Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theologica
Michael PsellusTheo 61 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
61.1
οζʹ. Ἐκ τοῦ «Ἔμελλεν ἄρα», εἰς τὸ «καὶ εἰ τὸ πάντα ἐν πᾶσι κεῖσθαι» Εἰ καὶ πόρρω τοῦ καιροῦ τὸ ἐρώτημα καὶ μὴ μετὰ τῆς ἀκριβείας τοῦ δόγματος καὶ τὸ εὔκαιρον ἔχον, ἀλλ' ἡμεῖς γε οὐδέτερον διὰ θάτερον ἀθετήσομεν, ἀλλ' ἕνεκά γε τοῦ κρείττονος παραιτησόμεθα τὸ ἀξύμφορον. τὸ μὲν οὖν πρόβλημα τῶν πολλάκις θρυλλουμένων ἐστίν, ἐπιστάσεως δέ, ὡς ἔμοιγε δοκεῖ, ἐς τὴν τήμερον οὔπω τετύχηκεν ἀκριβοῦς, ἀλλ' οἱ διερ μηνεύειν τὸ δόγμα πειρώμενοι ταῖς Ἐμπεδοκλέους δόξαις ἐς τὴν διάσκε ψιν καταχρώμενοι ἥκιστά μοι δοκοῦσι τὰς Ἀναξαγορείους εἰδέναι, ἃς δὴ καὶ μᾶλλον ἀπίστους ἡγεῖται ὁ μέγας πατήρ, ἢ αὐτὸ τοῦτο ὅπερ ἐνδείκνυ ται, ἀμφιβόλους καὶ ἐφ' ἑκάτερα ῥεπούσας ταῖς ὑπολήψεσι. «Καὶ εἰ τὸ πάντα» γάρ φησιν «ἐν πᾶσι κεῖσθαι μὴ πειστέον τοῖς λέγουσιν, ἀλλ' ἡμῖν γε πειστέον ὡς ἐν ἀλλήλοις καὶ παρ' ἀλλήλοις ἐκείμεθα». συν εστραμμένον τὸ νόημα, συνεστραμμένη τε ἡ σύνθεσις καὶ μάλα περιοδικὴ ἤ, τό γε ἀληθέστερον εἰπεῖν, περίοδος ἀκριβής. δεῖ οὖν ἡμᾶς, ὥσπερ τι βιβλίον συνεπτυγμένον, ἀναπτύσσειν καὶ ἀνελίττειν οὐ μεῖον ἢ ὁ ἥλιος τὰ τοῦ λωτοῦ φύλλα· τουτὶ γὰρ τὸ φυτὸν συνεπτυγμένον τυγχάνει πρὸ τῶν ἡλιακῶν αὐγῶν, ὁμοῦ τε ἐκεῖνος ἀπὸ τοῦ ἀνατολικοῦ ὁρίζοντος μετεωρί ζεται καὶ τοῦτο ἀρρήτῳ τινὶ λόγῳ ἀναπλοῦται καὶ ἀναπτύσσεται. «καὶ εἰ τὸ πάντα» φησίν «ἐν πᾶσι κεῖσθαι μὴ πειστέον». Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος φιλόσοφος ἀρχὰς ὑλικὰς τοῖς συγκρίμασι τὰ τέσσαρα στοιχεῖα ὑπέθετο, τόν τε παρ' ἐκείνῳ λεγόμενον Σφαῖρον καὶ τὸ Νεῖκος καὶ τὴν Φιλίαν, ἃ δὴ καὶ διωρισμένα καθ' ἑαυτὰ ἔφασκε καὶ ἐν ἀλλήλοις ὄντα τε καὶ εὑρισκόμενα· τῷ μὲν γὰρ πυρὶ τὸν μετὰ τὸν αἰθέρα τόπον ὑπετίθει, τῷ δ' ἀέρι τὸν μετ' ἐκεῖνον, μεθ' ὃν τὸ ὕδωρ καὶ αὖθις τὴν γῆν. οὕτω μὲν οὖν διώριζεν, ἀνεκίρνα δὲ καὶ ἀνεμίγνυεν, ὅτι μηδὲν τῶν στοιχείων τούτων ἀμιγὲς θατέρου ἑώρα, ἀλλὰ καὶ τὴν γένεσιν ἐξ ἀλλήλων τυγχάνου σαν καὶ τὴν ὑπόστασιν ἐκ πάντων μεμίχθαι· τὰ γὰρ σβεννύμενα τοῦ πυρὸς μόρια εἰς τὴν τοῦ ἀέρος οὐσίαν μεθίστασθαι, τὸν δ' ἀέρα πηγνύμε νον εἰς ὕδωρ μεταβάλλεσθαι, τοῦτο δὲ αὖθις συμπιλούμενον πάγον πε τραῖον γίνεσθαι, ὅστις ἐστὶν ὁ κρύσταλλος, καὶ αὖθις τοῦτον μὲν εἰς ὕδωρ ἀναλύεσθαι, τὸ δὲ ὕδωρ ἐξατμιζόμενον ἀέρα γίνεσθαι, τὸν δ' ἀέρα πυρούμενον εἰς πῦρ μεταβάλλεσθαι. οὐ μόνον δὲ οὕτω γεννᾶσθαι ταῦτα, ἀλλὰ καὶ ὑφίστασθαι. ἰδοὺ γὰρ ἐκ λίθου πῦρ ἐξάλλεται καὶ νοτὶς ἀπορρεῖ, νοτερᾶς γενομένης τῆς τοῦ περιέχοντος καταστάσεως, ἀλλὰ καὶ ἀτμὶς ἀναδίδοται. αὐτός τε ὁ ἀὴρ σύγκρατος ἐκ πάντων ἐστίν, ᾧ μὲν γὰρ κέχρωσται πυρὸς μετέσχηκε, πυρὸς γὰρ εἴδη τὰ χρώματα· ᾧ δὲ πήγνυται χαλαζῶν ἢ συννεφούμενος στερέμνιός τε καὶ λιθώδης ἐστίν· ᾧ δὲ τῆς δια φανοῦς καὶ διόσμου μετέχει δυνάμεως ἀήρ ἐστι καθαρός· ἐπεὶ δὲ καὶ ψεκάζει καὶ ὑετίζει, οὐδὲ τοῦ ὑγρὸς εἶναι ἀπήλλακται. καὶ ὁ περιέχων δὲ ταῦτα κόσμος, ὃν δὴ οὐρανὸν ἡ Ἑλληνικὴ οἶδε καλεῖν συνήθεια, ἐκ τῶν τεσσάρων τούτων στοιχείων συγκέκραται· γῆς μὲν γὰρ μετέχει διὰ τὴν στερρότητα καὶ τὸ μὴ συμπίπτειν, εἴ γε πειστέον Πλάτωνι λέγοντι, πυρὸς δὲ διὰ τὴν ἀφάνειαν καὶ τὸ κεχρῶσθαι, ἀέρι δὲ καὶ ὕδατι συνδέσμοις κέχρηται· στερεὸς γὰρ ὢν καὶ τριχῇ διαστατὸς ἔδει καὶ μεσότησι δεσμεῖ σθαι δυσίν. Εἰ τοίνυν κατὰ τὴν Ἐμπεδοκλέους δόξαν ὁ λόγος προηνέχθη τῷ με γάλῳ πατρί, τίς ἡ ἀμφιβολία, τί δὲ ἔδει προθεῖναι τοῦ λόγου, «εἰ καὶ πάντα ἐν πᾶσι κεῖσθαι μὴ πειστέον τοῖς λέγουσι»; πῶς γὰρ οὐ δεῖ πιστεύειν τοῖς ὀρθῶς δογματίζουσιν, οἷς καὶ τὰ πράγματα μαρτυρεῖ, οὐ πρὸς χάριν φωνὴν ἀφιέντα, ἀλλ' ἀντὶ γλώττης τῇ φύσει χρώμενα; τί δέ; οἴεσθαι δεῖ ὡς ὁ πολὺς οὗτος τὰ θεῖα ἠγνόησε τὰ τῆς φύσεως, ὡσανεὶ μὴ διὰ μέσης ταύτης εἰς τὸ θεολογεῖν ἀναβάς; οὐδαμῶς, ἀλλὰ τοῖς Ἀριστοτέλους λόγοις ὡμιληκὼς περὶ φύσεως τὴν Ἀναξαγόρου δόξαν ἐκεῖσε διαθρυλλου μένην ἐνταῦθα διαμασᾶται. Οὗτος γὰρ ὁ ἀνὴρ φανερῶς ὦπται διαμαρτάνων γένεσιν ἀναιρῶν καὶ εἰσάγων διάκρισιν· ἐπειδὴ γὰρ εὗρε φυσικὸν δόγμα λέγον μηδὲν ἐκ τοῦ μηδενὸς γίνεσθαι, ἀλλὰ πάντα ἐκ τινος, ἀγνοήσας ὁσαχῶς τὸ μὴ ὂν λέγε ται καὶ ὅτι τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ, ὑπερβὰς τὴν ὕλην ἀφ' ἧς οἱ φυσικοὶ πάντα γεννῶσι καὶ εἰς ἣν ἀναλύουσιν, ἐδογμάτιζε «πάντα ἐν πᾶσι μεμίχθαι», καινόν τινα λόγον εἰσάγων. ἐν γὰρ τῇ αὐτῇ γονῇ καὶ τρίχας ἔλεγεν εἶναι καὶ ὄνυχας καὶ φλέβας καὶ ἀρτηρίας καὶ συνδέσμους καὶ τἆλλα πάντα τοῦ σώματος, ἀφανῆ δὲ διὰ μικρομέρειαν, αὐξάνειν δὲ κατὰ μικρὸν καὶ ἀπ' ἀλλήλων διακρίνεσθαι. πῶς γὰρ ἄν, φησίν, ἐκ μὴ τριχὸς θρὶξ γένοιτο ἢ σὰρξ ἐκ μὴ σαρκός; ἀλλ' εἶναι καὶ σαρκία βραχύτατα καὶ νεῦρα καὶ ὀστᾶ καὶ τἆλλα πάντα ἐν ἀλλήλοις συγκείμενα, βραχύτατά γε μὴν ὥστε μὴ ὁρᾶσθαι, αὐξάνεσθαι δ' ὕστερον καὶ διακρίνεσθαι ἀπ' ἀλλή λων καὶ διαφανῆ γίνεσθαι. οὐ τῶν σωμάτων δὲ μόνον κατηγόρει τὴν τοιαύτην σύγκρασιν, ἀλλὰ καὶ τῶν χρωμάτων· εἶναι γὰρ ἔφασκε λευκὸν ἐν τῷ μέλανι καὶ μέλαν ἐν τῷ λευκῷ. τοῦτο δὲ καὶ κατὰ τῶν ῥοπῶν ἐτίθει· ἐν γὰρ τῷ βαρεῖ τὸ κοῦφον ἐμίγνυε καὶ ἐν τῷ κούφῳ τὸ βαρύ, ἃ δὴ πάντα ὁ Σταγειρίτης φιλόσοφος φιλοσόφοις λόγοις ἐξήλεγξε. Ταύτῃ γοῦν τῇ δόξῃ καὶ ὁ μέγας διαμαχόμενος Γρηγόριος, εἰ καὶ μὴ δεῖν φησιν ἕπεσθαι ταῖς Ἀναξαγορείοις δόξαις μηδὲ πιστεύειν τοῖς λέ γουσι πάντα ἐν πᾶσι κεῖσθαι (πῶς γὰρ ἂν τὰ ἐναντία ἐν τοῖς ἐναντίοις εὑρεθείη;), «ἀλλ' ἡμῖν γε» φησίν «πειστέον ὡς ἐν ἀλλήλοις καὶ παρ' ἀλλή λοις ἐκείμεθα». τὸ γὰρ ἀδύνατον, φησί, τῆς ἐκεῖσε δόξης δυνατὸν ἐν τοῖς ἡμετέροις εὑρίσκεσθαι ἤθεσιν· ἐν ἀλλήλοις γὰρ καὶ παρ' ἀλλήλοις ἐκεί μεθα. διακριβωτέον δὲ καὶ τὴν τῶν τοιούτων λέξεων δύναμιν· καὶ πρῶτόν γε ἐπὶ τῶν στοιχείων ἐξεταστέον, ἵνα σαφὴς ἡ διερμήνευσις γένηται. διωρισμένοις ὄγκοις, ὡς ἔφαμεν, ἀλλήλων τὰ στοιχεῖα διῄρηνται· ἡ γὰρ τοῦ πυρὸς ὁλότης τῆς τοῦ ἀέρος ὁλότητος ὅλῳ τῷ ὄγκῳ διῄρηται· θιγγάνει μέντοι γε ταῦτα ἀλλήλων, εὐθὺς γὰρ μετὰ τὸ πῦρ, κενοῦ τινος μέσον μὴ παρεμπίπτοντος, πέφυκεν ὁ ἀὴρ καὶ μετὰ τὸν ἀέρα τὸ ὕδωρ καὶ ἐφεξῆς ἡ γῆ. πάλιν δὲ κατὰ μέρος ἐν ἀλλήλοις εὑρίσκονται· ἐπὶ μὲν γὰρ τοῦ στερεοῦ σώματος ἡ διακεχυμένη φύσις εὑρίσκεται καὶ ἐπὶ τοῦ πυρώδους ἡ τοῦ ἀέρος. κατὰ μὲν τοὺς ὅλους ἑαυτῶν ὄγκους παρ' ἀλλήλοις κεῖνται τὰ στοιχεῖα τοῖς ἄκροις θιγγάνοντα· κατὰ δὲ τὰ μερικὰ ἀποσπάσματα ἐν ἀλλήλοις εὑρίσκεται. Τοῦτο τοιγαροῦν τὸ παράδειγμα καὶ ἐπὶ τοῦ τῶν ἁγίων ἤθους νοεῖν δυνατόν· παρ' ἀλλήλοις τε γὰρ ἦσαν καὶ ἐν ἀλλήλοις, τοῖς μὲν σώμασι καὶ ταῖς ἰδίαις περιγραφαῖς ἀπ' ἀλλήλων διῃρημένοι καὶ ταῖς ἐπιφανείαις μόνον εἰ τύχοι θιγγάνοντες, τῇ δὲ τῶν ἠθῶν ὁμοιότητι καὶ τῷ ταὐτὰ βού λεσθαι καὶ κατ' ἴσον δοξάζειν καὶ μηδέν τι διεστηκέναι ἢ τοῖς δόγμασιν ἢ τοῖς ἤθεσιν ἢ ταῖς περὶ τὰ πράγματα ὑπολήψεσιν ἐν ἀλλήλοις ὄντες καὶ εὑρισκόμενοι. ἄμφω γὰρ τοῦ λόγου εἴχοντο καὶ τῆς παιδεύσεως ἐπεμε λοῦντο καὶ πρὸς τὰ θεῖα μετερρυθμίζοντο καὶ τῶν μὲν κοινῶν ἀπεσπού δαζον, μονώτατοι δ' ἐγίγνοντο τῷ θεῷ· οὕτω γοῦν καὶ παρ' ἀλλήλοις καὶ ἐν ἀλλήλοις ἔκειντο. Ὑμεῖς μὲν ἴσως οἰήσεσθε πολλά με εἰρηκέναι περὶ βραχυτάτου πράγμα τος καὶ ἀπειροκαλίαν μου καταγνώσεσθε· ἐγὼ δὲ καὶ πάνυ ἐμαυτῷ βραχυλογίαν ἐνταῦθα προσάπτω, ὅτι δέον εἰπεῖν τὴν πᾶσαν τοῦ Ἀναξα γόρου δόξαν καὶ ὅπως ταύτην ἐκράτυνεν, οἵαις τε ἀποδείξεσιν Ἀριστοτέ λης πρὸς τὸν ταύτης ἔλεγχον ἀπεδύσατο, προσθεῖναί τε ποίοις λόγοις ἡ τῶν ἠθῶν σύγκρασις γίνεται, καὶ πῶς αἱ ψυχαὶ πρὸς ἀλλήλας ἀναχεόμεναι ὁμοῦ τε μίγνυνται καὶ ἀσύγχυτοι μένουσι, τίς τε ἡ τῶν ψυχῶν ἕνωσις, καὶ πῶς δι' ἀλλήλων διήκουσαι οὔτε τέμνουσιν ἀλλήλας οὔτε συγχέουσιν, οὐδέν τι τούτων ἐξήπλωσα, τὸ μέν τι πρὸς τὸν καιρὸν τοὺς λόγους παρα μετρῶν, τὸ δέ τι καὶ τῆς ὑμῶν δυνάμεως στοχαζόμενος, ἐπεὶ καὶ ὁ αἰσθη τὸς οὗτος ἥλιος εἴ γε λογισμῷ τὰς ἀκτῖνας ἐξήπλου, οὐκ ἂν ταῖς ἀσθενέσι κόραις ὅλην ἐπαφιεὶς τὴν ἀκτῖνα σκότους μᾶλλον ἢ διαυγείας παραίτιος ἦν.

Intertext edge

Open linked passage

Note