Theologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
οεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «οὗτος ὁ νῦν καταφρονούμενος ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν». Ἐπειδὴ ὡς περὶ ψιλοῦ ἀνθρώπου ὁ Εὐνόμιος διελέγετο τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο οὔτε θεοπρεπῶν ῥημάτων ἐφρόντιζεν οὔτε τινὸς αἰδοῦς ἢ σεβάσματος, ὁ πατὴρ μάλα σεμνῶς καὶ ἀστείως ἐπιτωθάζων αὐτῷ, ταυτὶ τὰ ῥήματα ἀντεπήνεγκεν· «οὗτος ὁ νῦν σοι καταφρονούμενος ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν». τοῦτο δὲ ἁπλῶς μὲν οὕτως νοούμενον χαριεντισμός ἐστιν ἄντικρυς, ἐν μέρει δὲ καὶ μωκία τωθαστική. «ἦν» γάρ φησιν «ὅτε καὶ ὑπὲρ σὲ ἦν», τὸν Εὐνόμιον ὁ θεός· ἐφ' ᾧ τίς οὐκ ἂν ἡδέως τοῦ ἀνδρὸς ἐκείνου καταγελάσειεν, οἰομένου μηδὲν αὐτοῦ διαφέρειν τὸν μετὰ σώματος λόγον; ἀλλ' ὁ πατήρ, ὥσπερ συγχωρῶν αὐτοῦ ταῖς παιδαριώδεσιν ὑπολήψεσι καὶ οἷον ἐπικερτομῶν, φησίν· ἀλλ' ὦ Εὐνόμιε, ἔδει γοῦν σε αἰδοῦς τι δεικνύειν πρὸς τὸν σωματωθέντα θεόν, ὅτι πάλαι κρείττων ἦν ἢ κατὰ σέ. οὕτω μὲν οὖν ἡ ἁπλῆ τῆς ἐννοίας προχείρισις δεικνύει τὸν τωθασμόν· εἰ δὲ βούλοιτό τις σπουδάζοντα διηνεκῶς ὁρᾶν τὸν μέγαν τοῦ τον πατέρα, εὑρήσει κἀνταῦθα πολύ τι τοῦ προβεβλημένου σεμνότερον. Ἀλλὰ πρότερόν γε διοριστέον περὶ τῆς τοῦ «ὑπὲρ σὲ» ἀντωνυμίας. εἰ μὲν γὰρ τῷ τοῦ Εὐνομίου προσώπῳ τὸ μέρος τοῦτο τοῦ λόγου συμπερι γράψομεν, τοιαύτην ἔχει τὴν ἔννοιαν, ὅτι ὁ νῦν σοι ληπτὸς ταῖς λογικαῖς ἐφόδοις καὶ τοῖς σοῖς περὶ τὸ θεῖον πονηροῖς σπουδάσμασιν, ὡς αὐτὸς οἴει, ἦν ὅτε ὑπὲρ σὲ ἦν, τουτέστι κρείττων τῆς σῆς σοφίας καὶ ὑψηλότητος ἢ ὥστε φυσιολογεῖσθαι παρὰ σοῦ. μετὰ γὰρ τὸ προσλαβεῖν τὸν ἄνθρωπον ταυτί σοι τὰ πολλὰ φλυαρεῖται, ὅτι κατὰ σχέσιν καὶ οὐ καθ' ἕνωσιν οὐσιώδη ἡ πρὸς τὸν ἄνθρωπον συνάφεια τοῦ θεοῦ, ὁπότε δὲ ἁπλοῦς ἦν καὶ ἀσώματος τῶν τοιούτων δογμάτων ὑπέρτερος ἦν. ἔδει γοῦν σε, διότι καὶ πάλαι τὴν σὴν ὑπεραναβέβηκε φύσιν, αὖθις αὐτῷ τηρῆσαι τὸ ὑπερφυὲς καὶ μὴ κατασμικρῦναι διὰ τὴν τοῦ σώματος πρόσληψιν. εἰ μὲν οὖν, ὅπερ εἰρήκαμεν, τὴν ἀντωνυμίαν περικλείσεις εἰς τὸν Εὐνόμιον, τοιαύτην ἐν τεῦθεν κομίσῃ τὴν ἔννοιαν. εἰ δὲ πρὸς τὴν πᾶσαν φύσιν διὰ τοῦ μερικοῦ προσώπου ὁ λόγος χωρεῖ, ἑτέραν εὑρήσεις διάνοιαν, ὅτι ὁ νῦν κατ' οὐσίαν ὅμοιος ἡμῖν γενόμενος λόγος ἦν ὅτε ὑπὲρ ἡμᾶς ἦν. οὐ γὰρ κάτωθεν αὐτῷ ἡ ὕπαρξις μετὰ τοῦ σώματος ἐσχεδίασται, ἵνα μηδὲν πλέον ἔχῃ ἡμῶν, ἀλλ' ὑπάρχων σὺν τῷ πατρί, ὕστερον τὸ ἡμέτερον ἐμορφώσατο, καὶ μηδέν τι τῆς ὑπερφυοῦς αὐτῷ ἐλαττώσας φύσεως, διὰ τῆς ἀρρήτου πρὸς ἡμᾶς ἑνώσεως ἑαυτῷ τὴν προσληφθεῖσαν φύσιν ἐθέωσεν. «ὃ μὲν» γὰρ «ἦν» φησί «διέμεινεν, ὃ δὲ οὐκ ἦν προσέλαβεν». ἦν ἀθάνατος, ἀναλλοίωτος, ἄτρεπτος, ἀίδιος, ἄναρχος, ταῦτα διέμεινε καὶ γενόμενος ἄνθρωπος· οὐκ ἦν διαστα τός, μεριστός, ὑπὸ χρόνον, καὶ ὅσα τοῦ σώματος, ταῦτα γέγονεν ἐμὲ προσλαβόμενος. «Ἐν ἀρχῇ» φησίν «ἦν ἀναιτίως· τίς γὰρ αἰτία θεοῦ;» πῶς τοῦτο φῄς, ὦ θεολόγων ἀκρότης καὶ φιλοσόφων ὁ τελεώτατος; ἀναίτιος ὁ υἱός; καὶ πῶς ἀναχθήσεται πρὸς τὸν πατέρα, ὃς δὴ αἴτιος αὐτῷ τῆς γεννήσεως, ὅπερ δὴ καὶ αὐτὸς ἐν πολλοῖς λόγοις φιλοσοφεῖς, ἄναρχον μὲν διδοὺς τὸν πατέρα, οὐκ ἄναρχον δὲ τὸν υἱόν, ὅτι ἀρχὴν τὸν φύσαντα ἔσχηκε; πῶς οὖν ἐν ἀρχῇ ἦν ἀναιτίως; ἀλλὰ καὶ ἐπηρώτησεν, ὡς μὴ ἔχων ἀπόκρισιν, «τίς γὰρ αἰτία θεοῦ»· ἐγὼ δὲ θαρρούντως εἴποιμι ἄν σοι ὅτι ὁ πατήρ. σὺ μὲν οὖν θεολογικώτατα ἂν ἀπεκρίθης τοῖς ἐρωτήσασιν· ἐγὼ δέ, ὅπερ παρὰ τῆς σῆς ὑψηγορίας προσείληφα, τοῦτο δὴ καὶ ἀποκρινοῦμαι, ὅτι τὸ «ἀναιτίως» ἐνταῦθα τὸν τρόπον ἢ τὸν λόγον δηλοῖ, καθ' ὃν ἄν τις οἰηθῇ γεγεννῆσθαι τὸν υἱὸν παρὰ τοῦ πατρός. οὔτε γὰρ ἀναίτιος ὁ υἱός, ὅτι πρὸς τὸν πατέρα ὡς αἰτίαν τῆς γεννήσεως ἀναφέρεται, καὶ ἀναιτίως δὲ γεγέννηται, ὅτι μή τις εὑρίσκοιτο λόγος δι' ὃν αὐτὸν ἐγέννησεν ἢ γεννᾷ ὁ πα τήρ. ἐν οἷς μὲν οὖν ὑπὲρ αἰτίαν φαμὲν τὸν υἱόν, τὸν λόγον παραδείκνυμεν τῆς γεννήσεως ὡς οὐκ ὄντα, ἐν οἷς δὲ ὑπ' αἰτίαν τίθεμεν, τὸν πατέρα ἐπισημαινόμεθα. ὁ γὰρ λόγος καθ' ὃν γίνεταί τι τοῦ γινομένου πρεσβύ τερος, τοῦ δὲ λόγου τίς λόγος ἀνώτερος; εἰ γὰρ εὑρίσκοιτο, ὃ μηδεὶς ἂν μανείη, τρίτος ἀπὸ τοῦ πατρὸς ὁ υἱός, τοῦ λόγου μεσάζοντος. ἀναιτίως μὲν οὖν κατὰ τὴν ἄνω γεγέννητο γέννησιν, τῆς δὲ μετὰ σώματος γεννή σεως πρεσβύτερος λόγος ἐστί· ποῖος; «τὸ σέ» φημι «σωθῆναι τὸν ὑβρι στήν». κἀνταῦθα γὰρ πάλιν ἡ ἀντωνυμία τὴν φύσιν συμπεριείληφεν· ὑβρίσαμεν γὰρ ἄντικρυς κορεσθέντες τῶν ἀγαθῶν καὶ κατὰ τὸν ἀγνώμονα Ἰσραὴλ «παχυνθέντες» καὶ «λιπανθέντες ἀπελακτίσαμεν» καὶ γεγόναμεν τοῦ πλάσαντος ὑβρισταί, «τοῦ ὀνόματος» ἐκείνου «δι' ἡμᾶς δυσφημουμένου τοῖς ἔθνεσιν». ἵν' οὖν μὴ εἰς τέλος ὑβρίζοιμεν μηδὲ στόμασιν ἀχαλινώτοις ὥσπερ ἵπποι ἀκάθεκτοι τραποίμεθα ὅπῃ δὴ καὶ βουλόμεθα, τὴν φύσιν ἡμῶν ἑαυτῷ προσηνέγκατο καὶ γέγονε δι' ἡμᾶς ἄνθρωπος ὁ τῆς ἡμετέρας φύσεως δημιουργός. τοῦτο γοῦν τὸ σεσῶσθαι ἡμᾶς αἰτία πρεσβυτέρα τοῦ σεσωματῶσθαι τὸν κύριον. «Ὅς» φησί «διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτη «. καὶ τοῦτο θαυμαστικὸν καὶ βαρύτητος γέμον ἄντικρυς, οὐχ ἧττον δὲ καὶ ἐνδιάθετον, ἐγκαρδίου γὰρ πάθους δηλωετικὸν καὶ προφανὴς ἀγανάκτησις· ἐλαύνεται δὲ μάλιστα πρὸς τὴν ἀληθινὴν ἰδέαν ἀπροσδοκήτως ἐπενεχθέν. ἔστι δὲ καὶ κατ' ἐνίους τῶν τεχνογράφων ἐν παραγραφικῇ μοίρᾳ· τοῦτο δὲ γίνεται ὅταν τις ἐφ' οἷς προσεδόκει στε φάνων ἀξιωθήσεσθαι, τοὐναντίον ὑπ' εὐθύνην καὶ ἐπιτίμησιν ἄγοιτο, ὡς ὁ στρατηγὸς τοῖς παισὶ κατασκόποις χρησάμενος καὶ διὰ τοῦτο τυραν νίδος κρινόμενος. τοιοῦτον γοῦν καὶ τὸ ἐνταῦθα εἰρημένον, ὡς ἔδει γοῦν μᾶλλον ὑμνεῖσθαι τὸν θεόν, διότι σου τὴν παχύτητα κατεδέξατο· σὺ δὲ καὶ μᾶλλον ἀφορμὴν τοῦτο ὕβρεως εὕρηκας, ὥσπερ φρενίτης ἄρρωστος τὸν θεραπευτὴν καταιτιώμενος ἢ καὶ μαστίζων, ὅτι χειρίζεται τὰς πλη γὰς καὶ τοῖς δακτύλοις πιέζει τὸ ἐξοιδοῦν καὶ τὸ νοσοποιοῦν πόρρω τίθησιν αἴτιον. Τὸ δὲ «περιφρονεῖς» διττὴν ἔχον τὴν σημασίαν· κεῖται γὰρ ἐπί τε τῆς ἀθετήσεως καὶ τῆς ἀμυδρᾶς τοῦ νοουμένου φαντασίας καὶ περιδράξεως, ταὐτὸ δηλοῦν τῷ περινοεῖν, ὥς που καὶ ὁ κωμικὸς ἐπὶ τῶν Νεφελῶν ἐχρήσατο τῷ ὀνόματι· «περιφρονεῖ» γάρ φησι «τὸν ἥλιον», ἀντὶ τοῦ λεπτῶς καὶ ἀμυδρῶς νοεῖ. οὐδὲν οὖν ἄτοπον κἀνταῦθα ἐπὶ τῆς τοιαύτης σημασίας τὴν περιφρόνησιν ἐννοῆσαι, ὡς, δέον θαυμάσαι τὸν πλοῦτον τῆς τοῦ θεοῦ ἀγαθότητος, ὅτι «κλίνας οὐρανοὺς καταβέβηκε» δι' ἡμᾶς, καὶ μέχρι τοῦ θαύματος στῆναι καὶ τῆς ἐκπλήξεως, σὺ δ' ὥσπερ τινὰ ὕφεσιν πεποιηκότος τοῦ σώματος ὡσανεὶ περιφρονεῖν ἄρχῃ ἐντεῦθεν τὴν τούτου θεότητα καὶ εἰκασίαν τινὰ λαμβάνειν λεπτήν, ὥσπερ οἱ ὀφθαλμιῶντες, ἔπειτα καθ' ὑδά των ὁρῶντες τὸν ἥλιον. «Διὰ τοῦτο» φησί «περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατ εδέξατο, διὰ μέσου νοὸς ὁμιλήσας σαρκί, καὶ γενόμενος ἄνθρωπος ὁ κάτω θεός, ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνική σαντος, ἵνα γένωμαι τοσοῦτον θεὸς ὅσον ἐκεῖνος ἄνθρωπος». ὡμίλησε γὰρ ἡμῖν ὁ θεὸς πῇ μὲν ἀμέσως, πῇ δὲ διὰ μέσου τινός. εἰ μὲν γὰρ τὸ ἡμῖν ἐφ' ὅλης ἡμῶν λήψῃ τῆς ὑποστάσεως, σώματός φημι καὶ ψυχῆς, ἀμέσως ὡμίλησεν· εἰ δὲ ἐπὶ μόνου τοῦ σώματος, διὰ μέσης ψυχῆς ἢ νοῦ. τοῦτο δὲ τὸ δόγμα Ἑλλήνων παῖδες πρῶτοι ἐφευρήκασι, γενικῶς αὐτῷ ἐπὶ πά σης συναφῆς τῶν ἑτεροφυῶν προσχρώμενοι, οὐκ ἐπὶ σωμάτων μόνον καὶ ἀσωμάτων, ἀλλὰ καὶ ἐπὶ σωμάτων μόνων καὶ ἐπὶ ἀσωμάτων ἁπλῶς. οἷόν τί φημι, συνῆφθαί φαμεν τὰ στοιχεῖα τοῦ κόσμου πρὸς ἄλληλα· σωματικὰ δὲ πάντα, ἐπεὶ καὶ διαστατά, ἀλλὰ τὸ μὲν πῦρ θερμὸν καὶ ξη ρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, ἐναντίαι δ' αὗται ποιότητες, τὰ δ' ἐναντία τοῖς ἐναντίοις ἄμικτα. πῶς οὖν, τῶν ἐν τοῖς στοιχείοις ποιοτή των ἐναντιουμένων, ἡ πρὸς ἄλληλα τούτων μίξις ἐγένετο; διὰ τοῦτο μέσον αὐτοῖν τὸν ἀέρα τιθέασι, θερμὸν τυγχάνοντα καὶ ὑγρόν, καὶ τῇ μὲν ὑγρότητι τὸ ὕδωρ οἰκειούμενον, τῇ δὲ θερμότητι τῷ πυρὶ συγκεραννύμε νον, καὶ οὕτως διὰ μέσου τούτων ἡ τῶν διεστώτων συνάφεια γίνεται. Οὕτω μὲν οὖν ἐπὶ τῶν σωμάτων ἡ μεσότης εὑρίσκεται· ἀλλὰ καὶ ἐπὶ τῶν ἀσωμάτων. καὶ ἵνα τοὺς Ἑλλήνων παρῶμεν λόγους (μὴ γὰρ δὴ δεη θείη τούτων ἡ ἐκκλησία εἰς σύστασιν τῶν οἰκείων δογμάτων), ἐκ τῶν Διονυσίῳ τῷ πάνυ θεολογουμένων τὰς πίστεις ληψόμεθα. τὰς γὰρ τῶν ἀσωμάτων τάξεις διελόμενος ὁ μέγας οὗτος ἀνὴρ ἀπὸ τῶν σεραφὶμ ἄχρι τῆς ἀγγελικῆς ὑποστάσεως, τοὺς μὲν περὶ θεὸν ἀεὶ τίθεται εἶναι, τὰς δὲ καὶ ἡμῖν ὁμιλεῖν, καταπεμπομένας παρὰ θεοῦ «διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν». ἀλλ' οἱ μὲν σεραφὶμ ἀμέσως παρὰ θεοῦ τὰς ἐλλάμψεις δέχονται, ἄγγελοι δὲ προσεχῶς μὲν παρὰ τῶν ἀρχαγγέλων, ὑπερκειμένως δὲ παρὰ τῶν σεραφίμ, καὶ ἔτι πορρωτάτω παρὰ τοῦ θεοῦ, καὶ οὕτως τὰ διεστῶτα συνάπτεται τῇ πρὸς ἄμφω τοῦ μεσιτεύοντος οἰκειότητι. εἰ δὲ ἐπὶ σωμάτων μόνων καὶ ἀσωμάτων ἁπλῶς μεσότητες, πόσῳ γε μᾶλλον ἐπὶ συναφῆς σωμάτων καὶ ἀσωμάτων. διὰ ταῦτα καὶ ὁ πρῶτος λόγος, ὁ ἁπλοῦς, ὁ ἀσύνθετος, οὐκ ἀμέσως τῷ παχεῖ ἡμῶν ὡμίλησε σώματι (πῶς γὰρ ἂν συναφθείη τὰ πάντῃ διεστηκότα;), ἀλλ' ἐπειδὴ ὁ ἡμέτερος νοῦς μέσος ἐστὶ σώματος καὶ θεοῦ, τοῦ μὲν λεπτότερος, ἐκείνου δὲ πῶς ἂν παχύτερος εἴποιμι συγκριτικῶς, ὁ τὸ ἡμέτερον προσλαβόμενος διὰ μέσου τοῦ νοῦ τὴν ἡμετέραν σάρκα προσείληφεν, οὕτως «ὁμιλήσας» ἡμῖν, «καὶ γενόμενος ἄνθρωπος ὁ κάτω θεός, ἐπειδὴ συνανεκράθη θεῷ». τοῦτο δὲ τῶν λίαν ἀπορουμένων ἐστὶ καὶ σχεδὸν ἀλύτων· ὅθεν τινὲς τὸ ῥητὸν μὴ νοήσαντες ὑποστίζουσιν εἰς τὸ κάτω καὶ ἀναγινώσκουσιν οὕτως· «καὶ γενόμενος ἄνθρωπος ὁ κάτω, θεός», ὡς ὄντος καὶ ἄνω ἀνθρώπου ἑτέρου. τοῦτο δὲ πολλοῖς λόγοις ἐλέγχεται. εἰ μὲν γὰρ περὶ τοῦ κοινοῦ ἀνθρώπου, σοῦ φημι καὶ ἐμοῦ, ὁ λόγος αὐτοῖς, ἀλλ' οὐ περὶ τούτου ἡ θεολόγος φωνὴ διέξεισιν· εἰ δὲ περὶ τοῦ κυριακοῦ σώματος, ἀλλ' οὐκ ἦν ὅτε οὐκ ἦν τοῦτο θεός· ὅθεν πῶς ἐγένετο ὅπερ ἦν; Ἀλλ' ἐατέον νῦν τοὺς πολλοὺς ἐλέγχους καὶ λυτέον αὐτὸ τὸ θεώρημα ὅπως ἔχει. ὁμιλήσας γὰρ ἡμῖν ὁ θεὸς γέγονεν ἄνθρωπος, μᾶλλον δὲ ἐπ' αὐτῆς τῆς θεολογικῆς λέξεως τὴν ἔννοιαν σαφηνίσωμεν, «διὰ μέσου νοὸς ὁμιλήσας σαρκί»· καί, ἐπειδὴ οὐδὲν ἕτερόν ἐστιν ὁ ἄνθρωπος εἰ μὴ νοῦς καὶ σάρξ, ἐπήγαγε «καὶ γενόμενος ἄνθρωπος». εἶτα, ἐπειδὴ οὗτος ὁ προσληφθεὶς ἄνθρωπος ἅμα τῇ προσλήψει θεὸς ἐγένετο τέλειος, οὐκ ἄνω, ἀλλὰ κάτω τὸ τῆς θεότητος ἐσχηκὼς ὄνομα, ἵνα μή, ἀκούσαντες τὸ ἄνθρωπος, οἰηθῶμεν ψιλὸν αὐτὸν εἶναι καὶ μηδὲν ἔχοντα πλέον ἡμῶν, ἐπήνεγκεν «ὁ κάτω θεός»· κάτω γὰρ θεὸς ὃν προσείληφεν ἄνθρωπον ὁ ἀπ' ἀρχῆς θεός. εἶτα, ἵνα μή τις εἴπῃ· καὶ πῶς ἔχει λόγον τὸν ἄνθρωπον γενέσθαι θεόν; ἐπήγαγεν «ἐπειδὴ συνανεκράθη θεῷ». ὅθεν οὐδὲ διῃρημέ νως ὀφείλομεν ἀναγινώσκειν, ἀλλὰ συνημμένως «ὁ κάτω θεός, ἐπειδὴ συνανεκράθη θεῷ». ἵνα μὴ δὲ ὁ λόγος δύο θεοὺς ἡμῖν σχεδιάσῃ καὶ διὰ τοῦτο δύο ὑποστάσεις δοξάσωμεν, ἐπήγαγε «καὶ γέγονεν εἷς»· οὐ γὰρ ἐπειδὴ θεὸς ὁ προσλαβόμενος καὶ θεὸς αὖθις τὸ πρόσλημμα, δύο παρὰ τοῦτο θεοὶ καὶ δύο ὑποστάσεις, ἀλλ' ἡ μία τοῦ λόγου ὑπόστασις ἑαυτῇ καὶ τὴν ἀνθρωπότητα ὑπεστήσατο καὶ γέγονεν ἐξ ἀμφοῖν εἷς θεός. εἶτα, ἵνα μή τις εἴποι· καὶ πῶς οὐ γέγονεν εἷς ἄνθρωπος; ἐπήγαγε «τοῦ κρείττονος ἐκνικήσαντος»· δύο γὰρ ὡσανεὶ μαχομένων, θεότητος καὶ ἀνθρωπότητος, τῆς μὲν ὅπως ἂν ἐξανθρωπίσῃ τὸν θεόν, τῆς δὲ ὅπως θεώσῃ τὸν ἄνθρωπον, ἐνίκησεν ὡς εἰκὸς τὸ κρεῖττον, καὶ γέγονεν εἷς θεός. «Ἵνα γένωμαι τοσοῦτον θεὸς ὅσον ἐκεῖνος ἄνθρωπος». τούτου δὲ ἐν ἑτέροις μὲν λόγοις ἑτέραν ἑρμηνείαν ἐκδεδώκαμεν, ἔνθα, εἴ γε μέμνησθε, «τοσοῦτον διὰ σὲ ἄνθρωπος ὅσον σὺ δι' ἐκεῖνον γίνῃ θεὸς» ἐξητάζο μεν· ἐνταῦθα δὲ ὡς ἑτέρως αὐτὸ ἀποδώσομεν. τὸ «γίνομαι» ἐπὶ τούτων τῶν ῥητῶν οὐ τὸν καθ' ἕνα δηλοῖ ἄνθρωπον, ἐπεὶ μηδὲ δυνατὸν ἄνθρωπόν τινα δυνηθῆναι γενέσθαι τοσοῦτον θεὸν ὅσον ὁ θεὸς ἄνθρωπος ἐγένετο δι' ἡμᾶς· ὁ μὲν γὰρ φύσει καὶ οὐσίᾳ κατὰ πάντα ἄνθρωπος γέγονεν, ἄν θρωπος δέ, κἂν εἰς αὐτὸ τῆς ἀρετῆς φθάσῃ τὸ ἀκρότατον, θέσει μόνῃ χρηματίζει θεός. ὅθεν καὶ θαυμάζω ὅπως ποτὲ Μάξιμος ὁ φιλόσοφος τοῦτον τὸν λόγον ἐρωτηθείς, ἀπεριμερίμνως πρὸς τὸν εἰρηκότα ἀπεκρί νατο, αὐτὸ τοῦτο φήσας, ὅπερ ἡμεῖς νῦν εὐθύναντες ἐξηλέγξαμεν. Τίς οὖν ὁ ἐμὸς λόγος; εἰρηκὼς ὁ πατὴρ ὅτι «γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος», ᾠήθη ὑπολαβεῖν τοὺς πολλοὺς καταδεδαπανῆσθαι τὸν ἄνθρωπον τῷ πυρὶ τῆς θεότητος. εἰ γὰρ γέγονεν εἷς καὶ οὗτος θεὸς διὰ τὸ τοῦ κρείττονος ἐκνίκημα, ὁ ἄνθρωπος ποῦ; τοῦτο γοῦν αὐτὸ τὸ ὑπο τρέχον διορθούμενός φησιν· «ἵνα γένωμαι τοσοῦτον θεός», οὐ περὶ ἑαυτοῦ τὸ «ἵνα γένωμαι» λέγων, ἀλλὰ τοῦ προσλήμματος· συγκεφαλαίωσις γὰρ ἐκεῖνο τῆς ἡμετέρας φύσεως καὶ οὐδὲν παρ' ἡμᾶς. διὰ τοῦτο γοῦν γέγονεν εἷς ὁ θεός, τοῦ κρείττονος τὸ χεῖρον νικήσαντος, ἵνα, ὅσον ὁ θεὸς ἄνθρωπος γέγονε, τοσοῦτον ὁ ἄνθρωπος θεὸς γένηται. ἴσος γὰρ ὁ τρόπος τῆς ἀντι δόσεως· εἰ γὰρ ὁ θεὸς ἄνθρωπος τέλειος μὴ φαντάσας τὴν σάρκα, καὶ ὁ ἄνθρωπος ὁ προσληφθεὶς θεὸς τέλειος, ἀλλ' οὔτε ὁ θεὸς ἄνθρωπος γενό μενος τέλειος μετηλλάγη τὴν φύσιν τῆς οἰκείας θεότητος, ἀλλ' ἔμεινεν ὅπερ ἦν γενόμενος ὅπερ οὐκ ἦν, οὔτε ὁ προσληφθεὶς ἄνθρωπος θεὸς γενό μενος τέλειος τῆς οἰκείας οὐσίας ἐστέρηται, ἀλλὰ κἀκεῖνος ἔμεινεν ὅπερ ἦν, ἄνθρωπος, γενόμενος ὅπερ οὐκ ἦν, θεός, καὶ γέγονε τῶν φύσεων ἀντι παραχώρησις ἄρρητος. καὶ μάρτυς τῷ λόγῳ ὁ τῆς Νύσσης φωστὴρ Γρηγόριος· περὶ γὰρ τοῦ κυριακοῦ σώματος λέγων ἐπάγει ταυτί· σῶμα τὸ τριχῇ διαστατὸν ἐν περιγραφῇ πέφυκεν, εἰ καὶ τῇ πρὸς τὸ θεῖον ἑνώσει τὸ ὑπερφυὲς κατεπλούτησε, τῆς φυσικῆς ἀπολέσαν μηδὲν ἰδιότητος. τοῦτο δὲ ὁ τῆς Κρήτης Ἀνδρέας κεκλοφὼς ὡς οἰκεῖον ἐν τῷ περὶ Λαζάρου λόγῳ ἐξεφώνησεν. ὅθεν καὶ πρῶτον ἐγὼ ἐκεῖσε τὸ ῥητὸν ἀναγνούς, ἐθαύμασα ὅπως πρὸς τὸν ἄλλον αὐτοῦ χαρακτῆρα μετήλλακται, καὶ ἐμοὶ ἔμπνους ἐκεῖσε γενέσθαι ἔδοξεν· ὡς δ' ὕστερον εὗρον τοῦ λόγου τὸν πατέρα, ἐκεῖ νον μὲν οὐ πάνυ τι ᾐτιασάμην χρυσοῦν κεκλοφότα ἱμάτιον, ἑαυτὸν δὲ ἀπεδεξάμην, τὸν Σκύθην ἐγνωκότα μετὰ τοῦ κάνδυος.