Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 60 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1
οϛʹ. Ἐκ τοῦ τῆς Πεντηκοστῆς λόγου, εἰς τὸ «ἔστι διαφορὰ χαρισμάτων» Ἠρωτήκατε τίς ἡ τῶν «χαρισμάτων διαφορά», καὶ πῶς τὰ μὲν ἑτέρων «δεῖται πρὸς διάκρισιν τοῦ βελτίονος» κατὰ τὸν μέγαν ἀπόστολον, τὰ δὲ ἐντελῆ τυγχάνει καὶ ἀπροσδεᾶ καὶ καθ' ἑαυτὰ ἰσχύοντα· ᾧ δὴ ἀκόλουθόν ἐστι γνῶναι ἡμᾶς ὅπως τὰ τῶν «προφητῶν πνεύματα προφήταις ὑποτάσ σεται», τίς τε ὁ τῆς προφητείας λόγος, καὶ τίνας μὲν κυρίως προφήτας ὀνομάζει ἡ θεία γραφή, τίνες δὲ καταχρηστικῶς τούτου τοῦ ὀνόματος τετυχήκασι. Δεῖ οὖν τῷ ὑστέρῳ τῶν ἀπορηθέντων τὴν λύσιν πρῶτον ἐπενεγκεῖν. ὅτι μὲν γὰρ πᾶσα τοῦ μέλλοντος πρόρρησις προφητεία ἐστίν, αὐτό, φασί, τὸ ὄνομα δηλοῖ. ὁπόθεν γοῦν τις ὁρμώμενος, ἢ τῆς καθ' ὕπνον μαντικῆς ἢ τῆς ἀπὸ τῶν χειρῶν διαγνώσεως, ἣν δὴ χειροσκοπικὴν οἱ πάλαι σοφοὶ ὠνομάκασιν, ἢ δι' ὧν ὄρνις ἐγείρεται καὶ κλάζει ἢ ἄλλο τι δρᾷ, προλέγοι τὰ μέλλοντα, προφήτης οὗτός ἐστιν. ἀλλ' ἡ θεία γραφή, τὸ ὄνομα τοῦτο εἰ πολλὰ διεσπαρμένον καὶ διῃρημένον συναγαγοῦσα πρὸς ἑαυτό, τοῖς τὴν ἐπιδημίαν τοῦ κυρίου προκαταγγείλασιν, ἣν διὰ σαρκὸς ἐνεδείξατο, φέρουσα ἐδωρήσατο. ὥσπερ δὴ καὶ Πυθαγόρας πεποίηκε· κἀκεῖνος γὰρ τὴν τῆς σοφίας προσηγορίαν, πολλῶν κατηγορουμένην ἐπιστημῶν, τῇ πρώτῃ φιλοσοφίᾳ προσήρμοσεν. ὥσπερ οὖν σοφὸς ὁ τὰς τῶν ἐπιστημῶν ἀρχὰς ἐπιστάμενος, αἳ δὴ ἀπὸ νοῦ τὸ προϊέναι εἰλήχασιν, οὕτω δὴ καὶ προφήτης ὁ τῆς τοῦ Χριστοῦ διὰ σαρκὸς παρουσίας κῆρυξ γενόμενος. ἀλλ' οὗτος ἂν κυρίως μὲν προφήτης καλοῖτο, κληθείη δ' ἂν καὶ ἄλλος τις, μετὰ Χριστὸν χαρίσματος ἠξιωμένος προφητικοῦ καὶ προλέγων τὰ μέλ λοντα· οὐ γὰρ μέχρι τῆς τοῦ κυρίου ἐπιδημίας τὸ θεῖον πνεῦμα ἐπὶ τῶν καθαρῶν ἐνήργει ψυχῶν, ἀλλ' ἐπειδὴ κἀκεῖνος πρὸς οὐρανοὺς ἀναβέβηκεν, ὁ παράκλητος αὖθις ἐπεφοίτα καί, ἐνιδρυμένος τῷ νῷ ὥσπερ ἐν ἀκροπόλει, φανερὰς αὐτοῦ τὰς ἐνεργείας ἐποίει. πλεῖστοι γοῦν ἐπὶ τῶν τοῦ Παύλου χρόνων, ἀθρόως τὴν γνώμην πρὸς τὸ κρεῖττον μεταποιούμενοι, προὔλε γόν τε τὰ μέλλοντα, θεοληπτούμενοι ἀφανῶς, κἀντεῦθεν προφῆται κατ ωνομάζοντο. ἀλλ' ἐπειδὴ τοῦτο διαπορήσαντες διηρθρώκαμεν, φέρε δὴ καὶ περὶ τῶν χαρισμάτων «βραχέα φιλοσοφήσωμεν». Τὸ πνεῦμα τὸ ἅγιον, ἓν ὂν κυρίως κατὰ τὴν ἀκριβῆ τοῦ ἑνὸς ἔννοιαν, αὐτῷ δὴ τῷ ἑνὶ πάντων ἅπτεται, πάντων δράττεται, οὐ πολλαπλασιαζό μενον ἢ μεριζόμενον κατὰ τὸν μαινόμενον Νουμήνιον, ἀλλ' ἐφ' ἑαυτοῦ ἱδρυμένον καὶ πανταχοῦ προϊὸν καὶ τοῦ ἑνὸς μὴ ἐξιστάμενον, καὶ τοῖς πολλοῖς μετεχόμενον. μερίζεται δὲ ταῖς τῶν δεχομένων διαφόροις γνώ μαις καὶ προαιρέσεσιν· ὅθεν τῷ μὲν εἰς ἀντίληψιν γίνεται, τῷ δὲ εἰς κυ βέρνησιν, τῷ δὲ τὰς διαλέκτους ἐπὶ τὴν γλῶτταν προχέει καὶ ἄλλῳ τὴν ἑρμηνείαν τῶν λεγομένων χαρίζεται. πρὸς ὃ γάρ τις ἐπιτηδείαν τὴν ἑαυτοῦ παράσχῃ ψυχήν, ἐκείνου δὴ καὶ δεκτικὸς γίνεται τοῦ χαρίσματος. ἀλλὰ τὸ μὲν ἀντιλαμβάνεσθαι τῶν παιδαγωγουμένων ψυχῶν ἢ κυβερνᾶν ταύ τας καὶ διιθύνειν καὶ ἀπὸ πελάγους πρὸς τὸν θεῖον ἀνάγειν πυρσόν, τἆλλά τε ὅσα δὴ ὁ μέγας ἀπόστολος ἀπαριθμησάμενος φαίνεται, αὐτοτελῆ τυγχάνει καὶ ἀπροσδεᾶ τῆς παρ' ἑτέρων συστάσεως· τὸ δὲ γλώσσαις λέγειν, τουτέστιν ἀθρόως μεταβεβλῆσθαι πρὸς τὰς τῶν προσιόντων φω νάς, ὡς νῦν μὲν Βαβυλώνιον, νῦν δὲ Περσίδα, νῦν δὲ Ἀσσύριον ἀφιέναι φωνήν, τοῦτο καθ' ἑαυτὸ μὲν ἔλαττον ἰσχύει, συστὰν δὲ παρὰ τοῦ τῆς ἑρμηνείας χαρίσματος μεγαλωφελὲς τοῖς προσιοῦσιν ἐγένετο. τί γὰρ δὴ ὁ φοιτῶν παρὰ τοὺς προφήτας ὠφέλητο Ἄραψ ὤν, ἐκείνων ὑπεραττικι ζόντων ταῖς λέξεσιν, ἢ τὴν Ἀτθίδα γλῶτταν εἰδώς, ἐκείνων τὴν τῶν Φοινίκων διαλεγομένων; εἰ δ' ὁ τοῦ τῆς ἑρμηνείας ἠξιωμένος χαρίσματος ἐφερμηνεύσειε τὰ λεγόμενα καὶ μεταβάλοι πρὸς ἃ γνοίη ὁ ἀκροώμενος, οὐ καινὸν δὴ τὸ τῶν γλωττῶν ἀπειργάσατο χάρισμα; τοῦτο γοῦν αὐτό φησιν ὅ τε μέγας ἀπόστολος καὶ ἡ θεολόγος φωνή, ὅτι «ἔστι διαφορὰ χαρισμά των, ἄλλου δεομένη χαρίσματος πρὸς διάκρισιν τοῦ βελτίονος», ὥσπερ ἡ τῶν γλωσσῶν τοῦ ταύτας διερμηνεύοντος. Καὶ ἐπειδὴ οἱ μὲν ἄλλοι τῶν ἀξιουμένων τῆς χάριτος ἀντιλαμβανόμενοι τῶν ψυχῶν ἢ κυβερνῶντες ἢ διερμηνεύοντες ἔλαττον ἐφρόνουν ἐπὶ τοῖς χαρίσμασιν, οἱ δὲ διαφόρους διαλέκτους φθεγγόμενοι, ὡς ἐπίδηλον ἐπὶ τῆς γλώσσης τοῦ πνεύματος τὴν ἐπίπνοιαν ἔχοντες, ἐκόμπαζον ἐπὶ τῷ χαρίσματι καὶ προκεκρίσθαι τῶν ἄλλων κατὰ πνευματικὴν ἀξίωσιν ᾤοντο, καταστέλλει τούτους ὁ μέγας ἀπόστολος ὡς ἔλαττον τῇ ἐκκλη σίᾳ λυσιτελοῦντας· ὃ δὴ καὶ ὁ μέγας παρεμφαίνων πατήρ, ἐμοί, φησί, πέντε γένοιτο λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συνέσεως ἢ μυρίους ἐν φωνῇ σάλπιγγος ἀσήμῳ. ἄμφω γὰρ δείκνυσι τὰ χαρίσματα, διὰ μὲν τῶν πέντε φωνῶν τοὺς αὐτόθεν διδάσκοντας καὶ μὴ διαφόροις γλώσσαις προσ ομιλοῦντας, διὰ δὲ τῶν μυρίων καὶ ἀσήμων λόγων τοὺς κατὰ πᾶσαν μὲν γλῶτταν φθεγγομένους, τὸν δὲ θεῖον ὁπλίτην πρὸς τὸν πνευματικὸν πόλε μον οὐκ ἐγείροντας. ὅθεν καὶ παρεγγυᾶται ὁ ἀπόστολος τούτοις δή, ἵν' οὕτως εἴπω, τοῖς γλωττηματικοῖς μὴ πᾶσαν ἐνδιδόναι ἡνίαν τῇ φορᾷ τῶν γλωσσῶν, μηδέ, ἐπειδὰν ἄρξωνται λέγειν, εἰς μακρὸν κατατείνειν λόγον, μέχρις ἂν τὰς πάσας φωνὰς διεξέλθωσιν, ἀλλὰ φθέγγεσθαι μὲν γλώσσαις, ὁπόταν δὴ τὸ πνεῦμα βούλοιτο, ἑτέρου δὲ διερμηνεύειν κινη θέντος ὑπὸ τοῦ πνεύματος, ὥσπερ «σχασαμένους ἱππικὴν» ἵστασθαι. Ἵνα δὲ μή τις εἴπῃ τῶν οὕτω κατεγλωττισμένων ὡς ἐφ' ἑτέρῳ ἡ τοῦ λέγειν ἡνία καὶ οὐ παρ' ἐμοὶ τὸ ἀνασειράζειν ῥυτῆρσι τοῦ λόγου τὸν δρό μον, ἐπάγει ὅτι «τὰ τῶν προφητῶν πνεύματα τοῖς προφήταις ὑποτάσσε ται». οὐ γὰρ παραλλάττει σοι τὴν διάνοιαν τὸ προφητικόν, φησί, χάρισμα οὐδὲ τὸν νοῦν ἐξιστᾷ, οὐδ' ὥσπερ οἴστρῳ βάλλον κορυβαντιᾶν καὶ μεμη νέναι ποιεῖ, εἰς μανιώδη μετάγον κατάστασιν, ὥσπερ τὴν μυθευομένην Ἰνώ, ἣν οὐδὲν ἵστα τοῦ δρόμου, οὐ κοῖλον, οὐκ ὄρθιον, οὐ φάραγξ βαθεῖα καὶ ὕλη συνηρεφής. οὐχ οὕτω τὸ θεῖον πνεῦμα κινεῖ τὴν ψυχήν, ἀλλὰ μεταποιεῖ μὲν ταύτην ἐπὶ τὸ βέλτιον, ἐᾷ δὲ τὴν διάνοιαν, μᾶλλον δὲ ἐφ ιστάνει τῇ γλώττῃ ὥσπερ ἡνίοχον, ἵν', ὅτε μὲν βούλοιτο, πρὸς τὸν δρόμον μυωπίζῃ, ὅταν δ' αὖ ἐθέλοι, ἐπέχῃ τὴν ἡνίαν καὶ τοῦ δρόμου ταύτην ἱστᾷ. ὑποτάσσεται τοιγαροῦν τοῖς προφήταις τὰ πνεύματα, πρὸς τὴν ἐκείνων διάνοιαν καταστελλόμενα ἢ ἐγειρόμενα. τρέχει σοι ἡ γλῶττα ἐκ πρώτης ἀφετηρίας πρὸς τὴν τῶν διαλέκτων νύσσαν; ἀλλ' ἔπεχε ταύτην, ἑτέρου διερμηνεύοντος, ὑποτάττεται γάρ σοι τὸ χάρισμα· ἔπεχε δὲ ἢ καὶ πρὶν ἄρξασθαι, ἢ καὶ βραχύ τι προβάς, ἀλλὰ καὶ ἀκμάζων καὶ πρὸς τῷ καμ πτῆρι τυγχάνων, ἑτέρου διερμηνεύειν λαχόντος, ἀναστέλλου σὺ τῆς φο ρᾶς. Τοῦτο μὴ ἐξήγησιν μόνον τῶν διαπορηθέντων, ἀλλὰ καὶ ἡμετέραν παιδ αγωγίαν ἡγώμεθα. ἔστωσαν τοιγαροῦν ὑμῖν ὅροι τῶν διαλόγων, καὶ ὁ μέν τις ῥητορευέτω, ὁ δὲ φιλοσοφείτω καὶ ἄλλος περὶ σχημάτων ἀποδει κνύτω, καὶ οὗτος μὲν ὅπως τὰ ἄστρα στηρίζοιντο διερμηνευέτω καὶ τὴν κατὰ μῆκος ἐποχὴν τοῦ ἡλίου τρανούτω καὶ τὴν ἐντεῦθεν ἀναφαινομένην διαίρεσιν τῶν ὡρῶν, ἐκεῖνος δὲ περὶ μουσικῆς τι διδασκέτω καὶ ὅπως τὰ διάφορα τῶν μελῶν εἰς μίαν ἁρμονίαν κιρνάμενα μονοειδῶς ἐμπίπτει ταῖς ἀκοαῖς· φθέγγεσθε δὲ ταῦτα μὴ συγκεχυμένως μηδὲ κατὰ θροῦν ἄσημον, ἀλλ' ἑτέρου φιλοσοφοῦντος ὁ ῥητορεύων ὑποχωρείτω, κἀντεῦθεν τούτου περὶ κάλλους ὀνομάτων διδάσκοντος ὁ περὶ τὸν νοῦν σιγάτω. ἂν οὕτω ποιῆτε, τήν τε πηγήν, ἵνα μὴ λέγω ἐμέ, ὁπόθεν ὑμῖν τὸ ῥεῦμα τῆς γλώττης ἐρρύη, ἥτις ἐστὶ τὴν φύσιν, σαφῶς παραστήσετε, τόν τε ὑμέτερον ποτα μόν, ὁμαλῶς τοῖς ὀχετοῖς μεριζόμενον, ἀλυπότατον καὶ προσηνέστατον τοῖς ῥεύμασι δείξετε.

Intertext edge

Open linked passage

Note