Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 5 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Κϛʹ. Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ «πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστι» Καὶ μὴν καὶ τἆλλα τῶν ἁμαρτημάτων σώματος δεῖται ὥστε προχωρῆσαι τὴν δύναμιν αὐτῶν εἰς ἐνέργειαν. πῶς οὖν φησιν ὁ μέγας οὗτος ὅτι πᾶσα ἁμαρτία ἐκτὸς τοῦ σώματός ἐστι, μόνον δὲ τὸ πορνεύειν σώματί τε καὶ διὰ σώματος ἐγγίνεται; καὶ ὁ μὴ συνιέναι δυνάμενος ἀθρόον τοῦ λόγου, εἰ καὶ μάλιστα τύχῃ ἀπὸ τῆς Ἑλληνικῆς παιδείας ὡρμημένος, γενναιοτέρας ἀπορίας τῷ λόγῳ προσοίσεται· τῶν γὰρ παθῶν (ἔστω δὲ τὸ πάθος ἐνταῦθα κοινὸν ἀρετῆς καὶ κακίας) ἃ μὲν τῇ ψυχῇ, ἃ δὲ δώσει τῷ σώματι, ἃ δὲ τῷ συναμφοτέρῳ ἤτοι τῷ μίγματι, καὶ ταῦτα ψυχῇ χρωμένῃ σώματι, ἐκεῖνα τῷ σώματι χρωμένῳ ψυχῇ, καὶ εὑρήσει τὰ πλείονα τῶν τε κακιῶν καὶ τῶν ἀρετῶν διὰ τοῦ σώματος ἐνεργούμενα. ὥσπερ γὰρ ἡ σωφροσύνη σώματος δεῖται πρὸς τὴν ἐνέργειαν, οὕτως ἡ ἀκολασία διὰ τοῦ σώματος ἔχει τὴν ὕπαρξιν· καὶ ὥσπερ ἡ μεγαλοπρέπεια ψυχῆς ἐστιν ἐλευθερία μὴ σμικρολογουμένη τῷ σώματι, οὕτως ἡ σμικρολογία ψυχῆς πάθος ἐστὶ καταχρωμένης τῷ σώματι, καὶ κοινὸς λόγος οὗτός ἐστι πάσαις τῶν ἀρετῶν ταῖς μεσότησι. ποία γοῦν τῶν ἁμαρτιῶν ἐκτὸς τοῦ σώματος πέφυκεν; εἰ μή τις εἴπῃ τὴν διεστραμμένην δόξαν περὶ τοῦ κρείττονος· ταύτην γὰρ καὶ μόνην τῶν τῆς ἡμετέρας αὐλῆς τινες ψυχῆς μόνης κακίαν ᾠήθησαν, ὥσπερ τὴν καθαρὰν ἡδονὴν ὁ Πλωτῖνος ταύτῃ μόνῃ προσ εμαρτύρησε. Πῶς οὖν, πάντων τῶν ἁμαρτημάτων ἐνεργουμένων διὰ τοῦ σώματος, μόνον τὸν πορνεύοντα εἰς σῶμα ἁμαρτάνειν ἀπεφήνατο ὁ ἀπόστολος; ἀλλ' ὁ τὰ εἰρημένα τῷ λόγῳ προσδιαπορούμενος ἢ ἐξαπατῶν ἑαυτόν ἐστι ταῖς ὑπολήψεσι πρὸς τὴν ἀλήθειαν διαμαχόμενος ἢ ἄλλον παραλογιζό μενος, ὥσπερ οἱ σοφισταὶ ποιοῦσιν ἐξεπίτηδες ἐμπαροινοῦντες ταῖς διαλέξεσιν, ὁποῖος δὴ ἐπ' ἐνίοις τῶν διαλόγων ὁ Σωκράτης καταμωκώ μενος τῶν θρασυνομένων κάλλιστα φαίνεται· ἐντεῦθεν γὰρ καὶ τὸν Θρασύμαχον ἐπέσχε πολλῷ ῥέοντα καὶ τὸν Θεαίτητον εἰς φρέαρ ἀποριῶν ἐμβέβληκεν, ὁπότε τὸν τῆς ἐπιστήμης λόγον ὡς ἐβούλετο διεπέττευσεν. ἐπεί, εἴ γέ τις ἐβούλετο κατὰ τὸν ἁπλοῦν τῆς πίστεως λόγον τὴν τοῦ ἀποστόλου διερμηνεῦσαι φωνήν, οὐδὲν ἂν εὕρῃ τὸ ταῖς ἀληθέσιν ἐννοίαις ἀντιπῖπτον. οὗτος γὰρ ὁ μέγας ἀνὴρ καὶ τῶν ἄλλων μὲν κατατρέχει παθῶν, μάλιστα δὲ τῆς πορνείας ἐν πάσαις σχεδὸν καθάπτεται ταῖς ἰδίαις ἐπιστολαῖς, ἀντεισάγει δὲ τοῖς καθαιρομένοις ὑπ' αὐτοῦ τὸν «ἁγια σμόν», ὅστις ἐστὶν ἀντίθετος ἀρετὴ τῆς ζῳώδους ταύτης καὶ σωματικῆς μίξεως, καὶ δίχα τούτου μηδένα τὸν κύριον ὄψεσθαι ἀποφαίνεται. Εἶτα βουλόμενος συστῆσαι ὅπως τοῦτο μάλιστα τὸ πάθος καὶ τοῦ θεοῦ τὸν χρώμενον διιστᾷ καὶ τῶν ἄλλων κακῶν ἐστι τὸ κορυφαιότατον, βραχυσυλλάβῳ μέν, πολυδυνάμῳ δὲ ἐπιχειρήματι, ὡς προϊόντες δείξομεν, κατεσκεύασεν. ἐκ ψυχῆς γὰρ καὶ σώματος συγκειμένων ἡμῶν, τὰ μὲν ἄλλα σχεδὸν τῶν ἁμαρτημάτων καὶ ταῖς ἐννοίαις μόναις διαμαρτάνεται, μόνον δὲ τοῦτο τὸ πάθος καὶ σώματος δεῖται, ὡς ἀνωτέρω ἐρρήθη, πρὸς τὴν ἐνέργειαν. οὐ τοῦτο δέ φημι, ὡς ἐκείνων μὴ δεομένων ὥστε ἐνεργηθῆ ναι τῆς σωματικῆς ταύτης συστάσεως, ἀλλ' ὡς μὴ καταχρωμένων περὶ τὴν πρᾶξιν αὐτῷ τῷ σώματι. οἷόν τί φημι, λέγει τίς που τῶν προφητῶν, «πρόσεχε σεαυτῷ», ἵνα «μὴ γένηται ἐν τῇ καρδίᾳ σου» ἁμάρτημα, «κρυπτὸν ἀνόμημα». τοιοῦτος δὲ ἅπας ἀνὴρ ἀλαζών· τετύφωται τὴν ψυχήν· οἴεται τὰ πάντων κεκτῆσθαι πλεονεκτήματα· πολλαπλάσια ὧν ἔχει ἑαυτῷ περιβάλλεται. οὗτος τρόπον τινὰ ἐκτὸς τοῦ σώματος ἥμαρτεν· ἡ γὰρ οἴησις καὶ τὸ κατεψεῦσθαι ἑαυτοῦ σωματικῆς οὐκ ἐδεήθη πράξεως. τοιοῦτός ἐστιν ὁ τῷ φθόνῳ κατὰ τοῦ πλησίον τηκόμενος, τοιοῦτος ὁ μνησικακῶν τῷ διηλλαγμένῳ, ὁ σμικρολόγος, ὁ μὴ ἐλεύθερος τὴν ψυχήν· ἀλλ' οὐχὶ τοιοῦτος ὁ τὸ πορνεύειν ἑλόμενος, ἀλλὰ μετὰ τὴν τοῦ πάθους ἀνατύπωσιν καὶ τὸ ῥιψόφθαλμον πρὸς σῶμα γενέσθαι καλὸν συμπέπλεκταί τε τούτῳ καὶ τὸ ἑαυτοῦ σῶμα, τὸ τῆς καλλίστης ψυχῆς ἐνδιαίτημα, ἀκολασίας δείκνυσιν ἐργαστήριον. ὁπότε γοῦν τὰ μὲν ἄλλα πάθη μέχρι τοῦ καταμολύνειν τὴν ψυχὴν ἵσταται, τοῦτο δ' ἐκείνην μὲν οὐδὲν ἧττον καταρρυπαίνει ταῖς τοῦ πάθους ἀνατυπώσεσι, μάλιστα δὲ τὸ σῶμα καταμιαίνει τῷ οἴστρῳ τῆς ἀκολασίας, πῶς οὐχὶ τῶν τὸ ἓν ἀδικούν των ἡ τὰ δύο καταβλάπτουσα κακίων τῶν ἄλλων καὶ διὰ ταῦτα καὶ μίσους ἀξία πλείονος; Αὕτη μὲν μία ἐπίλυσις τῆς ἀπορουμένης ταύτης τοῦ ἀποστόλου φωνῆς, σκιαγραφηθεῖσα μὲν καὶ παρὰ τῶν πρὸ ἡμῶν (οὐ γὰρ ἀγνοῶ ὅτι τινὲς ταύτης τῆς ἐννοίας ἀτελῶς ἥψαντο), παρ' ἡμῶν δὲ τελέως χρωσθεῖσά τε καὶ ἐπεξεργασθεῖσα. φασὶ δέ τινες ὅτι ἰδιαιτέρως ὁ ἀπόστολος σῶμα ἐνταῦθα τὴν γυναῖκα ὠνόμασε, καί, ἐπεὶ μετὰ τὴν συζυγίαν ἓν σῶμα τυγχάνει τὰ συνημμένα («ἔσονται» γάρ φησιν «εἰς σάρκα μίαν», Μωσέως αὕτη φωνή), αὐτὴν ἀδικεῖ τὴν γυναῖκα, ἥτις ἴδιόν ἐστι μέλος καὶ μέρος τοῦ σώματος καὶ σῶμα ἄντικρυς, ὁ τῇ πεπορνευμένῃ γυναικὶ προσκολλώμενος. διὰ μόνης γὰρ τῆς συναφείας σὰρξ μία τὰ διεστῶτα γέγονε σώματα· διὰ ταύτης οὖν καὶ μόνης ἀθετουμένης ἡ συνέχεια διασπᾶται καὶ τὸ συνεστη κὸς ἐξ ἀμφοτέρων ἀπόλλυταί τε καὶ διαφθείρεται. γλαφυρὰ μὲν καὶ αὕτη ἡ ἐπεξήγησις, σεσοφισμένη δὲ καὶ οὐκ ἀληθής, ὥς γέ μοι φαίνεται· ἣν δὲ αὐτὸς νενόηκα νῦν παρὰ τοὺς ἄλλους περὶ τοῦ ῥητοῦ τούτου ἐπεξηγησα μένους, κοινώσομαι καὶ ὑμῖν, ἣν δὴ πρὸς τὰς εἰρημένας παραβαλόμενοι, ὅπως ἂν βούλησθε περὶ ταύτης ψηφίσασθε. Δοκεῖ μοι ὁ μέγας ἀπόστολος πλήττειν εἰς βάθος κεκαρωμένον τῷ πάθει τὸν ἀσελγαίνοντα, ὅτι τὰ τῶν μαινομένων δρᾷ καὶ λανθάνειν τοὺς πολλοὺς οἴεται. ὃ γὰρ ἐκεῖνοι κατατέμνοντες ἑαυτοὺς καὶ διασπῶντες τῷ ἑαυτῶν σώματι προσεργάζονται, καταδαπανῶντες τοῦτο καὶ τοῦ τόνου ἐκλύοντες, τοῦτο δὴ καὶ ὁ πορνεύων ποιεῖ· ὑφαιρῶν γὰρ ἀεί τι τοῦ σώματος καὶ τὸν ὄγκον καταλεπτύνων, τήν τε σύμπηξιν τούτου τῷ συνεχεῖ τῆς ἀπορροῆς διαλύων, εἰς τὸ ἴδιον ἁμαρτάνει σῶμα, τουτέστι τὸ οἰκεῖον ἀδικεῖ σῶμα, διαλύων καὶ φθείρων αὐτό. τρόπον γοῦν τινα πρὸς τὸν πορνεύοντα ταυτὶ ἐπιφθέγγεται ὁ ἀπόστολος, ὡς, εἰ μήτε τὴν δίκην φοβῇ μήτε τὰ τοῦ θεοῦ σε θράττει δικαιωτήρια, μᾶλλον δὲ κολα στήρια, ὅσα δὴ καὶ οἷα τοῖς πορνεύουσι διηπείληται (πολλὴ γάρ, φασί, θλῖψις γίνεται τοῖς πόρνοις ἐκεῖ), ἀλλὰ σύ γε σύνες ὡς σαυτὸν ἀδικεῖς καὶ περὶ τὸ σὸν σῶμα διαμαρτάνεις, ὥσπερ τινὰ θεμέλιον διασείων αὐτὸ ὁσημέραι καὶ τῷ συνεχεῖ τῆς ἀσελγείας διασαλεύων τὸν τόνον αὐτοῦ καὶ κλόνον ἐντεῦθεν καὶ τρόμον ἐκείνῳ προσεπιτρίβων. Ταῦτα μὲν ὁ ἀπόστολος, προσμαρτυρεῖ δὲ καὶ ἡ φύσις. ἡ γὰρ γονή, περίττωμα τυγχάνουσα αἵματος, ἐπινεφρίδιον τὴν οἴκησιν ἔλαχεν· ὑμὴν γάρ ἐστι περὶ τοὺς νεφροὺς εἰς πολλὰ κατατεταμένος, ἐν ᾧ δὴ τὸ σπέρμα, ἀφ' αἵματος εἰς ἣν ἔχει χροιὰν ὑπὸ τῆς φύσεως ἀλλοιούμενον, κατατίθεται· εἶτα δὴ τῷ πάθει θερμαινόμενόν τε καὶ ἑαυτοῦ γινόμενον πολλαπλάσιον, ἐκεῖθέν τε ἀποσπᾶται καὶ διὰ τοῦ φυσικοῦ αὐλῶνος ῥυΐσκεται. ἢν γοῦν τις τοῖς ἀφροδισίοις ἀσελγῶς καταχρήσηται, διατινάσσει τε τὰ περὶ τοὺ νεφροὺς μέρη καὶ ὥσπερ τινὰ ἀστραβῆ κίονα διασαλεύει τὸ σῶμα. οὐ γὰρ ὥσπερ ἀπραγματεύτως κυΐσκεται ἡ γονή, οὕτω δὴ καὶ ἀταλαιπώρως ῥυΐσκεται· τῆς δὲ ἀλλοιώσεως κατὰ μέρος γινομένης ἀπὸ τοῦ αἵματος, τὸ μέν τι τῆς γονῆς ἀκριβῶς ἐστι λευκότατον καὶ ῥυτὸν ἄγαν τὴν σύστασιν, τὸ δέ τι οὐ καθαρῶς σῴζει τὸ χρῶμα, τὸ δὲ πρὸς τῷ ἄνω μέρει ἡμιβαφές ἐστιν ἢ καὶ καθαρῶς αἷμα ἀναλλοίωτον. οἱ γοῦν μὴ μέτρον ἐπιτιθέμενοι ταῖς μίξεσιν, ἀλλ' ἀκολάστως τοῖς ἀφροδισίοις καταχρώμενοι, αἷμα ἀπὸ τῶν νεφρῶν ἀποσπάσαντες, τὴν φύσιν πᾶσαν διέσεισαν καὶ ἀσθενὲς ἄγαν τὸ σῶμα εἰργάσαντο. τὰ μὲν οὖν ἄλλα τῶν παθῶν οὐχ οὕτω κλονεῖ τὸ σῶμα, τοῦτο δὲ μόνον τὸ πάθος τὴν ὅθεν ἀπεγεννήθη φύσιν διολλύει καὶ ἀναιρεῖ.

Intertext edge

Open linked passage

Note