Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 57 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
57.1
οβʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων;» Ὁ μέγας πατὴρ τοῦτο προτείνεται, προστιθείς, «τάχα δ' ἂν ἐπ' ἐκεῖνο καταφύγοιεν τελευταῖον»· εἶτα καὶ τὴν ὑποφορὰν τίθησιν, «ὡς, εἰ μὲν οὐ πέπαυται τοῦ γεννᾶν ὁ θεός, ἀτελὴς ἡ γέννησις καί ποτε παύσεται· εἰ πέπαυται δέ, πάντως καὶ ἤρξατο». οὗτος μὲν οὖν καὶ ὁ παρὰ τοῦ ἐχθροῦ λόγος· ἡμεῖς δὲ πρὶν ἢ τὴν ἀντιπρότασιν εἰπεῖν καὶ τὴν ἀνθυποφοράν, τὰ προηγορευμένα συνεξετάσωμεν· «τίς ἔτι λόγος αὐτοῖς» φησί «τῶν ἀφύκτων;» ἡ θεολόγος φωνή. τοῦτο δὲ διττὴν ἔχει τὴν ἔννοιαν, ἢ ὅτι, ἐπειδὴ τὰ δοκοῦντα τέως αὐτοῖς ἄφυκτα παιδαριώδη τοῖς ἀκούουσιν ἔδειξε λύσεις ἐπιδεξάμενα πλείονας, καὶ διὰ τοῦτο οὐ φροντιστέον ἔτι τοῦτο, ἢ ὅτι παραλέλειπταί τι, δοκοῦν αὐτοῖς ἀρέσκον καὶ ἄφυκτον, καὶ δεῖ καὶ τοῦτο προβαλεῖν, ἵν' εἰδῶμεν εἴ τινα ἰσχὺν κέκτηται. «τίς ἔτι λόγος αὐτοῖς τῶν ἀφύκτων;» τουτέστιν, ἵνα κατὰ τὴν δευτέραν ἔννοιαν θεωρήσω τὸν λόγον, ἐπειδὴ λόγους πολλοὺς ἀφύκτους τῷ δοκεῖν προβεβλήκασιν οἱ τῶν αἱρέσεων πρόμαχοι καὶ πάντες λογικῶς τοῖς θεολογικοῖς ἀνετρά πησαν, τίς ἕτερος ἔτι λόγος αὐτοῖς ἄφυκτος καταλέλειπται; ἔστι δὲ ἡ τοιαύτη πρότασις εἰρωνικὴ μετὰ βαρύτητος· οὐ γὰρ δὴ καὶ ἄφυκτα τὰ παρ' ἐκείνων προβληθέντα τῷ πατρί, ἀλλ' ὡς ἂν αὐτὸς οὗτος εἴπῃ, «δε δεσμημένα ἅμμασιν οὐκ ἰσχυροῖς, ἀλλὰ καὶ λίαν σαθροῖς». Τὸ δὲ «τάχ' ἂν ἐπ' ἐκεῖνο καταφύγοιεν τελευταῖον» δύο ταῦτα συμβαίνειν βούλεται· ἢ γὰρ τὸ μάλιστα δυνατώτερον τελευταῖον αὐτοῖς τετηρήκασιν, ἢ τοῖς ὅλοις ἐξαπορούμενοι καταφυγήν τινα ἑαυτοῖς καὶ σκέπην ἐπιζητοῦ σιν. Ὁ δὲ τῆς αἱρέσεως λόγος ἐσχημάτισται μὲν κατὰ διλήμματον, δύναμιν δ' ἔχει τοιαύτην· δύο ταῦτα ὁ ἐναντίος προτείνει τοῖς προϊσταμένοις τῆς ἀληθείας ἡμῖν. ἐρωτᾷ γὰρ οὑτωσί πως· εἰ γεννᾷ τὸν υἱὸν ὁ πατὴρ κατὰ τὰ ἡμέτερα δόγματα, ἢ ἀεὶ γεννᾷ ἢ ἐπαύσατο τοῦ γεννᾶν, ἵνα, εἰ μὲν εἴποιμεν ὅτι ἀεὶ γεννᾷ, ἀντεπενέγκωσιν ὅτι ἀτελὴς ἡ γέννησις, εἰ δὲ ὅτι ἐπαύσατο τοῦ γεννᾶν, ἀνθυποφέρωσιν ὅτι καὶ ἤρξατο. τὸ γὰρ ὁριζόμενον τέλει ὁρίζεται καὶ ἀρχῇ· ὥσπερ γὰρ τὸ ἀγέννητον ἀίδιον, οὕτως τὸ μὴ ἀίδιον γεννητόν. Πρὸς ταύτην τὴν διλήμματον ἐρώτησιν ἀνθυποφέρων ὁ πατήρ, «πάλιν» φησίν «οἱ σωματικοὶ τὰ σωματικά». τοῦτο δὲ τί ἐστιν; ὅτι μηδὲν ὑπὲρ τὸ σῶμα φαντασθῆ [ναι δυ] νάμενοι, τὰ τῶν σωμάτων ἐχόμενα καὶ κατὰ τῶν ἀσωμάτων καταναγκάζουσιν· ὁρῶντες γὰρ ἐπὶ τῶν φυσικῶν ὅτι πᾶσα [κί] νησις ἀτελής, μεταξὺ οὖσα ἀφ' οὗ κεκίνηται καὶ πρὸς ὃ παύσεται, ὥσπερ δὴ καὶ τὸ γεννᾶν κίνησίς τις εἶναι δοκεῖ, τέλος ἔχουσα τὸ γεννῆσαι, πᾶν δὲ τὸ ἀτελὲς ἀτιμάζεται ὡς μὴ τοῦ οἰκείου τέλους τυχόν, οἴονται καὶ ἐπὶ τοῖς ὑπὲρ φύσιν οὖσιν ἀτελεῖς τὰς κινήσεις εἶναι. διὰ ταῦτά φησι· «πάλιν οἱ σωματικοὶ τὰ σωματικά». ἐχρῆν γὰρ αὐτούς, εἰ λογικῶς ἐπιχει ροῖεν, τοῦτο συνδιασκέψασθαι, ὅτι διττοῖς ἐναντίοις ὑποκειμένοις ἐναν τίας καὶ τὰς δυνάμεις ἀποδοτέον. ὑποκείσθω γὰρ ἡμῖν τῷ λόγῳ σῶμα καὶ ἀσώματον, ἐναντία ταῦτα κατὰ τὴν ἀπὸ τῆς οὐσίας διαίρεσιν. εἰ οὖν τὸ σῶμα πολυμερές, ἀμερὲς τὸ ἀσώματον· καὶ εἰ ἀδιάστατον ἐκεῖνο, τοῦτο διέστηκε· καὶ εἰ τὸ σῶμα κέχρωσται, τὸ ἀσώματον ἀχρωμάτιστον. τοῦτο γοῦν καὶ ἐπὶ τῶν κινήσεων καὶ ἐπὶ τῶν γεννήσεων· εἰ ἀτελὲς τὸ γεννᾶν τοῖς σώμασι, τέλειον τοῦτο ἐπὶ τῶν ἀσωμάτων ληπτέον. ἐγὼ δέ, προϊόντος τοῦ λόγου, καὶ ἐπί τινων τῶν σωμάτων τελειωτικὴν δείξω τὴν κίνησιν. Ἴδωμεν δὲ πρῶτον ὅ τι ποτὲ ὁ πατὴρ πρὸς τοὺς ἠρωτηκότας ἐφθέγξατο. «ἐγώ», γάρ φησιν, «εἰ ἀίδιον αὐτῷ τὸ γεννᾶσθαι ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ «πρὸ πάντων βουνῶν γεννᾷ με' ἀκριβῶς ἐπισκέψωμαι». δυοῖν γὰρ ὄντοιν ἐν τῷ προβλήματι τῶν ἠρωτημένων, τοῦ μὲν τὴν λύσιν σοφῶς ὑπερτίθεται, πρὸς δὲ τὸ λοιπὸν ἀπαντήσεται. ἀλλὰ διὰ τί μὴ καὶ τὸ πρῶ τον ὡς καὶ τὸ δεύτερον διελύσατο; ὅτι μὴ φιλοτιμεῖται περὶ τὰς λύσεις τῶν πεύσεων μηδὲ βούλεται τοῖς θείοις θρασέως ἐπιπηδᾶν, ἀλλ' ἐθέλει δοκεῖν εὐλαβὴς ἀμαθὴς ἢ πολυμαθὴς ἰταμός. εἰ μὲν γὰρ ἀεὶ παρὰ τῇ θείᾳ γραφῇ τὸ «γεννᾷ» ἔκειτο, ὑπερηγωνίσατο ἂν τοῦ λόγου καὶ οὐδεμιᾶς ἐφείσατο φιλοσόφου ἐπιχειρήσεως· ἐπεὶ δὲ καὶ τὸ «ἐγέννησε» πολλαχοῦ τῶν ἱερῶν δέλτων ἀναγέγραπται, διὰ τοῦτο εὐλαβεῖται διαιτῶν δύο φωναῖς ἀντιφασκούσαις ἀλλήλαις. «εἰ» γὰρ «ἀίδιον αὐτῷ τὸ γεννᾶσθαι» φησίν «ἢ μή, οὔπω λέγω, ἕως ἂν τὸ «πρὸ πάντων βουνῶν γεννᾷ με» ἀκριβῶς ἐπισκέψωμαι», μονονουχὶ τοῦτο λέγων, ὅτι σὺ μὲν ὁ τῆς αἱρέσεως πρό μαχος, ῥητὰ μιγνύων καὶ ἄρρητα, καὶ ταράσσων πάντα φύρδην καὶ ξυγκυ κῶν, ῥᾳδίως τοῖς λεγομένοις ἐπιπηδᾷς, καὶ ἀνεξετάστως ἀίδιον ἀποφαίνῃ τὴν γέννησιν· ἐγὼ δὲ νῦν τέως οὐδεμιᾷ τίθεμαι τῶν φωνῶν, ἢ ὅτι μόνως γεγέννηκεν ἢ ὅτι μόνως γεννᾷ. ἀκούω γὰρ ἀμφοτέρων τῶν φωνῶν κειμέ νων παρὰ τῇ γραφῇ. «ἐγέννησέ» τε γὰρ ὁ πατὴρ τὸν υἱόν, καὶ ὁ αὐτὸς οὗτός φησι γεννᾶσθαι παρὰ τοῦ πατρὸς πρὸ πάντων βουνῶν. οὐδὲν οὖν σοι περὶ τούτου ἀποφανοῦμαι τὰ νῦν, «ἕως ἂν τὸ «πρὸ πάντων βουνῶν γεν νᾷ με» ἐπισκέψωμαι ἀκριβῶς», ὃ δὴ τῷ Σολομῶντι παροιμιάζοντι εἴρηται. Ἀλλὰ τί ἐπισκέψῃ, θεολογικώτατε, ἢ τί πολυπραγμονήσεις περὶ τῆς λέξεως; αὐτόθεν γὰρ ἡ φωνὴ τοῦ «γεννᾷ με» παρατατική πώς ἐστι καὶ ἐνέστηκεν, ὥστε καὶ ἀίδιος. ἀλλὰ πρὸς τοῦτο, εἴ γε παρῆν, ἀπελογήσατο ἂν μεγαλοφυῶς, ὅτι ἀμφίβολος ἡ φωνή· καθὸ μὲν γὰρ παρατέταται, ἀιδίου δόξαν εἰσάγει, καθὸ δὲ «πρὸ πάντων βουνῶν» λέγεται, περιώρισται τῇ ποιήσει τῶν βουνῶν καὶ τετελείωται. ὁ οὖν ἐντεῦθεν ἀίδιον τὴν γέννη σιν τιθέμενος τὴν τοῦ πεπαροιμιασμένου λόγου ἠγνόησε δύναμιν. σὺ δὲ ὅρα ὅτι τολμηρὸν τέως φαίνεται τῷ πατρὶ καὶ τὸ μόνως λέγειν γεννᾶσθαι καὶ τὸ μόνως γεγεννῆσθαι· ἀμφότερα γὰρ προσαρμόζειν δεῖ τῷ λόγῳ ὑπερφυῶς καὶ ὡς οὐκ ἄν τις ἐπιχειρήσειεν· ἡμεῖς μὲν γὰρ τικτόμενοι οὐ τετέγμεθα, τεχθέντες δὲ οὐ τικτόμεθα, καὶ κινούμενοι μὲν οὐ κεκινήμεθα, κινηθέντες δὲ οὐ κινούμεθα, καὶ ποιοῦντες μὲν οὐκ ἐποιήσαμεν, ποιήσαν τες δὲ οὐ ποιοῦμεν. «ὁ» δὲ «ἐπὶ πάντων θεὸς» καὶ γεννᾷ καὶ γεγέννηκεν, ὣς δὲ καὶ ὁ υἱὸς καὶ ἐγεννήθη καὶ γεννᾶται, καὶ ἀμφοτέραις ταῖς φωναῖς τὰ ἱερὰ κέχρηται λόγια. Ὁ μὲν οὖν μέγας οὗτος πατὴρ πάνυ εὐλαβῶς τῶν θείων ἁπτόμενος οὕτω διαιτᾷ ταῖς φωναῖς· ἡμεῖς δὲ οὐδὲν ἧττον τῆς αὐτῆς εὐλαβείας ἐχόμενοι, ἐπιστομίσωμεν κἀνταῦθα τὸν προήγορον τῆς αἱρέσεως, ἵνα μὴ τὸ μὲν αὐτῷ τῶν ἐρωτημάτων λελυμένον εἴη, τὸ δὲ ὡς ἄπορον ἄλυτον. «εἰ μὴ πέπαυται τοῦ γεννᾶν» φησίν «ὁ θεός, ἀτελὴς ἡ γέννησις». οὔκ, ὦ λῷστε, ἀλλὰ διὰ τοῦτο τελεία, ὅτι μὴ πέπαυται· ἐπεὶ μηδ' ὁ νοῦς πέπαυται τὸν λόγον γεννῶν, καὶ οὐ διὰ τοῦτο ἀτελὴς ἡ τοῦ νοῦ γέννησις, γεννᾷ δὲ καὶ ἡ ζωὴ τὸ ἀείζωον, καὶ οὐκ ἔστιν ὅτε παύσεται τοῦ γεννᾶν, ἵνα μὴ τὸ ἀείζωον κενῶς ᾖ {τὸ} λεγόμενον, ἄζωον ποτὲ καταλειφθέν. καθόλου δὲ τὰ αἴτια οὐδέποτε ἀφίησι τὰ ἐξ αὐτῶν γινόμενα, ἀλλὰ καὶ τὰ αἰτιατὰ καὶ ἐν τοῖς αἰτίοις εἰσὶ καὶ ἀπ' ἐκείνων πρόεισι καὶ πρὸς αὐτὰ ἐπανέρχεται. οὔκουν ἀτελὴς ἡ γέννησις τοῦ υἱοῦ γεννωμένου· τοῦτο γὰρ αὐτὸ βούλεται ὁ πατήρ, γεννᾶν τὸν υἱόν, ἵνα συνημμένον ᾖ τὸ αἴτιον τῷ αἰτιατῷ. Βούλει μαθεῖν ἐφ' ὧν ἐστιν ἡ κίνησις ἀτελής; ἐπὶ τῶν περατουμένων, ἐπὶ τῶν περιοριζομένων, ἐφ' ὧν αὕτη πρὸς τὸ τέλος ἀφορᾷ. οἷόν τί φημι, ἡ ἀπὸ τῶν ἄνω πρὸς τὸ κάτω τῆς βώλου κίνησις ἀτελής, ὅτι δεῖ πρὸς τὸ κέντρον, τὴν γῆν, ταύτην ἀκινητίσαι καταντήσασαν· κἂν εἴ τι κάτωθεν ἄνω κινοῖτο, καὶ τούτῳ ἀτελὴς ἡ κίνησις, δεῖ γὰρ τὸ τοῦ πυρὸς μέρος ἢ τὸ τοῦ ἀέρος εἰς τὰς ἑαυτῶν ὁλότητας ἀποπαύσασθαι. ἔνθα δὲ ἡ κίνησις οὐ πρός τι τέλος ἀποπαύεται, ἀλλ' αὐτὴ μάλιστα τελειοῖ τὸ κινούμενον, οὐκ ἀτελὴς αὕτη ῥηθήσεται. ἀτελὴς ἡ ἐμὴ καὶ σὴ γέννησις, ὅτι δεῖ τὸ κυόμενον τῶν μητρικῶν ἀπορραγῆναι δεσμῶν καὶ τοῦ γεννᾶσθαι παυθῆ ναι· οὐκ ἀτελὴς δὲ ἡ τοῦ θεοῦ λόγου, ὅτι μὴ τέλει τινὶ περιγράφεται. καὶ ἵνα τὰ σὰ τοῖς σοῖς παραθήσομαι, οὐδ' Ἀριστοτέλης ἀξιοῖ τὴν οὐρανίαν περιφορὰν μετὰ τῶν ἀτελῶν κατατάττειν κινήσεων, ἀλλὰ ταῖς μὲν τῶν στοιχείων κινήσεσι τὸ ἀτελὲς δέδωκε, τὴν δὲ οὐρανοῦ κίνησιν τελειωτικὴν μᾶλλον τοῦ ἑαυτῆς σώματος ἀπεφήνατο. διὰ τί; ὅτι τὸν μὲν λίθον κινού μενον δεῖ πρὸς τὴν γῆν καταντῆσαι καὶ τὸν ἐν τοῖς κοίλοις χωρίοις ἀέρα πρὸς τὴν ἰδίαν κουφισθῆναι ὁλότητα· ὁ δ' οὐρανὸς ποῖ σταίη καταπαύσας τὴν κίνησιν; εἰ δ' ἐπ' ἐνίων σωμάτων οὐκ ἀτελεῖς αἱ κινήσεις, ἐπ' αὐτῶν τῶν θείων οὐσιῶν ἐντεῦθεν χαρακτηρίζεις τὸ ἀτελές; ὡς ἄρα σωματικὸς καὶ στοιχειώδης εἶ καὶ μηδὲ τῶν οὐρανῶν ὑπερκύψαι δυνάμενος. Ταῦτα μὲν οὖν ἐγὼ παρεκβατικώτερον εἴρηκα· ὑμῖν δὲ μᾶλλον ἡ τοῦ πατρὸς ἀφωνία τῆς ἐμῆς προτετιμήσθω πολυφωνίας. ἴδωμεν δὲ ὅ τι ποτὲ πρὸς τὸ δεύτερον τῶν ἠπορημένων ὁ σοφὸς ἀπεκρίνατο. τί ποτε δ' ἦν τὸ ἀπόρημα; εἰ πέπαυται, φησί, τοῦ γεννᾶσθαι, «πάντως καὶ ἤρξατο»· εἰ δ' ἤρξατο ἀπό τινος χρονικοῦ σημείου ἢ ῥύσεώς τινος αἰωνίας, ἦν ὅτε οὐ γεγέννηται· εἰ δὲ τοῦτο, οὐκ ἀεὶ υἱὸς ὁ υἱός. ἀλλ' ὅρα ὅπως αὐτὸν τὸν λό γον λογικῶς ἐπιχειρήσας ἐλέγχει διὰ τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς. ἡ δ' ἀντιστροφὴ αὕτη τοιαύτην ἔχει τὴν δύναμιν· ἐν ἑκάστῃ προτάσει τὸ μέν τι ὑπόκειται, τὸ δὲ κατηγορεῖται, καὶ τὸ μὲν προηγεῖται, τὸ δ' ἕπεται. ὑπόκεινται μὲν γὰρ τὰ ὀνόματα, κατηγορεῖται δὲ ὡς ἁπλῶς εἰπεῖν τὰ ῥήματα· καὶ προηγεῖται μὲν τὰ μερικά, ἕπεται δὲ τὰ καθόλου. ὁ γοῦν σὺν ἀντιθέσει ἀντιστρέψαι βουλόμενος τὸ καταφατικῶς εἰρημένον παρά τινος ὁμοῦ τε τὴν κατάφασιν εἰς τὴν ἀπόφασιν μεταμείβει καὶ ταῖς τῶν ὅρων ἀντιστροφαῖς ἐναντίως χρῆται· τοῦ γὰρ προτείναντος ἀπὸ τοῦ ὑποκειμένου προηγουμένως τῆς προτάσεως ἀρξαμένου, ἐκεῖνος ἀπὸ τοῦ ἀντικειμένου τῷ ἑπομένῳ εἰς τὸ ἀντίθετον τοῦ προηγησαμένου κατα λήγει. Ἀχλύι ἀσαφείας ἴσως ὁ λόγος καλύπτεται, ἀλλ' ἡμεῖς αὐτὸν λευκανοῦ μεν τῷ παραδείγματι. εἴρηκέ τις ὅτι ὁ ἄνθρωπος ζῷον· ἐν ταύτῃ τῇ προτάσει ὁ μὲν ἄνθρωπος ὑποκείμενον, τὸ δὲ ζῷον κατηγορούμενον, καὶ προηγούμενον μὲν ὁ ἄνθρωπος, πρῶτος γὰρ λέγεται ἐν τῇ προτάσει, ἑπόμενον δὲ τὸ ζῷον. ὁ οὖν θέλων τὴν τοιαύτην πρότασιν ἀντιστρέψαι σὺν ἀντιθέσει, ὥστε καὶ ταύτην κἀκείνην ἀληθεύειν, οὕτω φησί· τὸ μὴ ζῷον οὐκ ἄνθρωπος. ὁρᾷς ὅπως ἀντέθηκε τῷ μὲν ζῷον τὸ μὴ ζῷον, τῷ δὲ ἄνθρωπος τὸ οὐκ ἄνθρωπος; τῆς πρώτης προτάσεως ἀπὸ τοῦ ὑποκει μένου ἀρξαμένης τοῦ ἄνθρωπος, ἡ δευτέρα ἀπὸ τοῦ κατηγορουμένου ἀφῆκεν ἤτοι ἀπεκίνησεν. Ἡ μὲν οὖν σὺν ἀντιθέσει ἀντιστροφὴ τοιαύτη· ὅρα δὲ ὅπως ταύτῃ ὁ μὲν πατὴρ ἐπὶ τὸν τῆς αἱρέσεως λόγον ἀπεχρήσατο. «εἰ ἦρκται κατ' αὐτούς» φησί «τὸ παυσόμενον, τὸ μὴ παυσόμενον» ἀνάγκη «μὴ ἦρχθαι», μονονουχὶ τοῦτο λέγων, ὅτι μάτην ἐπὶ τῷ λόγῳ τούτῳ βρενθύεσθε, ὡς ἅπαν ὃ παύσεταί ποτε, τοῦτο καὶ ἀρχὴν ἔσχηκεν· εἰ γὰρ ἀληθὴς ἡ πρότασις αὕτη, ἀνταληθεύσει καὶ ἡ σὺν ἀντιθέσει ἀντιστρέφουσα πρὸς αὐτήν. ποία δ' αὕτη; τὸ μὴ ἦρχθαι πάντως τὸ μὴ παυσόμενον. «τί τοίνυν ἀποφανοῦν ται περὶ ψυχῆς ἢ τῆς ἀγγελικῆς φύσεως;» ὅρα ὡς, «εἰ μὲν ἦρκται, καὶ παύσεται· εἰ δ' οὐ παύσεται, δηλονότι κατ' αὐτοὺς οὐδ' ἦρκται· ἀλλὰ μὴν καὶ ἦρκται καὶ οὐ παύσεται, οὐκ ἄρα ἦρκται κατ' αὐτοὺς τὸ παυ σόμενον». Ἡ μὲν οὖν ἀγωγὴ τοῦ λόγου τοιαύτη· ἡμεῖς δὲ μεμαθήκαμεν ἀπὸ τῶν θείων γραφῶν ὅτι τῶν ὄντων ἁπάντων μόνον τὸ θεῖον ἀγέννητον, τὰ δ' ἄλλα ἐκεῖθεν γεγέννηνται. τούτων δὲ τὰ μὲν ἀεὶ μετέχει ὧν μετέσχηκε, τὰ δέ ποτε καὶ ἀμείβεται, οἷον τοῦ θεοῦ ὄντος λεγομένου καὶ ζωῆς καὶ νοῦ καὶ ψυχῆς· ταῦτα γὰρ ἀεί τε ἔστι καὶ ζῇ καὶ νοεῖ, τὰ δὲ ποτέ, ὡς τὰ κατὰ μέρος ὑπὸ διάφορα εἴδη ἄτομα. εἰ οὖν τὸ τοῦ εἶναι ἀρξάμενον, ὡς ἡ ψυχὴ καὶ ὁ νοῦς, οὐ παύσεται τοῦ εἶναί ποτε, οὐδὲ πᾶν τὸ παυσόμενον ἤρξατο, ἵνα σωθῇ ὁ τῆς ἀντιστροφῆς λόγος. ἐγὼ δὲ θαυμάζω τὸν θεῖον τοῦτον ἄνδρα ὅτι, ὃ πολλάκις εἴρηκα, δυνάμενος καὶ ἀπὸ τῶν ἑτέρων τῆς φιλοσοφίας μερῶν ἐπιστομίσασθαι τοὺς ἀντιλέγοντας, φιλοσόφως μὲν ἐπιχειρούντων φιλοσόφως ἀντεπιχειρεῖ, καὶ ἀποδεικτικῶς οἰομένων τοὺς λόγους ποιεῖν ἀνταποδείκνυσι, λογικῶς δὲ ζητούντων λογικὰς τὰς λύσεις ἐπάγει, ἵνα τούτοις αὐτοῖς τοῖς σαθροῖς δυναμούμενοι ἥκουσιν ἀσθε νεῖς ἀποδείξῃ καί, ἵν' οὕτως εἴπω, ἑτοιμοβελεῖς. πόσους γὰρ ἂν ἐνταῦθα, εἴ γε ἐβούλετο, λόγους ἐκίνησεν· ἀλλ' οὐχ ἑαυτῷ τὸ μέ, ἀλλὰ τῷ τοῦ διαλόγου κανόνι ὁρίζεται.

Intertext edge

Open linked passage

Note