Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 58 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
58.1
οδʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «ἔστω δὲ ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ» Φιλοσόφως ἄγαν ὁ μέγας οὗτος πατὴρ τὴν ἀμφίβολον τοῦ Εὐνομίου ἀνασκευάσας ἐρώτησιν καὶ ἑκάτερον τῶν προβεβλημένων ὡς ἄτοπον ἀνελών, ὡς «οὔτε οὐσίας ὁ πατὴρ οὔτ' ἐνεργείας ὄνομα, σχέσεως δὲ καὶ τοῦ πῶς ἔχειν πρὸς τὸν υἱόν», πρὸς ὃν καὶ ὠνόμασται, εἶτα ὥσπερ τις γεννάδας στρατιώτης οἷς εἶχεν ἑλὼν τὸν πολέμιον, αὖθις ἀφίησι, καὶ τὸ ξίφος τῶν χειρῶν ἀπωσάμενος, τῷ ἐκείνου δόρατι ἐπ' αὐτὸν χρῆται, ὥσπερ δήπου ἀναγράφεται πεποιηκὼς ὁ Δαυίδ, «ὁ πυρράκης μετὰ κάλ λους ὀφθαλμῶν», τουτέστιν ὁ πρακτικὸς καὶ θεωρητικός. τὸ μὲν γὰρ πεφοινίχθαι τῆς κατὰ πρᾶξιν συντονίας ἐστὶ σύμβολον ἀψευδέστατον, τὸ δὲ τοὺς ὀφθαλμοὺς ὡραΐσθαι τῆς κατὰ νοῦν θεωρίας τεκμήριον ἐναργέ στατον. οὗτος γάρ, ἐπειδὴ τὸν Γολιὰθ σφενδονήσας καθεῖλε, τὸ ἐκείνου ξίφος ἀνασπάσας τοῦ κουλεοῦ, τούτῳ δὴ τὴν τυραννικὴν ἐκείνην ἀπέτεμε κεφαλήν. Ἀλλὰ ταῦτα μὲν τοῖς σπουδαιοτέροις τῶν λόγων ἐγκρινέσθωσαν· ὅσα δὲ καὶ ἐς ῥητορικὴν ἀναφέροντες εἰπεῖν ἔχομεν, καὶ ταῦτα τῷ λόγῳ προσκείσθωσαν. δύο γὰρ ταῦτα εἰδὼς ὁ θεῖος οὗτος ἀνὴρ ὄργανα τῇ τέχνῃ πρὸς ἀναίρεσιν εὔθηκτα, ἔνστασιν καὶ ἀντιπαράστασιν, πῇ μὲν θατέρῳ, πῇ δ' ἑκατέροις ἀποχρᾶται κατὰ καιρόν, ἑκάτερον δ' ἑκατέρου παρὰ τὰ συμβαίνοντα προτίθησι πράγματα. ὡς δὴ νῦν ἐνστὰς πρῶτον εἶτα ἐπήνεγκε τὴν ἀντιπαράστασιν· τὸ μὲν γὰρ ἀμφότερα ἀναιρεῖν, οἷς ὁ δεινὸς ἐκεῖνος ἀνὴρ τὸν ἀγῶνα μέγα φρονῶν εἰσελήλυθεν, ἐνστάσεως ἄν τις θεῖτο· τὸ δ' ἀμφότερα δέξασθαι καὶ κατὰ τοὺς εὐτέχνους τῶν παλαι στῶν οἷς ἔδοξεν ὑποκατακλίνεσθαι ῥιπτεῖν τὸν ὑπερκείμενον ἀντιπαρά στασις ἐναργής. Τὰς μὲν οὖν θεωρίας, δι' ἃς τοὺς λόγους οἰκονομῶν, ἃ νῦν προτίθησιν, ἐν ἑτέροις δεύτερα τίθησιν, ἐροῦμεν ὁπότε τοὺς λόγους αὐτοῦ θεωροίημεν· νῦν δὲ ἐπ' αὐτὸ τὸ ζητούμενον ἴωμεν. «ἔστω δέ» φησίν «ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ· συνεισάξει τὸν υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς ταύτας ἐννοίας καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν». «ἔστω» φησίν «ὑμῶν χάριν». ὅρα τὸν ἔντεχνον παλαιστήν· ἐπειδὴ γὰρ κατεπάλαισε τὸν ἀντιπλακέντα τούτῳ πρὸς λόγους, ἑκατέρας αὐτοῦ τὰς χεῖρας ἀποφυγών, ἃς δὴ ὑποληπτέον τὰ ἐν τῷ διλημμάτῳ προβλήματα, κατὰ δὲ τὸ μέσον ἑλών, ὅπερ δὴ ἡ σχέσις ἐστίν, ἥνπερ ἐξεῦρε μέσον τῶν ὀνομάτων, καὶ ἄλλην παρ' ἐκεῖνα αὖθις ἀφῆκε, καὶ ταῖς ἐκείνου χερσὶ κατὰ τῆς ἐκείνου ἐχρήσατο κεφαλῆς. «ἔστω» γοῦν φησι «ὑμῶν χάριν καὶ οὐσία τις ὁ πατήρ». οὐ φεύγω, φησίν, ὑμῶν τὰ ὀνόματα· οὐκ ἀντιτίθημι ὅπερ ὑμεῖς ἠγνοήκατε, ἀλλὰ καταχαρίζομαι ὑμῖν τὰ ὑμέτερα. «ἔστω» γοῦν «οὐσίας ὁ πατὴρ ὄνομα· συνάξει» τοίνυν «τὸν υἱόν, οὐκ ἀλλοτριώσει». οὐ γάρ, ἐπειδὴ οὐσίαν τὸ πατρὸς ὄνομα δηλοῖ, παρὰ τοῦτο ἀνούσιος ὁ υἱός, ἐπεὶ μηδ' ἐναντία πατὴρ καὶ υἱός, ὥσπερ λευκὸν καὶ μέλαν, ἵνα, εἰ ἐν τούτῳ εὑρεθείη τὸ οὐσιῶδες, παρ' ἐκείνῳ γνωσθείη τὸ ἀνούσιον, ἀλλὰ τῆς κατὰ σχέσιν ἀντιθέσεως· αὕ [τη] δὴ μᾶλλον ἐν τῷ συνεῖναι οὐσίωται ἢ ἐν τῷ ἀπεῖναι τὰ ἐναντία. Ἀλλὰ ταῦτα μὲν ἐγὼ παραφθέγγομαι, ὁ δὲ πατὴρ οὐχ οὕτως· ἀπὸ γὰρ τῶν κοινῶν ὑπολήψεων πιστῶσαι τὸν λόγον βούλεται· κοινὰς δὲ ὑπολήψεις φησὶν ὁ φιλόσοφος τὰς πᾶσιν ἀνθρώποις γνωστάς, ὡς τὸ ἀγαθὸν εἶναι τὸ θεῖον, καὶ τὸν ἄνθρωπον ζῆν, καὶ τὸν ἰχθῦν νήχεσθαι, καὶ τὸν βοῦν τέμνειν τὴν αὔλακα. ὁ μὲν οὖν Εὐνόμιος ἀπαλλοτριοῦν βουλόμενος τοῦ πατρὸς τὸν υἱόν, καὶ οἰόμενος διαφόρων οὐσιῶν τούτους εἶναι, διότι καὶ τὰ ὀνόματα τούτοις διάφορα, ἄλλην μὲν οὐσίαν τῷ ὀνόματι προσήρμοττε τοῦ πατρός, μᾶλλον δὲ ἐπὶ διαφόρων οὐσιῶν καὶ τὰ διαφέροντα ἐτίθει ὀνόματα, κακῶς ἀκούσας τῶν ἐν φιλοσοφίαις λεγομένων· οὐρανός, γάρ φησι, καὶ γῆ, ταῖς τῶν κλήσεων διαφοραῖς καὶ αἱ οὐσίαι διῄρηνται. κατὰ ταὐτὰ τοίνυν πατὴρ καὶ υἱός· ὧν γὰρ τὰ ὀνόματα διάφορα, τούτων καὶ αἱ οὐσίαι παρηλλαγμέναι. ἀλλ' ὁ πατήρ, ἐπεί, φησίν, ὦ Εὐνόμιε, περὶ τὰ μεγάλα φῶτα τυφλώττεις, ἀνάβλεψον περὶ τὰ βραχύτατα καὶ ταῖς κοιναῖς ὑπολήψεσι πείσθητι, ὅτι πᾶν τὸ γεννώμενον ὁμοούσιόν ἐστι τῷ πατρί· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου καὶ δελφὶς δελφῖνα γεννᾷ, καὶ ἀλλήλοις ἅπαντα ὁμοούσια. ὥσπερ γοῦν ἐπὶ τούτων οὐκ ἠλλοτρίωται τὸ γέννημα τοῦ γεννήσαντος, ἀλλὰ συνῆπται μᾶλλον καὶ συνῳκείωται, οὕτω δή, κἂν οὐσίαν θήσεις δηλοῦν τὸ πατρὸς ὄνομα, συνάξεις καὶ τὸν υἱὸν καὶ οὐσιώσεις, ἐπειδὴ τοῦ οὐσιώδους πατρὸς πέφυκε γέννημα, «κατά» τε «τοίνυν τὰς κοινὰς ὑπολήψεις καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν» συνῆκται τῷ πατρί, οὐκ ἠλλοτρίωται ὁ υἱός. Ἔστι δὲ ἡ τῶν κλήσεων δύναμις οὐκ ἄλλη μέν τις, ὥς τισιν ἔδοξε, παρὰ τὴν κοινὴν ὑπόληψιν· ἐγὼ δὲ πλέον τι ἐνταῦθα κατανοῶ. τὸ γὰρ εἰδέναι δυνάμεις κλήσεων οὐ τῶν κοινῶν ἐστιν ὑπολήψεων, διὰ τοῦτο ἄλλο τι τοῦτο παρὰ τὰς κοινὰς ὑπολήψεις τίθεμαι· οἶμαι γὰρ τὸ μὴ προηγεῖσθαι κατὰ χρόνον τὰ αἴτια τῶν αἰτιατῶν ἐνταῦθα δηλοῦν, ἀλλὰ συνάμα εἶναι τὰ πρός τι. ὡς μὲν γὰρ ἄνθρωπος ἀνθρώπου πρότερος ὁ γεννήσας τοῦ γεννηθέντος, ὡς δὲ πατὴρ καὶ υἱὸς ἅμα ἀμφότεροι. ἀλλ' ἡμεῖς μὲν ἀπὸ τοῦ μὴ πατέρες εἶναι τοῦτο γεγόναμεν ὕστερον, διὰ τοῦτο ὡς μὲν ἄνθρωποι τὸ πρεσβεῖον τῆς γενέσεως ἔχομεν κατὰ τῶν υἱέων, ὡς δὲ πατέρες ὁμο φυεῖς ἐκείνοις ἐσμὲν καὶ ὁμόχρονοι· «ὁ δὲ ἐπὶ πάντων θεός», ἐξ ἀρχῆς ὤν, ἄχρονον εἶχε τὸν υἱὸν καὶ ἀίδιον, ὅθεν κατὰ τὴν τῶν κλήσεων τούτων δύ ναμιν οὐδέποτε ἠλλοτρίωται τοῦ πατρὸς ὁ υἱός, οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὴν συνύπαρξιν. «Ἔστω καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ». ἀλλ' ὑμεῖς μὲν ἴσως ἀπεδέξασθε τὴν συγχώρησιν ὡς αὐτόθεν αἱρήσοντες· ἡμεῖς δὲ καὶ οὕτως ὑμᾶς ἀπο φευξόμεθα. ἀλλὰ πυνθάνεσθε· τί δὲ ἐνήργησεν ἐνέργεια ὢν ὁ πατήρ, ὥσπερ ἡ παρὰ τῷ τέκτονι καὶ τῷ λιθοξόῳ καὶ τῷ ἀνδριαντοποιῷ καὶ τῷ ἑρμογλύφῳ; αὐτὸ τοῦτο, φημί, τὸ ὁμοούσιον· εἰ γὰρ ὁ πατὴρ υἱοῦ πατήρ, καὶ ὁ μὲν αἴτιον, ὁ δὲ αἰτιατόν, ὁμοφυεῖς δὲ ἄμφω καὶ ὁμοούσιοι, «αὐτὸ τοῦτο ἐνήργησεν ὁ πατήρ», τὴν ὁμοουσιότητα, «εἰ καὶ ἄτοπος ἄλλως ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις». ἐπειδὴ γὰρ παρακεκινδυνευμένοις ὀνόμασι καὶ δυσχρήστοις περὶ τὴν θεολογίαν ἐχρήσατο, διατάττεται ἐκ μέρους λυσιτελεῖν τοῖς θεωρήμασι τὰς περὶ τούτων ἐννοίας. Τρία γὰρ ταῦτα δοκεῖ ἐφεξῆς ἀλλήλοις κεῖσθαι, οὐσία καὶ ἐνέργεια καὶ ἐνεργούμε νον. ἔστι δὲ τῆς ἐνεργείας τὸ μὲν σύνδρομον τῇ οὐσίᾳ, τὸ δὲ ὕστερον ἐπικτώμενον· ὧν μὲν οὖν αἱ ἐνέργειαι οὐσιῶν σύνδρομοι, τούτων καὶ τὰ ἐνεργήματα ἀδιαίρετα· ὧν δὲ μετὰ ταῦτα, τούτων καὶ τὰ ἐνεργήματα ὕστερα. οἷον οὐσία μὲν ὁ ἄνθρωπος, ἐνέργεια δὲ τὸ ἀναπνεῖν καὶ τὸ οἰκοδομεῖν· τούτων τὸ μὲν ἀναπνεῖν σύνδρομον, τὸ δὲ οἰκοδομεῖν ὕστερον καὶ ἐπίκτητον. διὰ ταῦτα καὶ τῆς μὲν συνδρόμου τῇ οὐσίᾳ ἐνεργείας σύν δρομον καὶ τὸ ἐνεργούμενον, ὅπερ ἐστὶ τὸ καταψύχεσθαι τὴν καρδίαν τῷ πνεύματι (ὁμοῦ γοῦν τις ἀνέπνευσεν εἰσπνεύσας τὸν ἐκτὸς ἀέρα, καὶ τὸ σομφῶδες σῶμα τοῦ πνεύμονος πλησθὲν εἰλικρινοῦς πνεύματος περιέθαλψε τὴν καρδίαν καὶ καταπεπνῖχθαι οὐκ εἴασε τῇ θερμότητι), τὸ δὲ οἰκοδομεῖν, ἐπειδὴ ὕστερον ἐγεγόνει, διαιρετὸν ἔχει καὶ τὸ ἐνέργημα. διὰ τοῦτο γοῦν φησιν ὁ πατήρ, ὅτι σύμφημί σοι, Εὐνόμιε, ἐνεργείας ὄνομα τὸν πατέρα τιθέντι. «ἐνήργησεν» οὖν «τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις». ἐπ' ἐκείνης μὲν γὰρ τῆς ἐνεργείας ὕστερον τὸ ἐνέργημα· δεῖ γὰρ εἶναι τὴν οἰκοδομικὴν καὶ οὕτως τὸ οἰκοδόμημα, καὶ κεχωρίσθαι ἀλλήλων τόν τε οἰκοδόμον καὶ ὅπερ ᾠκοδομήσατο. ἐφ' ἧς δὲ νῦν θεωροῦμεν ἐνεργείας οὐ τοιοῦτον τὸ ἐνέργημα· οὐδὲ γὰρ ἦν πρὶν ὁ πατήρ, εἶθ' ὕστερον ἀπετέλεσε τὸ ὁμούσιον, οὐδ' ἀποτελέσας ἠλλο τριώθη, ἀλλ' ὁμοῦ τῷ εἶναι τὸν πατέρα τὸ γεγεννῆσθαι τὸν υἱὸν καὶ ἄμφω ὁμοουσίους εἶναι. Ἐγὼ μὲν οὖν ὅσα μοι τὴν μνήμην ὑποτρέχει, ἐν οἷς κινδυνεύω τοὺς αὐτοσχεδίους τούτους λόγους ἀναρριπτεῖν, ταῦτα δὴ ταῖς ὑμετέραις ἀκοαῖς παραδίδωμι· ὑμεῖς δὲ ἴσως κατὰ σχολὴν τὰ χρησιμώτερα τούτων συλ λέγοντες, τοῖς ἡμετέροις ὡς τῶν καιρίων ἐλλείπουσι μάλα φιλοσόφως προσθείητε.

Intertext edge

Open linked passage

Note