Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
[οʹ.] Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «ἓν ἔτι μοι λῦσον τῶν αἰνιγμάτων» Οὕτω μέν φησι πρὸς τὸν ἀντίδοξον ὁ πατήρ· σὺ δὲ αἰνίγματα οἴου τὰ τοιουτότροπα τῶν προβλημάτων, ὁποῖα δὴ περὶ τοῦ χρόνου τοῖς παλαιοῖς εἴρηται καὶ τῆς τοῦ «ἐγὼ νῦν ψεύδομαι» προτάσεως, καὶ ὁπόσα ἑκατέρωθεν δοκεῖ ἔχειν τὸ ἄπορον· τοιαῦτα γὰρ ἐχρησμῴδει καὶ ὁ Πυθοῖ χρησμῳδὸς λοξὰ πάντα καὶ ἀσαφῆ, ἀφ' οὗ δὴ καὶ τὴν τοῦ Λοξίου ἔσχε προσωνυμίαν. ὁποῖον δὲ τοῦτο τὸ αἴνιγμα; «σεαυτῷ δέ» φησί «γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον;» ἀλλὰ πρὶν ἢ καὶ τὸ πρόβλημα διασαφῆσαι καὶ τοῦ ἀπόρου διατρανῶσαι τὴν δύναμιν, ἐροῦμεν πρὸς ποῖον δὴ τοῦ ἀντιδοξάζον τος ἀπόρημα τοῦτο ἀντηπορήθη τὸ πρόβλημα. Φημὶ τοίνυν ὡς ἀθετῶν ὁ Ἄρειος ἢ καὶ Εὐνόμιος τὸ συναΐδιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐν σχήματι διαπορήσεως τοιοῦτον προσῆγε πρόβλημα· ὁ υἱὸς ἑαυτῷ γεννωμένῳ παρῆν ἢ οὐ παρῆν; κρημνοὶ γὰρ ἑκατέρωθεν τῷ διλημμάτῳ τούτῳ διερρώγασιν. εἰ μὲν γὰρ ἐροῦμεν ὅτι παρῆν, ὁμοῦ τε πολλαπλασιάζομεν τὴν ἐκείνου ἁπλότητα καὶ παρεισάγομεν εἶναί τε τὸν αὐτὸν ἅμα καὶ γεγεννῆσθαι. εἰ δὲ φῶμεν μὴ παρεῖναι, οὐδὲν μὲν ἧττον καὶ τὸ ἀσύνθετον τούτου νοθεύομεν, ἔτι δὲ μᾶλλον καὶ ἐξ οὐκ ὄντων τοῦτον παράγομεν· ὁ γὰρ μὴ ἑαυτῷ παρὼν γεννωμένῳ οὐδαμῇ ἐστιν οὐδαμοῦ, τὸ δὲ μηδαμῇ μηδαμῶς οὐκ ὄν· ὃ δὲ μὴ ὂν πρὶν ὕστερον γέγονεν ἐξ οὐκ ὄντων τὴν γέννησιν εἴληφεν· ἦν ἄρα ὅτε οὐκ ἦν ὁ υἱός. Πρὸς γοῦν τὴν τοιαύτην διαπόρησιν ἀντερωτῶν ὁ πατὴρ πρὸς τὸν διαπορησάμενον ἀποφαίνεται ὅτι ἄτοπος ἡ ἐρώτησις καὶ οὐκ ἄπορος ἡ ἀπάντησις. ἀμφότεραι γὰρ αἱ προτάσεις ψευδεῖς, καὶ οὐκ ἄτοπον ἀεὶ τὴν ἀντίφασιν παρὰ μέρος ἀληθεύειν καὶ ψεύδεσθαι, ἀλλ' ἔστιν οὗ ἢ συμψεύ δονται αἱ προτάσεις ἢ ἀληθεύουσι, παρ' αἷς καὶ κενολογεῖται τὸ τῆς ἀντιφάσεως ὄνομα· ἀντίφασις γάρ ἐστι κατὰ τὸν φιλόσοφον μάχη ψεύδους καὶ ἀληθείας. διὰ τοῦτο τὸ αἰνίγματι ἐοικὸς τουτὶ πρόβλημα τῷ πατρὶ προσεπλάσθη ἑκατέρωθεν συμψευδόμενον· «σεαυτῷ» γάρ φησι «γεννωμένῳ παρῆς; πάρει δὲ νῦν; ἢ οὐδέτερον;» τὸ γὰρ σόν, φησίν, ἐρώτημα μονονουχὶ λέγων τῇ σῇ προσάπτω γενέσει. ἅμα γὰρ ὁπότε τῶν μητρικῶν ἀπελύου ὠδίνων παρῆς σαυτῷ ἐκεῖθεν ἐξολισθαίνοντι; πάρει δὲ καὶ νῦν ἡβῶντι ἢ γενειάσκοντι; ἢ οὐδέτερον, τουτέστι, μήτε παρῆς γεννωμένῳ μήτε νῦν πάρει ἀνθοῦντι τὸν ἴουλον; σὺ δέ μοι διὰ τοῦ «παρῆς» καὶ «πάρει» ἢ «οὐδέτερον» τὰς τῶν προτάσεων νόει ποιότητας. τὰ μὲν γὰρ πρῶτα ἀντὶ καταφάσεων εἴληπται, τὸ δὲ «οὐδέτερον» ὡς δύο ἀποφάσεις νοούμενον· πρὸς μὲν γὰρ τὸ «παρῆς» τὸ οὐ παρῆς ἀντιθήσεις, πρὸς δὲ τὸ «πάρει» τὸ οὐ πάρει. εἰ μὲν οὖν δυνατόν, μιᾶς ἐλεγχομένης προτάσεως ὡς ψευδοῦς, τὴν ἑτέραν εὑρίσκεσθαι ἀληθῆ, ταὐτὸ δὴ ἀξιώσεις καὶ ἐπὶ τοῦ προβλήματος, ὃ δὴ ὁ ἀντιδοξῶν κατὰ τῆς ἀιδιότητος προτείνει τοῦ υἱοῦ. εἰ δ' ἀμφότερα τὰ μέρη ψευδῆ ἐλεγχθήσεται, τί κωλύει καὶ τὰ τοῦ ἑτέρου προβλήματα ψευδῆ οἴεσθαι; Γυμνάσωμεν δὲ εἰ δοκεῖ ὅπως ἀμφότερα τὰ μέρη τοῦ προβλήματος ψεύδεται. εἰ μὲν γὰρ ἐρεῖς ὅτι καὶ παρῆς σεαυτῷ γεννωμένῳ καὶ πάρει νῦν ὄντι καὶ καλουμένῳ, ἐρωτηθήσῃ πῶς καὶ τότε παρῆς καὶ νῦν πάρει· ὡς ἕτερος ἑτέρῳ ἢ ὡς αὐτὸς ἑαυτῷ; εἰ μὲν τὸ δεύτερον ἐρεῖς, ἄτοπος ἡ ἀπόκρισις· «πῶς» γὰρ «ὁ εἷς ἄμφω γεγόνατε;» εἰ δὲ τὸ πρῶτον, πῶς τὰ δύο ἓν τυγχάνετε; ἀλλ' ἐφ' ἑκατέρου ψευδὴς ἡ κατάφασις, ψεύδεται καὶ τὸ παρεῖναι τότε σεαυτῷ καὶ τὸ νῦν; οἴει γοῦν ἀληθεύειν ἐντεῦθεν τὴν ἀπόφασιν, ὅτι οὔτε παρῆς οὔτε νῦν πάρει, διὰ τὸ εἶναί σε ἁπλοῦν καὶ ἑνιαῖον τὴν φύσιν καὶ μοναδικόν; καὶ πῶς ἁπλοῦς ὁ διαιρούμενος τὴν οὐσίαν καὶ τοῦ σώματος ἢ τῆς ψυχῆς χωριζόμενος; ἐρήσομαι δέ σε καὶ «τὴν αἰτίαν τῆς» τοιαύτης «διαζεύξεως». διὰ τί γὰρ ἡ συναφὴ γέγονεν, εἴ γε ἡ διάζευξις ἐπακολουθεῖν ἔμελλεν; εἰ μὲν γὰρ κακὸν τὸ μὴ καθ' αὑτὰ εἶναι τὰ συνελθόντα, διὰ τί συνελήλυθεν; εἰ δὲ ἀγαθὸν ἡ συνάφεια, διὰ τί γέγονεν ἡ διαίρεσις; Ἀλλὰ τοῦτο μὲν ἔξω τοῦ λόγου, ἐπὶ δὲ τὸ πρῶτον ἄνιμεν, ὡς ἔστιν ἐπ' ἐνίων τῶν προβλημάτων ἀμφοτέρας τὰς προτάσεις συμψεύδεσθαι. εἰ δὲ ἴσως ἐρεῖς, ὅτι «ἀπαιδεύτως» ἠρωτήκαμεν περὶ τοῦ ἑνὸς προβαλλόμενοι, «εἰ πάρεστιν ἑαυτῷ ἢ οὐ» πάρεστιν, ἀντεροῦμεν ὡς «ἀπαιδευτότερον» τὸ σὸν ἐρώτημα καὶ τὸ ὅλως ἐξετάζειν περὶ «τοῦ ἀπ' ἀρχῆς γεγεννημένου εἰ ἦν πρὸ τῆς γεννήσεως ἢ οὐκ ἦν». τὸ γὰρ εἰ ἦν πρότερον ἢ γέγονεν ὕστερον τοῖς ὑπὸ χρόνου μετρουμένοις ἁρμόζει· μέρη γὰρ χρόνου τὸ πρότερον καὶ τὸ ὕστερον· ὧν δὲ ὁ χρόνος οὐκ ἐφικνεῖται (εἴποιμι δὲ ὅτι οὐδὲ αἰών, ὃς δὴ τὴν τριτομερῆ οὐκ οἷδε διάστασιν), τούτοις πῶς τὰ χρόνου προσάψαις τμήματα; ἀλλὰ ταῦτα μὲν κοινὰ πρός τε τὸν Ἄρειον καὶ τὸν Εὐνόμιον· ἐπεὶ δὲ ἅτερος αὐτῶν ἀποκεχώρηκεν ᾐσχυμμένος καὶ ἡττημένος, μόνος δὲ ὑπολέλειπται ὁ Ἀνόμοιος, ἴδωμεν ὅ τι καὶ φήσειεν ἰδιάζων ἐν τῷ καθ' ἑαυτὸν δόγματι. «Οὐ ταὐτόν, φησί, τὸ ἀγέννητον τῷ γεννητῷ», ὥστε οὐδὲ αἱ κατὰ τὰ ὀνόματα οὐσίαι λεγόμεναι· «οὐ ταὐτὸν ἦν ὁ υἱὸς τῷ πατρί», εἴ γε ὁ μὲν γεννητός, ὁ δὲ ἀγέννητος· ὧν γάρ, φησί, τὰ ὀνόματα ἕτερα, τούτων καὶ αἱ φύσεις παρηλλαγμέναι. τοῦτο δὲ περὶ τῶν ὀνομάτων ἀποκληρωτικὸν δόγμα Ἀέτιος παρεισήνεγκεν ὁ Σύρος, ὃς δὴ πρῶτος τὴν τοῦ Ἀνομοίου δόξαν ἐκαινοτόμησεν. ἐλέγχεται δὲ ἀπὸ τῆς Ἀριστοτελικῆς διαιρέσεως· τὰ γὰρ πολυώνυμα πολλοῖς μὲν ὀνόμασι λέγεται, οὐ μὴν πρὸς τὴν τῶν ὀνομάτων διῄρηται ἑτερότητα. ἀλλὰ περὶ τούτων οὐ νῦν ὁ λόγος τῷ πατρί, ἀλλ' αὐτόθεν ἐλέγχει τὴν ἀτοπίαν τῆς δοκούσης ὁμοιώσεως, κατατρέχει δὲ τοῦ λόγου ὡς φανερῶς «ἐκβάλλοντος ἢ τὸν πατέρα ἢ τὸν υἱὸν τῆς θεότητος. εἰ» μὲν «γὰρ τὸ ἀγέννητον οὐσία λεχθείη θεοῦ, τὸ γεννητὸν» ὡς ἀντικείμενον τῷ ἀγεννήτῳ «οὐκ οὐσία», καὶ ἀπελήλαται ὁ υἱὸς τῆς θεότη τος. εἰ δὲ τὸ γεννητὸν δώσομεν οὐσίαν θεοῦ, τὸ ἀγέννητον φήσομεν οὐκ οὐσίαν, καὶ πάλιν ἐκβέβληται ὁ πατήρ. «ἑλοῦ τοίνυν τῶν ἀσεβειῶν ὁποτέραν βούλει, ὦ καινὲ θεολόγε, εἴπερ ἀσεβεῖν πάντως ἐσπούδακας». ἢ γὰρ τὸ ἀγέννητον οὐσίαν ὁμολογήσας θεοῦ, τὸ γεννητὸν ταύτης ἀπέλασον· ἢ τῷ γεννητῷ προσθέμενος, διάγραψαι τὸ ἀγέννητον. οὐ γὰρ διοίσομαι ταύτην ἢ ἐκείνην τῶν ἀσεβειῶν ἑλομένους, ἣν οὐδεὶς τῶν πατέρων ἐκαινοτόμησεν, ἀλλὰ σὺ πρῶτος ἀνέπλασας καὶ καινὸς ἡμῖν θεολόγος κατὰ τοῦτο ἐχρημάτισας. Ἐρωτήσω δέ σε μικρόν· κατὰ τίνα λόγον «οὐ ταὐτὸν λέγεις τὸ ἀγέννητον τῷ γεννητῷ»; ὁμώνυμοι γὰρ αἱ φωναί. ἔστι γὰρ ἀγένητον καὶ τὸ ἄκτιστον, καὶ ἀγέννητον τὸ μὴ γεννηθέν, ὣς δὲ καὶ γεννητὸν τὸ γεννηθὲν καὶ γενητὸν τὸ ἐκτισμένον· ὣς δὲ λέγεται ἀγέννητον καὶ ἡ ἀγεννησία καὶ τὸ μὴ γεγεννημένον, ὣς δ [ὲ] καὶ γεννητὸν ἡ γέννησις καὶ τὸ γεγεννημένον, ὥσπερ δὴ καὶ λευκὸν ἡ λευκότης καὶ τὸ λελευκωμένον. τριῶν οὖν ὄντων τῶν σημαινομένων ὑπό τε τοῦ ἀγεννήτου καὶ τοῦ γεννητοῦ, εἰ μὲν ἐπὶ τοῦ ἀκτίστου καὶ κτιστοῦ θεωρεῖς τὰ ὀνόματα, κἀγώ σοι σύμφημι ὡς οὐ ταὐτὸν τὸ ἀγένητον τῷ γενητῷ, τουτέστι τὸ ἄκτιστον τῷ κτιστῷ· εἰ δὲ ἐπὶ τοῦ γεγεννηκότος καὶ γεγεννημένου, «οὐκ ὀρθῶς» ἀναιρεῖς τὴν ταὐτότητα· «αὕτη» γὰρ «φύσις γεννήματος», ὅμοιον εἶναι ἀπαραλλάκτως «τῷ γεγεννηκότι» τὸ γέννημα. πάλιν, «εἰ μὲν» τὸ ἀγένητον καὶ τὸ γενητὸν ἐπὶ «τῆς ἀγεννησίας» τάττεις «καὶ τῆς γεννήσεως, οὐ ταὐτόν»· εἰ δὲ ἐπὶ τῆς οὐσίας καὶ τῆς φύσεως, ἐν αἷς ἐνθεωροῦνται ἥ τε ἀγεννησία καὶ ἡ γέννησις, «πῶς οὐ ταὐτόν;» ὅρα γὰρ ἑτέρωθεν τὸν λόγον σου ἐλεγχόμενον· «σοφόν» τί φαμεν «καὶ ἄσοφον»· τὰ δὴ τοιαῦτα ὀνόματα «ἀλλήλοις μὲν οὐ ταὐτά» (ποῦ γὰρ ἂν εἴη ταὐτὸν τὸ ἄσοφον τῷ σοφῷ;), «περὶ τὸν αὐτὸν δὲ» θεωροῦνται «ἄνθρωπον, καὶ οὐκ οὐσίας τέμνει, περὶ δὲ οὐσίαν τέμνεται», τουτέστιν οὐχὶ τὸ μὲν ἄσοφον ἄλλην παρεισάγει οὐσίαν, τὸ δὲ σοφὸν ἑτέραν, ὥσπερ τὸ θεὸς καὶ τὸ ἄνθρωπος. ταῦτα μὲν γὰρ οὐσίαν τέμνουσι, τουτέστι φύσεις ἑτέρας διαιροῦσι καὶ παρεισάγουσι, τὸ δὲ σοφὸν καὶ τὸ ἄσοφον αὐτὰ μὲν οὐ τέμνει οὐσίας, περὶ δὲ τὴν αὐτὴν οὐσίαν διαιρεῖται καὶ τέμνεται. Διὰ τί δὲ μόνον τὸ ἀγέννητον «οὐσίαν» λέγεις «θεοῦ», μὴ λέγεις δὲ «καὶ τὸ ἀθάνατον καὶ τὸ ἄκακον καὶ τὸ ἀναλλοίωτον»; καὶ ταῦτα γὰρ κατὰ τὸ αὐτὸ σχῆμα τῆς προφορᾶς ἐπὶ τοῦ θεοῦ λέγεται. εἰ δὲ πρὸς ἅπαντα ἀπηναισχύντηκας, ὥστε καὶ ταῦτα τὰ ὀνόματα οὐσίας ποιεῖν θεοῦ, «πολλαὶ οὐσίαι θεοῦ καὶ οὐ μία». εἰ δὲ ἑνοῖς πάντα, τερατώδη καὶ σύνθετον μυθολογεῖς τὸν θεὸν ἡμῖν· «οὐδὲ γὰρ» δυνατὸν «ἀσυνθέτως ταῦτα» ἑνωθῆναι· αἱ γὰρ τῶν οὐσιῶν ἑνώσεις συνθεταί. «ταῦτα μὲν οὖν οὔ φασι», τουτέστι τὸ ἀθάνατον καὶ τὸ ἄκακον καὶ τὸ ἀναλλοίωτον· οὐ γάρ φασι ταῦτα οὐσίας θεοῦ. διὰ τί; ὅτι καὶ κατ' ἄλλων κατηγορεῖται, κατ' ἀγγέλων φημὶ καὶ νόων καὶ ψυχῶν, τὸ δὲ ἀγέννητον μόνου θεοῦ. «ὃ» τοίνυν «μόνου θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία» θεοῦ. ἀλλὰ πῶς φατε κατὰ μόνου θεοῦ τὸ ἀγέννητον; οὐ γὰρ πεισθείη Ἀριστοτέλης ὑμῖν οὐδὲ Πλάτων οὐδ' ὕστερον ὁ μανεὶς Μάνης. ὁ μὲν γὰρ Ἀριστοτέλης καὶ τῆς ὕλης κατηγορεῖ τὸ ἀγέννητον· ὁ δὲ Πλάτων ἀγεννήτους τὰς ἰδέας φησίν· ὁ δὲ Μάνης δύο παρεισάγει ἀρχάς, τὴν μὲν ἀγαθήν, τὴν δὲ κακήν, καὶ τὴν μὲν φῶς οὖσαν, τὴν δὲ σκότος, καὶ ἀπὸ μὲν τῆς ἀγαθῆς τὰς τῶν ἀγαθῶν ῥυῆναι πηγάς, ἀπὸ δὲ τῆς ἑτέρας τοὺς τῶν κακῶν ὀχετούς. πῶς οὖν τοιούτων ἀνδρῶν καὶ καθ' ἑτέρων κατηγορούντων τὸ ἀγέννητον, κατὰ τούτου μόνου κατηγορεῖσθαί φατε; Ταῦτα δέ φησιν ὁ μέγας, οὐχ ὡς ἀναιρῶν μὴ προσαρμόζεσθαι τῷ πατρὶ τὸ ἀγέννητον, ἀλλ' ὡς διαπαίζων τὰς δόξας αὐτῶν. ἐπεὶ γὰρ ᾤοντο παρὰ πάντων κοινῶς δεδόσθαι τῶν Ἑλλήνων καθ' ἑνὸς μόνου τὸ ἀγέννητον λέγεσθαι, διὰ τοῦτο τὰς δόξας αὐτῶν ἀπηρίθμηκεν. ὑμῖν δὲ τοῦτο ἔστω δῆλον, ὅτι λογικῶς ἐπιχειρῶν ὁ πατὴρ ἐντὸς τῶν τῆς λογικῆς ὅρων ἵσταται, ὀλίγα μὲν φυσιολογῶν, ἐλάχιστα δὲ θεολογῶν· ἐπεὶ γὰρ ἐπὶ τῇ διαλεκτικῇ οἱ τηνικαῦτα ἐκόμπαζον, διαλεκτικῶς τούτοις συμπλέκεται, οἷς μάλιστα ἐθάρρουν κατ' αὐτῶν χρώμενος.