼ ψεύδομαι» ὡς προτάσεως λογιζομένου, εἰ δύνῃ δὸς τὸ ἕτερον ἢ ἀληθεύεσθαι ἢ ψεύδεσθαι. ὡς γὰρ αὐτὸς ἂν φαίης καὶ ἡ σὴ διαλεκτική, ἧς παρακούων ἀκούειν δοκεῖς, οὐκ ἀμφότερα δώσομεν, ὥστε τὰς δύο προτάσεις, τήν τε καταφατικὴν καὶ τὴν ἀποφατικήν, ἢ ἀληθεύεσθαι κατὰ ταὐτὸ ἢ ψεύδεσθαι. ἀλλ' ὅρα ἐπὶ τοῦ προκειμένου προβλήματος, ὡς οὐκ ἐνδέχεται τὴν μὲν ἑτέραν ἀληθεύειν πρότασιν, τὴν δὲ ἑτέραν ψεύδεσθαι, ἀλλὰ κἀκείνην καὶ ταύτην ἀληθῆ κατὰ ταὐτὸ τυγχάνειν καὶ ψευδῆ. ἔστι δὲ τὸ νόημα δυσπόριστον τῇ ἐννοίᾳ· ὡς γὰρ μὴ ὄντος ἐν αὐτῷ ἐρείσματος διολισθαίνει πως ἡ διάνοια, ἀλλ' ἡμεῖς τῇ τοῦ λόγου καταδιελόντες τομῇ τὰ ἀντίθετα ταῦτα τμήματα, εὐξύμβλητα πρὸς τὸν ἡμέτερον ποιήσομεν νοῦν. Θῶμεν γὰρ εἰρηκέναι τινὰ οὕτως· «ἐγὼ νῦν ψεύδομαι», οὐκ ἐφ' ἑτέρῳ λόγῳ προηγησαμένῳ τοῦτο ἐπενεγκόντα, ἀλλ' αὐτὸ πρῶτον εἰρηκότα, «ἐγὼ νῦν ψεύδομαι». σκοπήσωμεν οὖν εἰ χώραν ἐνταῦθα ἔχει τῆς ἀντιφά σεως τὸ ἀξίωμα. ἆρα γὰρ μόνως ἠλήθευσεν ἢ μόνως ἐψεύσατο; εἰ μὲν γὰρ οὕτως εὑρεθείη, ἀδιάπτωτος ἡ ἀντίφασις· εἰ δὲ ἐν ταὐτῷ τὰ ἐναντία, πῶς οὐ διαπεσεῖται; «νῦν» φησίν «ἐγὼ ψεύδομαι»· πότερον ἀληθής ἐστιν ὁ λόγος ἢ ψευδής; ἀλλ' εἰ μὲν εἴπῃς ὅτι ἀληθής, ἕπεται ὅτι καὶ ψευδής· αὐτὸς γὰρ ἑαυτῷ τίθεται ὅτι ψεύδεται. ἀλλὰ φήσεις ὅτι ψευδής; ἀλλὰ μὴν καὶ ἀληθεύων φαίνεται, αὐτὸ γὰρ τὸ ψεῦδος ὁμολογῶν ὅτι ψεῦδός ἐστιν ἀληθεύει. καὶ κατὰ πᾶσαν ἀνάγκην τῷ μὲν ψευδεῖ τὸ ἀληθὲς ἕπεται, τῷ δὲ ἀληθεῖ τὸ ψευδές· οἷον γὰρ ἂν μέρος λάβῃς τῆς ἀντιφάσεως, προσείληφας καὶ τὸ ἕτερον. ψεύδεται, φησίν, εἰρηκὼς ὅτι ψεύδομαι, τοῦτο ἡ κατάφασις· ἀλλὰ καὶ οὐ ψεύδεται εἰπὼν ὅτι ψεύδομαι, τοῦτο ἡ ἀπόφασις. καὶ αὖθις οὐ ψεύδεται, φησί, τὸ ψεῦδος ὁμολογήσας, τοῦτο ἡ ἀπόφασις, ἀλλὰ καὶ ψεύδεται εἰρηκὼς ὅτι ψεύδομαι, τοῦτο ἡ κατάφασις. ὁρᾷς ὅπως κατὰ ταὐτὸ τὰ ἐναντία συμπέπτωκεν; Ἐπεὶ οὖν ὁ κατασκευάζων πρὸς τὸν ἀνασκευάζοντα, καὶ τοῖς ἄλλοις διαφέρων, τούτῳ καὶ μάλιστα διενήνοχεν, ὅτι ὁ μὲν κατασκευάζων διὰ πάσης ὀφείλει ἰέναι τῆς ἀποδείξεως, καὶ μάλιστα εἰ λέγοι ἐπακτικῶς τε καὶ παραδειγματικῶς– κἂν γὰρ ἐν χιλίοις τὸν λόγον πιστώσῃ παραδείγ μασι, παρὰ δὲ μόνον ἓν ἀτυχήσειεν, οὐκ ἔχει αὐτῷ ὁ λόγος ἕδραν ἢ ὑποστήριγμα–, τῷ δὲ ἀνασκευάζοντι ἓν ἀρκεῖ πρὸς ἀνασκευήν, δεικνύον μὴ οὕτως ἔχειν ὡς ὁ κατασκευάζων φησίν– ἐπεὶ οὖν ὁ μὲν Ἀρειανὸς ἢ Εὐνομιανὸς κατασκευάζοντος ἔχει λόγον, ὅτι κατὰ παντὸς ἢ ἡ κατάφασις ἀληθεύει ἢ ἡ ἀπόφασις, ὁ δὲ πατὴρ ἀνασκευάζοντος τὸ αὐτὸ τοῦτο, κἂν οἱ μὲν διὰ πολλῶν παραδειγμάτων τὸν λόγον δοκῶσι πιστοῦσθαι, ὁ δὲ ἑνί τῳ διαπεπτωκότα πεφώρακε, κατ' ἐκείνων οὗτος τὰ νικητήρια λήψεται. ὅθεν ὡς καὶ εἰληφὼς ταῦτα ἐπάγει ὅτι «τί θαυμαστὸν εἰ, ὥσπερ ἐνταῦθα τὰ ἐναντία συμβέβηκεν», ὡς εὑρίσκεσθαι ἀμφοτέρας τὰς προτάσεις ἐν μέρει ψευδεῖς καὶ ἐν μέρει ἀληθεῖς, «οὕτω» δὴ καὶ ἐπὶ τοῦ σοῦ προβλήματος «ἀμφότερα» τὰ διῃρημένα «ψεύδεσθαι»; ἠρώτηκας εἰ ὄντα τὸν υἱὸν ὁ πατὴρ γεγέννηκεν ἢ οὐκ ὄντα, ἐγὼ δὲ ἀποκρινοῦμαί σοι ὅτι οὔτε ὄντα γεγέννηκεν οὔτε οὐκ ὄντα. καὶ οὐκ, ἐπειδὴ εἶπον ὅτι οὐκ ὄντα γεγέννηκε, τὸ ὄντα σὺ λήψῃ ὡς ὁμολογούμενον· ἀμφότεραι γὰρ αἱ προτάσεις ψευδεῖς, ὡς ἐπὶ τοῖς ῥηθεῖσι παραδείγμασι συμβαίνει ἑκάτερα τὰ ἠρωτημένα ἐνιαχοῦ μὲν συναληθεύειν, ἐνιαχοῦ δὲ συμψεύδεσθαι, ὥσπερ ἐνταῦθα, ἐπ' ἐνίων δὲ καὶ συναληθεύειν καὶ συμψεύδεσθαι. Ἐγὼ δὲ ἄγαμαι τοῦτον τὸν ἄνδρα οὐκ ἐφ' οἷς οὕτω διέλυσε τὴν ἀτοπίαν τοῦ ἐρωτήματος, ἀλλ' ὅπως ἀπέριττός ἐστι τὴν σοφίαν καὶ οὐ πάντα πᾶσι συμφύρει, ἀλλὰ φυσικῶς μὲν πρὸς τὸν φυσικὸν ἀπαντᾷ, διαλεκτικῶς δὲ πρὸς τὸν διαλεκτικὸν καὶ πρὸς τὸν θεολογοῦντα θεολογικῶς· καὶ ἐξὸν τὸ αὐτὸ πρόβλημα, λογικὸν ἴσως τυγχάνον, καὶ διαλεκτικῶς ἀνασκευάσαι καὶ φυσικῶς καὶ θεολογικῶς καὶ κατὰ τὰς ἄλλας ἐπιστήμας, ὁ δὲ ἀπὸ τῆς διαλεκτικῆς καὶ μόνης ὁρμᾷ καὶ οὐχ «ὑπερβάθμιον τείνει πόδα», ἀλλ' ἐν ᾗ μᾶλλον ὁ ἀντιδοξῶν ἰσχύει, ἀπὸ ταύτης τοῦτον κατὰ κράτος αἱρεῖ. τοῦτο καὶ Ἀριστοτέλης ποιῶν φαίνεται, καὶ πρὸς τοὺς λέγοντας φυσικοὺς ἓν τὸ ὂν καὶ ἀκίνητον οὐκ ἀποκρίνεται τέως· ἀναιροῦσι, γάρ φησι, κίνησιν, ὅθεν οὐδὲ φυσικοί. δεῖ γὰρ τὸν μὲν γεωμετρικὸν γεωμετρικῶς ἑλεῖν, ἀλλ' οὐκ ἀριθμητικῶς, καὶ τὸν μουσικὸν μουσικῶς, ἀλλὰ μὴ ὀπτικῶς· ἐν οἷς δὲ δεῖ ἐπεξηγεῖσθαι ῥῆσίν τινα προκειμένην, πειρᾶσθαι καὶ ἠθικὰς ἐπάγειν πίστεις καὶ φυσικὰς καὶ θεολογικάς. οὕτω καὶ Πρόκλος ποιεῖ τὸν Τίμαιον ἐξηγούμενος· ὁ μὲν γὰρ Πορφύριος εἰς τὰ ἠθικὰ μόνα καθήκοντα τὸν λόγον ἐλᾷ, Ἰάμβλιχος δὲ θεολογικῶς μόνον ἐφερμηνεύει τὸ προτεθέν, ἀλλ' ὁ μὲν Πρόκλος παντοδαπὸς ταῖς ἐξηγήσεσι γίνεται. Ἐφ' ᾧ δὲ ταῦτα τὰ πολλὰ συναγήοχα; ὅτι δυνατὸν καὶ ὄντα εἰπεῖν γεγεννηκέναι τὸν πατέρα τὸν υἱόν, καὶ νενικηκέναι. ὁ ἥλιος τὴν ἀκτῖνα γεννᾷ κἀκείνη τὴν λαμπηδόνα· ἆρ' οὖν μὴ οὖσαν γεννᾷ ἢ οὗτος ταύτην ἢ αὕτη ἐκείνην; καὶ τίς τῶν πώποτε ἀκτίνων ἄτερ εἶδε τὸν ἥλιον ἢ τὴν ἀκτῖνα μαρμαρυγῆς; ὁρᾷς ὅτι γεννῶσι καὶ ὄντα γεννῶσιν. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν σωματικῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν [θειο] τέρων. ἡμεῖς μὲν γὰρ οὐκ ὄντες εἶτα δὴ γεγεννήμεθα· εἰ οὖν ἐπὶ τῶν σωματικῶν οὕτως, λείπεται ἐπὶ τῶν ἀσωμάτων ἑτέρως εἶναι· εἰ δὲ ἐπὶ τῶν σωματικῶν μέν, θειοτέρων δέ, αὐτὸ τοῦτο εὑρίσκεται, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀσωμάτων, ἐν οἷς τὰ αἰτιατὰ καὶ πρόεισιν ἀπὸ τῶν αἰτίων καὶ ἐν αὐτοῖς εἰσι καὶ ἐπιστρέφει πρὸς αὐτά. ἆρ' οὖν οὐ δοκεῖ ἐναντίον τὸ εἶναι τῷ ἐπιστρέφειν; ἀλλ' ὅμως καὶ προΐασι καὶ ἐπιστρέφουσι καὶ τοῦ παρ' ἐκείνοις εἶναι οὐκ ἀπολιμπάνον ται, καὶ τὰς ἀποδείξεις ὁ Πρόκλος σαφεῖς δέδωκε. καθολικῷ δὲ λόγῳ οὐκ ἀπὸ τῶν αἰτίων τὰ αἰτιατὰ γίγνονται. εἴ τις οὖν ἔροιτό με· πρὸς θεοῦ, ὦ βέλτιστε, τὰ αἴτια ὄντα γεννῶσι τὰ αἰτιατὰ ἢ οὐκ ὄντα; οὐ φοβηθήσομαι τὸ ἄτοπον, ἀλλ' ἀποκρινοῦμαι ὅτι ὄντα. κἂν ἐκεῖνος «ἐπικαγχάσῃ μάλα σαρδόνιον», αὐτὸς νεμεσήσω καὶ ἀντιμυκτηρίσομαι, ὡς δὲ φιλόσοφος προσβιβάσω αὐτὸν τῷ λόγῳ ὡς ἀληθεῖ, εἰπών· ὦ' γαθέ, τὸ αἴτιον αὐτὸ τοῦτο ὃ λέγεται πρὸς ἄλλο λέγεται, αἰτιατοῦ γὰρ αἴτιον· τὰ δὲ πρὸς ἄλλο λεγόμενα ἄσχιστα ἀπ' ἀλλήλων εἰσίν. εἰ οὖν μὴ ὂν τὸ αἰτιατὸν γεγέννηκε τὸ αἴτιον, ἦν αἴτιον ἄνευ αἰτιατοῦ. ὁρᾷς ὡς αὐτὸς ἀτόπῳ μᾶλλον περιπέ πτωκας ἢ ἐγώ; ἴσθι οὖν ὡς τὸ γεννᾶν τὸ ὂν παρὰ τοῖς θείοις οὐκ ἀπηγό ρευται. Ἐμὰ ἴσως ταῦτα ληρήματα, ὁ δὲ πατὴρ οὐχ οὕτως, ἀλλ' ἑτέρως καὶ ὡς εἴρηκα. οὐ τὸ εἰρημένον τοίνυν παρ' ἐκείνῳ, ἀλλὰ καὶ τὸ σεσιωπη μένον τῆς ἐμῆς περιττολογίας κρεῖττον καθέστηκεν.

Intertext edge

Open linked passage

Note