Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1
ο [α] ʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «τίς οὐσία θεοῦ;» Ταῖς λογικαῖς τοῦ μεγάλου πατρὸς λύσεσιν, ἃς δὴ πρὸς τὰς ἐπαγωγὰς τῶν διαπορήσεων ἐποιήσατο, ἐξαπορηθεὶς ὁ ἀντιδοξῶν καὶ θαυμάσας ὥσπερ τὴν τοῦ θεολόγου μεγαλοφυΐαν καὶ τὸ πρὸς τὰ ἄπορα πόριμον, ἐπ' αὐτὸ τὸ μέγα καὶ ἄλυτον κατήντησε διαπόρημα· «τίς» γάρ φησιν «οὐσία θεοῦ;» τὸ δὲ τίς καὶ τὸ τί προσρήματα ὅρων καθέστηκεν, ὥσπερ δὴ καὶ Λογγῖνος ὁ φιλολογώτατος τὸ «τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον» παρὰ τῷ Τιμαίῳ κείμενον, ὅρου, φησίν, ἔχει δύναμιν, εἰ καὶ Πρόκλος ὕστερον ὁ φιλόσοφος τὴν ἐξήγησιν οὐκ ἐδέξατο. ἀλλὰ τὸ μὲν Πλατωνικὸν τουτὶ «τί» ἔστω τέως ἀμφήριστον· ἐνταῦθα δὲ τὸ «τίς οὐσία θεοῦ» ὁρικόν ἐστι καὶ προδήλως εἰς ὅρον ὑπάγει τὸ κρεῖττον· μονονουχὶ γὰρ οὑτωσί πως πρὸς τὸν μέγαν τοῦτον πατέρα ὁ ἀντιδοξῶν φθέγγεται ὅτι· ὦ λῷστε, ὁρῶ σε τὴν φύσιν ὑπερπηδήσαντα καὶ πᾶν μὲν λογικὸν ἅμμα εὐχερῶς διαλύοντα, πᾶσαν δὲ φιλοσοφίαν καὶ θεολογίαν εἰδότα καὶ ὥσπερ ἐξ οὐρανοῦ προσομιλοῦντα ἡμῖν καὶ «ὡς ἡμίθεον ἀναστρεφόμενον ἐν ἡμι όνοις». τάχα γοῦν ἂν εἰδείης καὶ «τίς οὐσία θεοῦ». πρὸς ὃ δὴ διαπόρημα εὐθύτατα ὁ πατὴρ ἀπαντῶν, «τῆς σῆς» φησίν «ἀνοίας τοῦτο λέγειν, ὃς πολυπραγμονεῖς καὶ τὴν γέννησιν». τὸ δὲ «τοῦτο λέγειν» τοῦτο λέγει ἀριδηλότατα, ὅτι τὸ ἐρωτᾶν τίς οὐσία θεοῦ οὐ νοῦ πέφυκε γνώρισμα, τῆς σῆς δὲ ἀνοίας καθέστηκεν ἀποτέλεσμα· οὐ γὰρ τὸ «τοῦτο λέγειν» δηλοῖ τὸ ὁρίζεσθαι, ἀλλὰ τὸ τολμᾶν περὶ τοῦ ὅρου ἐπερωτᾶν. τίς, φησίν, οὐσία θεοῦ; ὢ τῆς ἀνοίας· τὴν δὲ σήν, ὦ τᾶν, ἐπίστασαι; ἀλλὰ τὴν τοῦ μύρμηκος ἢ τὴν τοῦ κώνωπος; ἔπειτα οὐκ αἰσχύνῃ, τῶν «χαμαὶ ἐρχομένων» καὶ σμικροτάτων τὰς φύσεις ἀγνοῶν, περὶ τῆς ἀκροτάτης ἐπερωτᾶν φύσεως καὶ ζητεῖν τίς οὐσία θεοῦ; Ἐγὼ δέ σε ἐγγυτέρω ἐρήσομαι· δύο τῶν ὄντων ἔσχατα θεὸς καὶ ὕλη, ἀλλ' ὁ μὲν κατὰ τὴν ἄνοδον, ἡ δὲ κατὰ τὴν κάθοδον, καὶ μετὰ τὴν ὕλην οὐδέν. τίς οὖν οὐσία ὕλης; πότερον δὲ ὄν ἐστιν αὕτη ἢ τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ ὄν, πῶς ἀνείδεος; γνώρισμα γὰρ τῶν ὄντων τὸ εἶδος. εἰ δὲ οὐκ ὄν, πῶς ὡς ὂν παρὰ τοῖς φιλοσόφοις ὁρίζεται; ἀζώαν γὰρ ταύτην καὶ ἀσώματόν φασι καὶ φάντασμα ὑποστάσεως, καὶ μηδὲν μὲν οὖσαν, πάντα δὲ ὑποκρινομένην, παίγνιον ὑπάρξεως, εἴδωλον καὶ σκιὰν φεύγουσαν ἀεὶ καὶ εἰς τὸ μὴ ὂν ἀνατρέχουσαν. δός μοι τῆς ὕλης τὸν λόγον, καὶ τότε σοι κἀγὼ ἀντιδώσω τῆς θείας οὐσίας τὸν ὁρισμόν. εἰ δὲ τῶν ὄντων τὸ ἔσχατον ἀγνοεῖς, πῶς τὸ πρῶτον ἐπειράθης καταλαβεῖν; ἀλλ' ἐατέον τὴν ὕλην. τίς δὲ λόγος στερήσεως; τὸ δὲ εἶδος ὁποῖον; πῶς δὲ ἐξ ὕλης καὶ εἴδους φύσεων ἀσωμάτων σῶμα συνιστᾷς; πῶς δὲ πρὸς ἄλληλα συνάπτε ται; τίς ὁ λόγος τῆς συναφῆς; κατὰ ποίους λόγους ἁρμονικοὺς συνελήλυθε; λῦσον ταυτὶ τὰ προβλήματα, καὶ τότε πειρῶ τὴν θείαν οὐσίαν καταλαβεῖν. καίτοι γε πολλὰ μετὰ ταῦτα, στοιχειώδη σώματα, ὁμοιομέρειαι, ἀν ομοιομέρειαι, ὀργανικαὶ φύσεις, ἄλογοι παρυποστάσεις, δυνάμεις φυσικαί, ζωτικαί, ψυχικαί, ψυχαί, νοῖ, ἑνάδες, ὧν δὴ πάντων ὑπερανέστηκεν ὁ θεός. εἴ γε ἐπεχείρησας πρὸς οὐρανόν, ὦ λῷστε, πτερύξασθαι (οὐ γὰρ ἀπογνωστέον σοι καὶ τοῦτο), ἆρ' ἂν ἀμέσως τῇ περιφερείᾳ προσήγγισας; οὐκ ἔδει σε πρῶτον τεμεῖν τὸν ἀέρα, εἶθ' οὕτως τῷ παρ' ἡμῖν ἐκπυρώματι προσελθεῖν, εἶτ' ἐναλλάξαι τὰς σφαίρας, καὶ οὕτως τῇ περιωπῇ προσεγ γίσαι; πῶς οὖν οὐκ ἐνταῦθα τὴν τάξιν τετήρηκας, ἀλλ' εὐθὺς περὶ τῆς θείας φύσεως ἐρωτᾷς; Ὡς λίαν ἀνόητος εἶ καὶ ἀμαθὴς τὰ μεγάλα καὶ τῆς σῆς λογικῆς ἐντρε χείας ἀμέτοχος. ὅρον θεοῦ ἐρωτᾷς, εἶτ' οὐκ οἶδας ὡς φύσις ὅρου ὁρίζειν τὸ ὁριζόμενον, τὸ δὲ ὁρίζον· οὐκ ἐπαναβέβηκε τὸ ὁριστόν; τί οὖν ἐντεῦθεν συνάγεται; αὐτὸς καὶ τοῦτο τόλμησον· ὅτι κατώτερος ὁ θεὸς ἑτέρων ὁριζόντων ἐστίν. ἀλλὰ μὴν αὐτὸς ὅρος καὶ περιοχὴ τῶν πάντων, μᾶλλον δέ, εἰ βούλει τὴν ἀκριβῆ θεολογίαν μαθεῖν, οὔτε πᾶν ὁ θεὸς οὔτε ὑπὲρ τὸ πᾶν, οὔτε ὅρος οὔτε περιοχή, οὐ φῶς, οὐ ζωή, οὐ νοῦς, οὐκ ὄν, οὐχ ἕν, ἀλλ' οὐδ' ὑπὲρ τὸ ἕν· τὰ γὰρ τοιαῦτα ὀνόματα ἡμέτερά εἰσι παθήματα καὶ τῆς ἡμετέρας ψυχῆς ὠδῖνες· ἐκῖνο δὲ ἄρρητον καὶ ὑπεράρρητον, καὶ οὐ μόνον ὅ τι ἐστὶν οὐκ ἐπιστάμεθα, ἀλλ' οὐδὲ τὴν τούτου ἀκριβοῦμεν ἄγνοιαν, καὶ γὰρ καὶ τὸ ἄγνωστον αὐτοῦ ἀκατάληπτον. εἶτα σὺ ἐπὶ τούτοις ἐρωτᾷς τίς οὐσία θεοῦ; ἐῶ τὴν ἐμὴν φιλοσοφίαν καὶ ὑψηλήν, ἀπὸ δὲ τῶν σῶν προσδιαλέξομαί σοι. οὐκ ἀκούεις Ἀριστοτέλους λέγοντος ὡς «τῷ ὁμοίῳ τὸ ὅμοιον» καταλαμβάνεται, καὶ ὅτι δεῖ τὸ γινῶσκον πρὸς τὸ γνωστὸν ἔχειν τινὰ ἰδέαν καὶ ὁμοιότητα; καὶ μάλα γε καλῶς φησιν ὁ φιλόσοφος ἄχρι τούτου· «γαίᾳ γὰρ γαῖαν» κατὰ τὸν Ἐμπεδοκλέα «ὀπώπα μεν, ὕδατι δὲ ὕδωρ» καὶ «αἰθέρι αἰθέρα», προσθείην δ' ἂν αὐτός, καὶ ψυχῇ φύσιν ψυχῆς καὶ τῷ ὄντι τὸ ὂν καὶ τὸν νοῦν τῷ νοῒ καὶ φύσει φύσιν καὶ ὕλῃ ὕλην καὶ εἶδος εἴδει καὶ τὸ ἓν τῷ ἑνί. πάντα γὰρ ἐν ἡμῖν ταῦτα, ὕλη, εἶδος, σῶμα, φύσις, ψυχή, νοῦς, ἕν· ἓν γὰρ καὶ ἡμεῖς, ἀλλ' οὐ κυρίως, τῇ γὰρ ἑνώσει ἕνες λεγόμεθα. διὰ τοῦτο καὶ ὕλην ὁρίζομεν καὶ γινώσκομεν καὶ εἶδος, οἵ γε φιλοσοφώτεροι, καὶ σῶμα. καὶ τἆλλα καὶ τὸ ἕν. πάντα γὰρ ὄντες ταῦτα ἕκαστον ἑκάστῳ καταλλήλως προσβάλλοντες ἐπιστάμεθα· ὑπὲρ δὲ τὸ ἓν οὐκ ἐσμέν· πῶς οὖν τὸν θεὸν ὑπὲρ τοῦτο γνωσόμεθα; Ἀλλὰ τί καινὸν εἰ τοιαῦτα προσάγεις ἡμῖν ἐρωτήματα, ὃς δὴ καὶ «γέννησιν» ἀκούων θεοῦ «πολυπραγμονεῖς» περὶ ταύτης καὶ ἀπὸ τῶν κάτω γεννήσεων τὴν ἀκήρατον εἰκάζεις καὶ ἄφθορον; «ἡμῖν δὲ μέγα, κἂν εἴ ποτε καὶ ἐς ὕστερον τοῦτο μάθοιμεν, λυθέντος ἡμῖν τοῦ ζόφου καὶ τῆς παχύτητος, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις». ὅρα τὸν μέγαν τοῦτον πατέρα οἷα ἐν ὀλίγοις φιλοσοφεῖ λέξεσι, καὶ οἵων ἀπορρήτων μυστηρίων θύραν ἡμῖν ὑπανοίγνυσιν· ἐπαγγέλλεται γὰρ εἰς τὸν ἔπειτα βίον τῆς τοῦ θεοῦ γεννήσεως καὶ οὐσίας τὴν εἴδησιν. ἔστι γάρ τις παρ' ἡμῖν ὄψις ἡλιῶσα καὶ μέγας φωστήρ, ἀλλὰ τὸ νέφος ἐπιπροσθοῦν, ἡ τῶν παθημάτων ἀχλύς, οἷά τις «ζόφος», καὶ ἡ «παχύτης» τοῦ σώματος παρεμποδίζει ταῖς ἀκτῖσι καὶ ζοφοῖ τὴν μαρμαρυγήν. τούτων δ' ἀφαιρουμένων αὐγάσει μὲν ὁ παρ' ἡμῖν ἥλιος, γνωσθήσεται δὲ τοῖς ἀξίοις «τῆς δικαιοσύνης ὁ ἥλιος». Τότε καὶ τὴν φύσιν ἐπιγνωσόμεθα τῆς γεννήσεως καὶ τὸν τρόπον τῆς νοερᾶς ἀποτέξεως· τότε καὶ οὐσίαν θεοῦ γνωρίσομεν, καὶ ὕπαρξιν καταλάβοιμεν, καὶ τὴν νοουμένην ἐν τῇ τριάδι ἑνότητα μαθησόμεθα. τοῦτο καὶ θεοῦ βασιλείαν αὐτὸς ὁρίζομαι, πρὸς ἥν με «ἡ τοῦ ἀψευδοῦς» ἄγει «ὑπόσχεσις». Ἀλλὰ μὴ ἐπὶ πλέον ἐπιτεινέσθω ἡμῶν ἡ διάνοια, ἀλλ' ἐνταῦθα τῷ λόγῳ σταίημεν, ἔνθα καὶ τὸ πέρας τῆς ἡμετέρας ζωῆς καταντήσει ποτέ.